<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1188.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1188.tlg002.1st1K-grc1" n="6"><p><label>6.</label> Ἐπειδή ἐστι γνῶσις διττή, ἡ μὲν τῶν ἔξω πραγμάτων, ἡ δὲ τῶν ἡμῖν αἱρετῶν καὶ φευκτῶν, ἔνιοί φασι τῆς αἱρέσεως καὶ φυγῆς ἀρχὴν καὶ κριτήριον ἔχειν ἡμᾶς, τὴν ἡδονὴν καὶ τὸν πόνον. Ἔτι γέ τοι καὶ νύν τοιαῦτα λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον. Ἀναγκαίως οὖν ἔχει καὶ περὶ τούτου σκέψασθαι. Τοσούτου τοίνυν ἔγωγε δέω λέγειν, ἀρχὴν εἶναι καὶ κανόνα τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὸ πάθος, ὥστε μοι δοκεῖ τοῦτό γε αὐτὸ κριτηρίου δεῖσθαι. Διότι μὲν γάρ ἐστιν, ἑαυτὸ δείκνυσιν· ὁποῖον δ’ ἐστίν, ἑτέρου δεῖ τοῦ κρίνοντος. Εἰ μὲν γὰρ οἰκεῖον ἢ ἀλλότριον, ἡ αἴσθησις λέγει· πότερον δ’ αἱρετὸν ἢ φευκτόν, ὁ λόγος. Αὐτοί γέ τοί φασιν οὐ πᾶσαν ἡδονὴν ἀσπάζεσθαι, καὶ πάντα πόνον ἐκτρέπεσθαι. Τοῦτο δὲ συμβέβηκε καὶ μᾶλα εἰκότως. Τὰ μὲν γὰρ κριτήρια καὶ ἑαυτὰ δείκνυσι, καὶ τὰ κρινόμενα· τὸ μέντοι πάθος, ἑαυτὸ μόνον. Ὅτι δ’ οὕτως ἔχει, μαρτυροῦσιν αὐτοί. Καίπερ γὰρ ἀξιοῦντες ἅπασαν ἡδονὴν ἀγαθὸν εἶναι καὶ πᾶσαν ἀλγηδόνα κακόν, ὅμως οὐκ ἀεί φασι δεῖν, τὴν μὲν αἱρεῖσθαι, τὴν δὲ φεύγειν· μετρεῖσθαι γὰρ αὐτὰ τῳ ποσῷ, εἰ καὶ οὐ τῷ ποιῷ. Δῆλον οὖν ὡς τό γε ποσόν, οὐδὲν ἀλλ’ ἡ ὁ λόγος κρίνει. Τὸ γάρ, ἄμεινόν ἐστιν ὑπομεῖναι τούσδε τινὰς τοὺς πόνους, ὅπως ἡσθείημεν ἡδονὰς μείζους· καὶ τό, συμφέρει τῶνδε τινῶν ἀπέχεσθαι τῶν ἡδονῶν, ἵνα μὴ ἀλγῶμεν ἀλγηδόνας χαλεπωτέρας, καὶ πάντα τὰ τοιαῦτα, λόγος ὁ κρίνων ἐστίν. Τὸ δ’ ὅλον, αἱ μὲν αἰσθήσεις καὶ αἱ φαντασίαι, καθαπερεὶ κάτοπτρα καὶ εἰκόνες ἐοίκασι τῶν πραγμάτων εἶναι· τὰ μέντοι πάθη, καὶ αἱ ἡδοναί, καὶ οἱ πόνοι, τροπαὶ κα ἀλλοιώσεις ἡμῶν αὐτῶν. Ταύτῃ δέ, αἰσθανόμενοι μὲν καὶ φαντασιούμενοι, πρὸς τὰ ἔξω βλέπομεν· ἡδόμενοι δὲ καὶ ἀλγοῦντες ἐπιστρέφομεν ἐπὶ μόνους ἑαυτούς. Τὰς μὲν γὰρ αἰσθήσεις ἡμῶν τὰ ἔξω ποιεῖ· καὶ ὁποῖα ἄν ᾖ ἐκεῖνα, τοιαύτας ἀπεργάζεται καὶ τὰς φαντασίας. Τὰ δὲ πάθη ᵃ ποιὰ ἀττα γίνεται δι’ ἡμᾶς, καὶ ὡς ἂν ἡμεῖς ἔχωμεν. Διὸ ταῦτα ποτὲ μὲν ἡδέα, ποτὲ δ’ ἀηδῆ φαίνεται, καὶ ἔσθ’ ὅτε μὲν μᾶλλον, ἔσθ’ ὅτε δὲ ἧττον. Ὧν οὕτως ἐχόντων εὑρήσομεν, εἰ ἐθέλοιμεν σκοπεῖν, ἄριστα τὰς τῆς γνώσεως ἀρχὰς ὑποτιθεμένους, ὁπόσοι καὶ τὰς αἰσθήσεις καὶ τὸν νοῦν παραλαμβάνουσιν. Ἔοικε δ’ ἡ μὲν αἴσθησις ταῖς ἄρκυσι καὶ τοῖς δικτύοις, καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις θηράτροις· ὁ δὲ νοῦς καὶ ὁ λόγος τοῖς κυσὶ τοῖς στιβεύουσι καὶ μεταθέουσιν. Αὐτῶν μὲν τοιούτων, ἄμεινον φιλοσοφεῖν οἴεσθαι χρή, τοὺς μήτε ταῖς αἰσθήσεσιν, ὡς ἔτυχε, χρωμένους, μήτε τὰ πάθη παραλαμβάνοντας ἐπὶ τὴν <pb facs="fragmentaphiloso03mulluoft_0235"/> τἀληθοῦς διάγνωσιν. Ἦ δεινόν γ’ ἂν εἴη, ᶜ πεφυκότας ἀνθρώπους, ἡδοναῖς καὶ πόνοις ἀλόγοις ἐπιτρέπειν ἑαυτούς, ἀφέντας τὸν θειότατον κριτὴν νοῦν, Ταῦτα ἀπὸ τῶν Ἀριστοκλέους. </p></div></div></body></text></TEI>