6. Ἐπειδή ἐστι γνῶσις διττή, ἡ μὲν τῶν ἔξω πραγμάτων, ἡ δὲ τῶν ἡμῖν αἱρετῶν καὶ φευκτῶν, ἔνιοί φασι τῆς αἱρέσεως καὶ φυγῆς ἀρχὴν καὶ κριτήριον ἔχειν ἡμᾶς, τὴν ἡδονὴν καὶ τὸν πόνον. Ἔτι γέ τοι καὶ νύν τοιαῦτα λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον. Ἀναγκαίως οὖν ἔχει καὶ περὶ τούτου σκέψασθαι. Τοσούτου τοίνυν ἔγωγε δέω λέγειν, ἀρχὴν εἶναι καὶ κανόνα τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὸ πάθος, ὥστε μοι δοκεῖ τοῦτό γε αὐτὸ κριτηρίου δεῖσθαι. Διότι μὲν γάρ ἐστιν, ἑαυτὸ δείκνυσιν· ὁποῖον δ’ ἐστίν, ἑτέρου δεῖ τοῦ κρίνοντος. Εἰ μὲν γὰρ οἰκεῖον ἢ ἀλλότριον, ἡ αἴσθησις λέγει· πότερον δ’ αἱρετὸν ἢ φευκτόν, ὁ λόγος. Αὐτοί γέ τοί φασιν οὐ πᾶσαν ἡδονὴν ἀσπάζεσθαι, καὶ πάντα πόνον ἐκτρέπεσθαι. Τοῦτο δὲ συμβέβηκε καὶ μᾶλα εἰκότως. Τὰ μὲν γὰρ κριτήρια καὶ ἑαυτὰ δείκνυσι, καὶ τὰ κρινόμενα· τὸ μέντοι πάθος, ἑαυτὸ μόνον. Ὅτι δ’ οὕτως ἔχει, μαρτυροῦσιν αὐτοί. Καίπερ γὰρ ἀξιοῦντες ἅπασαν ἡδονὴν ἀγαθὸν εἶναι καὶ πᾶσαν ἀλγηδόνα κακόν, ὅμως οὐκ ἀεί φασι δεῖν, τὴν μὲν αἱρεῖσθαι, τὴν δὲ φεύγειν· μετρεῖσθαι γὰρ αὐτὰ τῳ ποσῷ, εἰ καὶ οὐ τῷ ποιῷ. Δῆλον οὖν ὡς τό γε ποσόν, οὐδὲν ἀλλ’ ἡ ὁ λόγος κρίνει. Τὸ γάρ, ἄμεινόν ἐστιν ὑπομεῖναι τούσδε τινὰς τοὺς πόνους, ὅπως ἡσθείημεν ἡδονὰς μείζους· καὶ τό, συμφέρει τῶνδε τινῶν ἀπέχεσθαι τῶν ἡδονῶν, ἵνα μὴ ἀλγῶμεν ἀλγηδόνας χαλεπωτέρας, καὶ πάντα τὰ τοιαῦτα, λόγος ὁ κρίνων ἐστίν. Τὸ δ’ ὅλον, αἱ μὲν αἰσθήσεις καὶ αἱ φαντασίαι, καθαπερεὶ κάτοπτρα καὶ εἰκόνες ἐοίκασι τῶν πραγμάτων εἶναι· τὰ μέντοι πάθη, καὶ αἱ ἡδοναί, καὶ οἱ πόνοι, τροπαὶ κα ἀλλοιώσεις ἡμῶν αὐτῶν. Ταύτῃ δέ, αἰσθανόμενοι μὲν καὶ φαντασιούμενοι, πρὸς τὰ ἔξω βλέπομεν· ἡδόμενοι δὲ καὶ ἀλγοῦντες ἐπιστρέφομεν ἐπὶ μόνους ἑαυτούς. Τὰς μὲν γὰρ αἰσθήσεις ἡμῶν τὰ ἔξω ποιεῖ· καὶ ὁποῖα ἄν ᾖ ἐκεῖνα, τοιαύτας ἀπεργάζεται καὶ τὰς φαντασίας. Τὰ δὲ πάθη ᵃ ποιὰ ἀττα γίνεται δι’ ἡμᾶς, καὶ ὡς ἂν ἡμεῖς ἔχωμεν. Διὸ ταῦτα ποτὲ μὲν ἡδέα, ποτὲ δ’ ἀηδῆ φαίνεται, καὶ ἔσθ’ ὅτε μὲν μᾶλλον, ἔσθ’ ὅτε δὲ ἧττον. Ὧν οὕτως ἐχόντων εὑρήσομεν, εἰ ἐθέλοιμεν σκοπεῖν, ἄριστα τὰς τῆς γνώσεως ἀρχὰς ὑποτιθεμένους, ὁπόσοι καὶ τὰς αἰσθήσεις καὶ τὸν νοῦν παραλαμβάνουσιν. Ἔοικε δ’ ἡ μὲν αἴσθησις ταῖς ἄρκυσι καὶ τοῖς δικτύοις, καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις θηράτροις· ὁ δὲ νοῦς καὶ ὁ λόγος τοῖς κυσὶ τοῖς στιβεύουσι καὶ μεταθέουσιν. Αὐτῶν μὲν τοιούτων, ἄμεινον φιλοσοφεῖν οἴεσθαι χρή, τοὺς μήτε ταῖς αἰσθήσεσιν, ὡς ἔτυχε, χρωμένους, μήτε τὰ πάθη παραλαμβάνοντας ἐπὶ τὴν τἀληθοῦς διάγνωσιν. Ἦ δεινόν γ’ ἂν εἴη, ᶜ πεφυκότας ἀνθρώπους, ἡδοναῖς καὶ πόνοις ἀλόγοις ἐπιτρέπειν ἑαυτούς, ἀφέντας τὸν θειότατον κριτὴν νοῦν, Ταῦτα ἀπὸ τῶν Ἀριστοκλέους. 7. Πῶς γὰρ οἶόν τε, καθάπερ φησὶν Ἐπίκουρος ἐν τῇ περὶ τῶν ἐπιτηδευμάτων ἐπιστολῇ, νέον μὲν ὄντα καταφαγεῖν αὐτὸν τὴν πατρῴαν οὐσίαν, ἔπειτα δὲ ἐπὶ τὸ στρατεύεσθαι συνεῶσθαι; κακῶς δὲ πράττοντα ἐν τούτοις ἐπὶ τὸ φαρμακοπωλεῖν ἐλθεῖν· ἔπειτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου πᾶσι, παραλαβεῖν αὐτόν ; ἢ πῶς ἄν τις ἀποδέξαιτο Τιμαίου τοῦ Ταυρομενίτου, λέγοντος ἐν ταῖς ἱστορίαις, ἀδόξου θύρας αὐτὸν ἰατρείου καὶ τὰς τυχούσας, ὀψὲ τῆς ἡλικίας, κλεῖσαι; τίς δ’ ἄν πεισθείη τοῖς ὑπ’ Ἀριστοξένου τοῦ μουσικοῦ λεγομένοις ἐν τῷ βίῳ τοῦ Πλάτωνος; ἐν γὰρ τῇ πλάνῃ καὶ τῇ ἀποδημίᾳ φησὶν ἐπανίστασθαι καὶ ἀντοικοδομεῖν αὐτῷ τινας Περίπατον ξένους ὄντας. Οἴονται οὖν ἔνιοι ταῦτα περὶ Ἀριστοτέλους λέγειν αὐτόν, Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος Ἀριστοτέλην. Καταγέλαστα δ’ εἰκότως εἶναι φαίη τις ἂν καὶ τὰ ἀπομνημονεύματα τὰ Ἀλεξίνου τοῦ Ἐριστικοῦ. Ποιεῖ γὰρ Ἀλέξανδρον παῖδα διαλεγόμενον τῷ πατρὶ Φιλίππῳ, καὶ διαπτύοντα μὲν τοὺς τοῦ Ἀριστοτέλους λόγους, ἀποδεχόμενον δὲ Νικαγόραν, τὸν Ἐρμῆν ἐπικληθέντα. Καὶ Εὐβουλίδης δὲ προδήλως ἐν τῷ κατ’ αὐτοῦ βιβλίῳ ψεύδεται, πρῶτον μὲν ποιήματα ψυχρὰ προφερόμενος, ᵃ ὡς γεγραφότων ἄλλων περὶ τοῦ γάμου, καὶ τῆς πρὸς Ἐρμείαν οἰκειότητος αὐτῷ γεγονυίας· ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι, καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι, τά τε βιβλία αὐτοῦ διαφθεῖραι. Τὴν μὲν γὰρ Δημοχάρους κατηγορίαν κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; οὐ γὰρ Ἀριστοτέλην μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν. Ἔτι γε μὴν αὐτὰς τὰς διαβολὰς σκοπῶν ἄν τις ληρεῖν αὐτὸν φαίη. Λέγει γὰρ Ἐπιστολὰς Ἀριστοτέλους ἁλῶναι κατὰ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ Στάγειρα τὴν πατρίδα ᵇ προδοῦναι Μακεδόσιν αὐτόν. Ἔτι δὲ κατασκαφείσης Ὀλυνθου, μηνύειν, ἐπὶ τοῦ λαφυροπωλείου, Φιλίππῳ τοὺς πλουσιωτάτους τῶν Ὀλυνθίων. Ἠλίθια δὲ διαβέβληκεν αὐτὸν καὶ Κηφισόδωρος, ὁ Ἰσοκράτους μαθητής, τρυφερὸν καὶ τένθην, καὶ ἄλλα τοιαῦτα λέγων αὐτὸν εἶναι. Πάντα δ’ ὑπερπαλαίει μωρίᾳ τὰ ὑπὸ Λύκωνος εἰρημένα, τοῦ λέγοντος εἶναι Πυθαγορικὸν ἑαυτόν. Φησὶ γὰρ θύειν Ἀριστοτέλη θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην, ὁποίαν Ἀθηναῖοι τῇ Δήμητρι, καὶ ἐν ἐλαίῳ θερμῷ λουόμενον, τοῦτο δὴ πιπράσκειν. Ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας εὑρεῖν ἐν τῷ πλοίῳ λοπάδια χαλκᾶ πέντε καὶ ἑβδομήκοντα. Καὶ σχεδὸν οἱ μὲν πρῶτοι διαβαλόντες Ἀριστοτέλην τοσοῦτοι γεγόνασιν. Ὥν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν χρόνους, οἱ δὲ μικρὸν ὕστερον ἐγένοντο. Πάντες δὲ σοφισταί, καὶ ἐριστικοί, καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ βιβλία τέθνηκε τῶν σωμάτων μᾶλλον. Τοὺς μὲν γὰρ μετὰ ταῦτα γεγονότας, ἢ τὰ ὑπ’ ἐκείνων εἰρημένα λέγοντας, παντάπασιν ἐᾶν δεῖ χαίρειν, καὶ μάλιστα τοὺς μηδ’ ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν, ἀλλ’ αὐτοσχεδιάζοντας· ὁποῖοί εἰσι καὶ οἱ λέγοντες τριακοσίας ἔχειν λοπάδας αὐτόν. Οὐδεὶς γὰρ ἂν εὑρεθείη περὶ αὐτοῦ τοιοῦτον οὐδὲν ᶜ εἰρηκὼς τῶν τότε ὄντων, ᵈ ὅτι μὴ Λύκων. Οὗτος μέντοι, καθάπερ ἔφην, εἴρηκεν εὑρῆσθαι λοπάδια πέντε καὶ ἑβδομήκοντα. Οὐ μόνον δὲ καὶ ἐκ τῶν χρόνων, καὶ ἐκ τῶν διαβεβληκότων τεκμήραιτό τις ἄν, ὅτι ψευδῆ πάντα τὰ εἰρημένα ἐστί, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ αὐτὰ διαβάλλειν, ἀλλ’ ἕκαστον ἴδιὰ τινα λέγειν· ὧνπερ εἰ ἦν ἐν ὁτιοῦν ἀληθές, ἐχρῆν δήπου μυριάκις, ἀλλ’ οὐχ ἅπαξ αὐτὸν ὑπὸ τῶν τότε ἀπολωλέναι. Φανερὸν οὖν ὅτι καπιστεύεσθαι, θάπερ πολλοῖς καὶ ἄλλοις οὕτω καὶ Ἀριστοτέλει συνέβη διά τε τὰς πρὸς τοὺς βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθαι. Δεῖ δὲ τοὺς εὖ φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν μόνον ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας αὐτόν· Οὐ μικρῷ γὰρ πλείους καὶ βελτίους εὑρεθεῖεν ἂν οὗτοί γε. Τὰ μὲν οὖν ἄλλα προδήλως πέπλασται. Δύο δὲ ταῦτα δοκεῖ δι’ ἃ ψέγουσί τινες αὐτόν· ἓν μέν, ὅτι τὴν Ἑρμείου γήμειε φύσει μὲν ἀδελφήν, θετὴν δὲ θυγατέρα Πυθιάδα, κολακεύων αὐτόν. Θεόκριτος γοῦν ὁ Χῖος ἐποίησεν ἐπίγραμμα τοιοῦτον· Ἐρμίου ᵉ εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου μνῆμα κενὸν κενόφρων θῆκεν Ἀριστοτέλης· ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν ἀντ’ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς. ἕτερον δέ, ὅτι ἠχαρίστησε Πλάτωνι. Περὶ μὲν οὖν Ἑρμείου καὶ τῆς Ἀριστοτέλους πρὸς αὐτὸν φιλίας ἄλλοι τε πολλοὶ συγγεγράφασι, καὶ δὴ καὶ Ἀπελλίκων, οὗ τοῖς βιβλίοις ὁ ἐντυχὼν πεπαύσεται βλασφημῶν αὐτούς Περὶ δὲ τοῦ γάμου τοῦ Πυθιάδος ἀποχρώντως αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον ἐπιστολαῖς ἀπολελόγηται. Τεθνεῶτος γὰρ Ἑρμείου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτήν, ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν ἀδελφὸν αὐτῇς. Εἶθ’ ἐξῆς φησι· μετὰ δὲ τὴν Πυθιάδος τῆς Ερμείου τελευτὴν Ἀριστοτέλης ἔγημεν Ἑρπυλλίδα Σταγειρῖτιν, ἐξ ἧς υἱὸς αὐτῷ Νικόμαχος ἐγένετο. Τοῦτον δέ φασιν ὀρφανὸν τραφέντα παρὰ Θεοφράστῳ, καὶ δὴ μειρακίσκον ὄντα ἀποθανεῖν ἐν πολέμῳ. Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς δηλωθείσης Ἀριστοκλέους ἐγκείσθω γραφῆς· ἤδη δὲ καὶ τὴν δογματικὴν Ἀριστοτέλους φιλοσοφίαν θεωρῆσαι καιρός.