<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1188.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1188.tlg002.1st1K-grc1" n="7"><p><label>7.</label> Πῶς γὰρ οἶόν τε, καθάπερ φησὶν Ἐπίκουρος ἐν τῇ περὶ τῶν ἐπιτηδευμάτων ἐπιστολῇ, νέον μὲν ὄντα καταφαγεῖν αὐτὸν τὴν πατρῴαν οὐσίαν, ἔπειτα δὲ ἐπὶ τὸ στρατεύεσθαι συνεῶσθαι; κακῶς δὲ πράττοντα ἐν τούτοις ἐπὶ τὸ φαρμακοπωλεῖν ἐλθεῖν· ἔπειτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου πᾶσι, παραλαβεῖν αὐτόν ; ἢ πῶς ἄν τις ἀποδέξαιτο Τιμαίου τοῦ Ταυρομενίτου, λέγοντος ἐν ταῖς ἱστορίαις, ἀδόξου θύρας αὐτὸν ἰατρείου καὶ τὰς τυχούσας, ὀψὲ τῆς ἡλικίας, κλεῖσαι; τίς δ’ ἄν πεισθείη τοῖς ὑπ’ Ἀριστοξένου τοῦ μουσικοῦ λεγομένοις ἐν τῷ βίῳ τοῦ Πλάτωνος; ἐν γὰρ τῇ πλάνῃ καὶ τῇ ἀποδημίᾳ φησὶν ἐπανίστασθαι καὶ ἀντοικοδομεῖν αὐτῷ τινας Περίπατον ξένους ὄντας. Οἴονται οὖν ἔνιοι ταῦτα περὶ Ἀριστοτέλους λέγειν αὐτόν, Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος Ἀριστοτέλην. Καταγέλαστα δ’ εἰκότως εἶναι φαίη τις ἂν καὶ τὰ ἀπομνημονεύματα τὰ Ἀλεξίνου τοῦ Ἐριστικοῦ. Ποιεῖ γὰρ Ἀλέξανδρον παῖδα διαλεγόμενον τῷ πατρὶ Φιλίππῳ, καὶ διαπτύοντα μὲν τοὺς τοῦ Ἀριστοτέλους λόγους, ἀποδεχόμενον δὲ Νικαγόραν, τὸν Ἐρμῆν ἐπικληθέντα. Καὶ Εὐβουλίδης δὲ προδήλως ἐν τῷ κατ’ αὐτοῦ βιβλίῳ ψεύδεται, πρῶτον μὲν ποιήματα ψυχρὰ προφερόμενος, ᵃ ὡς γεγραφότων ἄλλων περὶ τοῦ γάμου, καὶ τῆς πρὸς Ἐρμείαν οἰκειότητος αὐτῷ γεγονυίας· ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι, καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι, τά τε βιβλία αὐτοῦ διαφθεῖραι. Τὴν μὲν γὰρ Δημοχάρους κατηγορίαν κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; οὐ γὰρ Ἀριστοτέλην μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν. Ἔτι γε μὴν αὐτὰς τὰς διαβολὰς σκοπῶν ἄν τις ληρεῖν αὐτὸν φαίη. Λέγει γὰρ Ἐπιστολὰς Ἀριστοτέλους ἁλῶναι κατὰ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ Στάγειρα τὴν πατρίδα ᵇ προδοῦναι Μακεδόσιν αὐτόν. Ἔτι δὲ κατασκαφείσης Ὀλυνθου, μηνύειν, ἐπὶ τοῦ λαφυροπωλείου, Φιλίππῳ τοὺς πλουσιωτάτους τῶν Ὀλυνθίων. Ἠλίθια δὲ διαβέβληκεν αὐτὸν καὶ Κηφισόδωρος, ὁ Ἰσοκράτους μαθητής, τρυφερὸν καὶ τένθην, καὶ ἄλλα τοιαῦτα λέγων αὐτὸν εἶναι. Πάντα δ’ ὑπερπαλαίει μωρίᾳ τὰ ὑπὸ Λύκωνος εἰρημένα, τοῦ λέγοντος εἶναι Πυθαγορικὸν ἑαυτόν. Φησὶ γὰρ θύειν Ἀριστοτέλη θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην, ὁποίαν Ἀθηναῖοι τῇ Δήμητρι, καὶ ἐν ἐλαίῳ θερμῷ λουόμενον, τοῦτο δὴ πιπράσκειν. Ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας εὑρεῖν ἐν τῷ πλοίῳ λοπάδια χαλκᾶ πέντε καὶ ἑβδομήκοντα. Καὶ σχεδὸν οἱ μὲν πρῶτοι διαβαλόντες <pb facs="fragmentaphiloso03mulluoft_0236"/> Ἀριστοτέλην τοσοῦτοι γεγόνασιν. Ὥν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν χρόνους, οἱ δὲ μικρὸν ὕστερον ἐγένοντο. Πάντες δὲ σοφισταί, καὶ ἐριστικοί, καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ βιβλία τέθνηκε τῶν σωμάτων μᾶλλον. Τοὺς μὲν γὰρ μετὰ ταῦτα γεγονότας, ἢ τὰ ὑπ’ ἐκείνων εἰρημένα λέγοντας, παντάπασιν ἐᾶν δεῖ χαίρειν, καὶ μάλιστα τοὺς μηδ’ ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν, ἀλλ’ αὐτοσχεδιάζοντας· ὁποῖοί εἰσι καὶ οἱ λέγοντες τριακοσίας ἔχειν λοπάδας αὐτόν. Οὐδεὶς γὰρ ἂν εὑρεθείη περὶ αὐτοῦ τοιοῦτον οὐδὲν ᶜ εἰρηκὼς τῶν τότε ὄντων, ᵈ ὅτι μὴ Λύκων. Οὗτος μέντοι, καθάπερ ἔφην, εἴρηκεν εὑρῆσθαι λοπάδια πέντε καὶ ἑβδομήκοντα. Οὐ μόνον δὲ καὶ ἐκ τῶν χρόνων, καὶ ἐκ τῶν διαβεβληκότων τεκμήραιτό τις ἄν, ὅτι ψευδῆ πάντα τὰ εἰρημένα ἐστί, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ αὐτὰ διαβάλλειν, ἀλλ’ ἕκαστον ἴδιὰ τινα λέγειν· ὧνπερ εἰ ἦν ἐν ὁτιοῦν ἀληθές, ἐχρῆν δήπου μυριάκις, ἀλλ’ οὐχ ἅπαξ αὐτὸν ὑπὸ τῶν τότε ἀπολωλέναι. Φανερὸν οὖν ὅτι καπιστεύεσθαι, θάπερ πολλοῖς καὶ ἄλλοις οὕτω καὶ Ἀριστοτέλει συνέβη διά τε τὰς πρὸς τοὺς βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθαι. Δεῖ δὲ τοὺς εὖ φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν μόνον ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας αὐτόν· Οὐ μικρῷ γὰρ πλείους καὶ βελτίους εὑρεθεῖεν ἂν οὗτοί γε. Τὰ μὲν οὖν ἄλλα προδήλως πέπλασται. Δύο δὲ ταῦτα δοκεῖ δι’ ἃ ψέγουσί τινες αὐτόν· ἓν μέν, ὅτι τὴν Ἑρμείου γήμειε φύσει μὲν ἀδελφήν, θετὴν δὲ θυγατέρα Πυθιάδα, κολακεύων αὐτόν. Θεόκριτος γοῦν ὁ Χῖος ἐποίησεν ἐπίγραμμα τοιοῦτον· 
          <quote type="blockquote">Ἐρμίου ᵉ εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου 
            <lb/>μνῆμα κενὸν κενόφρων θῆκεν Ἀριστοτέλης· 
            <lb/>ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν 
            <lb/>ἀντ’ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.</quote> 
          ἕτερον δέ, ὅτι ἠχαρίστησε Πλάτωνι. Περὶ μὲν οὖν Ἑρμείου καὶ τῆς Ἀριστοτέλους πρὸς αὐτὸν φιλίας ἄλλοι τε πολλοὶ συγγεγράφασι, καὶ δὴ καὶ Ἀπελλίκων, οὗ τοῖς βιβλίοις ὁ ἐντυχὼν πεπαύσεται βλασφημῶν αὐτούς Περὶ δὲ τοῦ γάμου τοῦ Πυθιάδος ἀποχρώντως αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον ἐπιστολαῖς ἀπολελόγηται. Τεθνεῶτος γὰρ Ἑρμείου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτήν, ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν ἀδελφὸν αὐτῇς. Εἶθ’ ἐξῆς φησι· μετὰ δὲ τὴν Πυθιάδος τῆς Ερμείου τελευτὴν Ἀριστοτέλης ἔγημεν Ἑρπυλλίδα Σταγειρῖτιν, ἐξ ἧς υἱὸς αὐτῷ Νικόμαχος ἐγένετο. Τοῦτον δέ φασιν ὀρφανὸν τραφέντα παρὰ Θεοφράστῳ, καὶ δὴ μειρακίσκον ὄντα ἀποθανεῖν ἐν πολέμῳ. Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς δηλωθείσης Ἀριστοκλέους ἐγκείσθω γραφῆς· ἤδη δὲ καὶ τὴν δογματικὴν Ἀριστοτέλους φιλοσοφίαν θεωρῆσαι καιρός. </p></div></div></body></text></TEI>