Strabo I p. 15 (de Eratosthene). ἐγένοντο γάρ, φησιν, ὡς οὐδέποτε, κατὰ τοῦτον τὸν καιρὸν ὑφ’ ἕνα περίβολον καὶ μίαν πόλιν οἱ κατ’ Ἀρίστωνα καὶ Ἀρκεσίλαον ἀνθήσαντες φιλόσοφοι. - - ὁ δὲ Ἀρκεσίλαον καὶ Ἀρίστωνα τῶν καθ’ αὑτὸν ἀνθησάντων κορυφαίους τίθησιν. - - ἐν αὐταῖς γὰρ ταῖς ἀποφάσεσι ταύταις ἱκανὴν ἀσθένειαν ἐμφαίνει τῆς ἑαυτοῦ γνώμης, ᾗ τοῦ Ζήνωνος τοῦ Κιτιέως γνώριμος γενόμενος Ἀθήνησι τῶν μὲν ἐκεῖνον διαδεξαμένων οὐδενὸς μέμνηται, τοὺς δ’ ἐκείνῳ διενεχθέντας καὶ ὦν διαδοχὴ οὐδεμία σώζεται, τούτους ἀνθῆσαί φησι κατὰ τὸν καιρὸν ἐκεῖνον. Diogenes Laërt. VII 182. οὗτος (scil.Chrysippus) ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρὰ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι· εἰ τοῖς πολλοῖς, εἶπε, προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα. Diogenes Laërt. VII 18. Ἀρίστωνος δὲ τοῦ μαθητοῦ πολλὰ διαλεγομένου οὐκ εὐφυῶς, ἔνια δὲ καὶ προπετῶς καὶ θρασέως ἀδύνατον, εἰπεῖν (τὸν Ζήνωνα), εἰ μή σε ὁ πατὴρ μεθύων ἐγέννησεν. ὅθεν αὐτὸν καὶ λάλον ἀπεκάλει, βραχυλόγος ὤν. Athenaeus VII 281c. καὶ τῶν Στωϊκῶν δέ τινες συνεφήψαντο ταύτης τῆς ἡδονῆς· Ἐρατοσθένης γοῦν ὁ Κυρηναῖος μαθητὴς γενόμενος Ἀρίστωνος τοῦ Χίου, ὃς ἧν εἶς τῶν ἀπὸ τῆς Στοᾶς, ἐν τῷ ἐπιγραφομένῳ Ἀρίστωνι παρεμφαίνει τὸν διδάσκαλον ὡς ὕστερον ὁρμήσαντα ἐπὶ τρυφήν, λέγων ὧδε· ἤδη δέ ποτε καὶ τοῦτον πεφώρακα τὸν τῆς ἡδονῆς καὶ ἀρετῆς μεσότοιχον διορύττοντα καὶ ἀναφαινόμενον παρὰ τῇ ἡδονῇ. Athenaeus VI 251b. Τίμων ὁ Φλιάσιος ἐν τῷ τρίτῳ τῶν σίλλων (fr. 64 W.) Ἀρίστωνά φησι τὸν Χῖον, Ζήνωνος δὲ τοῦ Κιτιέως γνώριμον, κόλακα γενέσθαι Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος· Ἀντιγόνου τοῦ βασιλέως.