5. Γεγόνασι δέ τινες, οἱ ἀξιοῦντες τῇ αἰσθήσει καὶ ταῖς φαντασίαις μόναις δεῖν πιστεύειν. Ἔνιοι δέ φασι καὶ τὸν Ὅμηρον αἰνίττεσθαι τὸ τοιοῦτο, πάντων ἀποφαίνοντα τὸν Ὠκεανὸν ἀρχήν, ὡς ἐν ῥύσει τῶν πραγμάτων ὄντων. Καὶ μὴν καὶ Μητρόδωρος ὁ Χῖος τὺ αὐτὸ τούτο λέγει. Οὐ μὴν ἀλλ’ ἄντικρύς γε Πρωταγόρα ὁ Ἀβδηρίτης. Οὗτος γὰρ ἔφη μέτρον εἶναι πάντων χρημάτων τὸν ἄνθρωπον · τῶν μὲν ὄντων, ὡς ἔστι· τῶν δ’ οὐκ ὄντων, ὡς οὐκ ἔστιν. ποῖα γὰρ ἑκάστῳ φαίνεται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι. Περὶ δὲ τῶν ἄλλων μηδέν ἡμᾶς δύνασθαι διισχυρίσασθαι. Πρὸς δὲ τούτους εἴποι τις ἄν, ἃ καὶ ὁ Πλάτων ἐν Θεαιτήτῳ· πρῶτον μέν, τί δήποτε τοιούτων γε δὴ τῶν πραγμάτων ὄντων, ἠξίωσαν εἶναι μέτρον τῆς ἀληθείας τὸν ἄνθρωπον, ἀλλ’ οὐ συνῆκαν τὸ κεφάλαιον ; ἔπειτα δὲ πῶς ἔλεγον εἶναι σοφοὺς ἑαυτούς, εἰ δὴ πᾶς τις αὐτὸς ἑαυτῷ μέτρον ἐστὶ τῆς ἀληθείας ; ἢ πῶς ἐλέγχουσι τοὺς ἄλλους, εἴπερ ἑκάστῳ τὸ φαινόμενον ἀληθές ἐστιν; ἀγνοοῦμέν τέ τινα, καίτοι πολλάκις αἰσθανόμενοι, καθάπερ ἐπειδὰν τῶν βαρβάρων ἀκούωμεν; Ὅ γε μὴν θεασάμενος ὁτιοῦν, εἶτα μεμνημένος, οἶδε μέν, αἰσθάνεται δ’ οὐκέτι. Καὶ εἰ θατέρῳ μὲν ὀφθαλμῷ μύσαι, θατέρῳ δ’ ὁρῴη, δῆλον ὅτι ταὐτὸ εἴσεται καὶ οὐκ εἴσεται. Πρὸς δὲ τούτοις, εἰ τὸ φαινόμενον ἑκάστῳ καὶ ἀληθές ἐστιν, ἡμῖν δὲ οὐ φαίνεται τὰ ὑπ’ ἐκείνων λεγόμενα ἀληθῇ, καὶ τὸ μὴ εἶναι πάντων πραγμάτων μέτρον τὸν ἄνθρωπον ἀληθὲς ἂν εἴη. Καὶ μὴν οἵ γε τεχνῖται τῶν ἀτέχνων διαφέρουσι, καὶ οἱ ἔμπειροι τῶν ἀπείρων· καὶ διὰ τοῦτομᾶλλον προορᾷ τὸ μέλλον ἔσεσθαι κυβερνήτης, καὶ ἰατρός, καὶ στρατηγός. Ἁπλῶς τε ἀναιροῦσιν οὗτοί γε τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τὸ ἐξ ἀνάγκης, καὶ τὸ ἐνδεχόμενον, καὶ τὸ κατὰ φύσιν, καὶ τὸ παρὰ φύσιν. Οὕτω δ’ ἂν εἴη ταὐτὸν καὶ ὂν καὶ οὐκ ὄν. Οὐδὲν γὰρ κωλύει ταὐτό, τοῖς μὲν εἶναι φαίνεσθαι, τοῖς δὲ μὴ εἶναι. Καὶ ταὐτὸ ἂν εἴη ἄνθρωπος καὶ ξύλον. Ἔσθ’ ὅτε γὰρ φαίνεται ταὐτό, τῷδε μὲν ἄνθρωπος, τῷδε δὲ ξύλον. Ἅπᾶς τε λόγος ἀληθὴς ἂν εἴη· διὰ τοῦτο δὲ καὶ ψευδής. Καὶ οἱ βουλευόμενοι καὶ δικάζοντες οὐκ ἂν ἔχοιεν οὐδὲν ποιεῖν. Καὶ τὸ δεινότατον, ἔσονται οἱ αὐτοὶ σπουδαῖοι καὶ μοχθηροί· καὶ ταὐτὸ κακία καὶ ἀρετή. Πολλὰ δὲ τοιαῦτα καὶ ἄλλα τις ἂν ἔχοι λέγειν. Ἀλλὰ γὰρ οὐδὲν δεῖ πλειόνων λόγων πρὸς τοὺς μὴ οἰομένους ἔχειν νοῦν καὶ λόγον. Εἶθ’ ἑξῇς ἐπιλέγει · ἐπεὶ δ’ ἔτι νῦν εἰσί τινες, οἱ πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ λέγοντες εἶναι, μικρὰ καὶ περὶ τούτων εἴπωμεν. Ἐοίκασι γὰρ οὗτοί γε δεδοικέναι, μήποτε εἰ ψευδεῖς εἴποιεν αἰσθήσεις εἶναί τινας, οὐκ ἂν σχοῖεν τὸ κριτήριον καὶ τὸν κανόνα βέβαιον, οὐδ’ ἐχέγγυον. Οὐχ ὁρῶσι δέ, ὡς οὐκ ἂν φθάνοιεν οὕτῳ γε, καὶ τὰς δόξας ἁπάσας ἀληθεῖς ἀποφαίνοντες· πολλὰ γὰρ δὴ ταύταις πεφύκαμεν κρίνειν, καὶ οὐδὲν ἧττον ἀξιοῦσιν αὐτῶν τὰς μὲν ἀληθεῖς εἶναι, τὰς δὲ ψευδεῖς. Ἔπειτα δὲ σκοπῶν ἴδοι τις ἄν, οὐδὲ τῶν ἄλλων κριτηρίων αἰεὶ καὶ διὰ παντὸς ἀψευδὲς οὐδέν, οἷον λέγω ζυγόν, ἢ τόρνον, τι τῶν τοιούτων· ἀλλ’ ἕκαστον αὐτῶν, ὡδὶ μὲν ἔχον, ὑγιές ἐστιν· ὡδὶ δέ, μοχθηρόν· καὶ τουτονὶ μὲν χρωμένων τὸν τρόπον, ἀληθεύει· τουτονὶ δέ, ψεύδεται. Καὶ μὴν εἴγε πᾶσα αἴσθησις ἀληθὴς ἦν, οὐκ ἔδει τοσοῦτον διαφέρειν αὐτάς. Ἄλλαι γάρ εἰσιν ἐγγύθεν καὶ πόῥῥωθεν, καὶ νοσούντων καὶ ἐῤῥωμένων, καὶ τεχνιτῶν καὶ ἀτέχνων, καὶ φρονίμων καὶ ἀφρόνων. Τὰς δέ δὴ τῶν μεμηνότων παντάπασιν ἂν εἴη ἄτοπον λέγειν ἀληθεῖς εἶναι, καὶ τὰς τῶν παρορώντων καὶ παρακουόντων. Εὔηθες γὰρ ἂν ἦν τὸ λεγόμενον, ὡς ὁ παρορῶν ἤτοι ὁρᾷ ἢ οὐχ ὁρᾷ. Φαίη γὰρ ἄν τις, ὅτι ὁρᾷ μέν, ἀλλ’ οὐκ ὀρθῶς. Ὁπόταν μέντοι φῶσιν, ὡς ἡ μὲν αἴσθησις οὖσα ἄλογος οὐδὲν προστίθησιν, οὐδ’ ἀφαιρεῖ, φαίνονται τἀμποδὼν οὐχ ὁρῶντες. Ἐπὶ γὰρ τοῦ ἐρετμοῦ τοῦ ἐν τῷ ὕδατι, κἀπὶ τῶν γραφῶν καὶ μυρίων ἄλλων ἡ αἴσθησίς ἐστιν ἡ ἀπατῶσα. Διὸ καὶ μεμφόμεθα πάντες ἐπὶ τῶν τοιούτων οὐ τὸν νοῦν ἡμῶν, ἀλλὰ τὴν φαντασίαν. Ἐλέγχει γὰρ ὁ λόγος αὐτὸς ἑαυτόν, ἀξιῶν ἅπασαν ἀληθῆ φαντασίαν εἶναι. Τὴν γὰρ ἡμετέραν, δι’ ἣν οὐκ οἰόμεθα πᾶσαν εἶναι τοιαύτην, ψευδῆ πάντως ἀποφαίνει. Συμβαίνει τοίνυν αὐτοῖς ἅπασαν φαντασίαν ἀληθῇ καὶ ψευδῆ λέγειν εἶναι. Καθόλου δὲ ἁμαρτάνουσιν, ἀξιοῦντες, ὁποῖα ἂν ἡμῖν φαίνηται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι. Τοὐ. ναντίον γάρ, ὁποῖα πέφυκε, τοιαῦτα φαίνεται, καὶ οὐχ ἡμεῖς αὐτὰ ποιοῦμεν οὕτως ἔχειν, ἀλλ’ ὑπ’ ἐκείνων αὐτοὶ διατιθέμεθά πως. Ἐπεὶ καὶ γελοῖον εἴη ἄν, εἰ διανοηθείημεν ἡμεῖς, ὥσπερ οἱ ζωγράφοι καὶ πλάσται σκύλακας ἢ χιμαίρας, ἀξιοῦν εὐθὺς εἶναι ταῦτα, καὶ διὰ τοῦτο φαντάζεσθαι, καθάπερ εὐτρεπῆ παρέσται. Διότι μὲν οὖν οὐκ ὀρθῶς λέγουσιν, οἱ φάσκοντες εἶναι πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, δῆλον ἐκ τούτων. Ἀλλὰ γὰρ καὶ τούτων οὕτως ἐχόντων, αὖθις οἱ περὶ τὸν Ἐπίκουρον ἐκ τῆς Ἀριστίππου διαδοχῆς ὁρμώμενοι, πάντα ἡδονῆς ἐξῆπτον καὶ αἰσθήσεως, μόνα τὰ πάθη καταληπτὰ καὶ τέλος ἀγαθῶν τὴν ἡδονὴν εἶναι ὁριζόμενοι. Λέγεται δὲ Ἐπίκουρος ὑπὸ μέν τινων μηδενὸς ἀκηκοέναι, ἐντυχεῖν δὲ τοῖς τῶν παλαιῶν συγγράμμασιν, ὑπό τινων δ’ ὅτι ἤκουε Ξενοκράτους, ὕστερον δὲ καὶ Nαυσιφάνους τοῦ Πύῤῥωνος γενομένου γνωρίμου. Τίνα δὴ οὐν καὶ τὰ πρὸς αὐτὸν ἀντειρημένα τυγχάνει, θεασώμεθα.