4. Ἑξῆς δ’ ἂν εἷεν οἱ λέγοντες μόνα τὰ πάθη καταληπτά. Τοῦτο δ’ εἶπον ἔνιοι τῶν ἐκ τῆς Κυρήνης. Οὗτοι δ’ ἠξίουν, ὥσπερ ὑπὸ κάρου πιεζόμενοί τινες, οὐδὲν εἶναι τὸ παράπαν, εἰ μή τις παραστὰς αὐτοὺς παίοι καὶ κεντῴη. Καιόμενοι γὰρ ἔλεγον καὶ τεμνόμενοι γνωρίζειν, ὅτι πάσχοιέν τι· πότερον δὲ τὸ καῖον εἴη πῦρ, ἡ τὸ τέμνον σίδηρος, οὐκ ἔχειν εἰπεῖν. Τοὺς δὲ ταῦτα λέγοντας εὐθὺς ἔροιτό τις ἄν, εἰ δὴ τοῦτο γοῦν ἴσασιν αὐτοί, διότι πάσχουσί τι καὶ αἰσθάνονται. Μὴ εἰδότες μὲν γὰρ οὐδ’ εἰπεῖν δυνηθεῖεν ἄν τι μόνον ἴσασι τὸ πάθος. Εἱ δ’ αὖ γνωρίζουσιν, οὐκ ἂν εἴη μόνα τὰ πάθη καταληπτά. Τὸ γάρ, ἐγὼ καίομαι, λόγος ἦν καὶ οὐ πάθος. Ἀλλὰ μὴν ἀνάγκη γε τρία ταῦτα συνυφίστασθαι, τό τε πάθος αὐτό, καὶ τὸ ποιοῦν, καὶ τὸ πάσχον. Ὁ τοίνυν ἀντιλαμβανόμενος τοῦ πάθους πάντως αἰσθάνοιτ’ ἄν. Οὐ γὰρ δὴ ὅτι μέν, εἰ τύχοι, θερμαίνεται γνωριεῖ, πότερον δ’ αὐτὸς ἢ ὁ γείτων, ἀγνοήσει· καὶ νῦν ἢ πέρυσι· καὶ Ἀθήνῃσιν ἢ ἐν Αἰγύπτῳ, καὶ ζῶν ἢ τεθνεώς, ἔτι δὲ ἄνθρωπος ὢν ἢ λίθος. Οὐκοῦν εἴσεται καὶ ὑφ’ οὖ πάσχει. Καὶ γὰρ ἀλλήλους γνωρίζουσι, καὶ ὁδούς, καὶ πόλεις, καὶ τὴν τροφήν. Ὁ δ’ αὖ τεχνῖται τὰ ἐργαλεῖα τὰ αὑτῶν οἴδασι. Καὶ οἱ ἰατροὶ καὶ ναυτικοὶ σημειοῦνται τὰ μέλλοντα. Καὶ τῶν θηρίων οἱ κύνες εὑρίσκουσι τοὺς στίβους. Ἔτι γε μὴν ὁ πάσχων τι, πάντως ἢ ὡς οἰκείου τινός, ἢ ὡς ἀλλοτρίου πάθους ἀντιλαμβάνεται. Πόθεν οὖν ἕξει λέγειν, ὅτι τοῦτο μέν ἐστιν ἡδονή, τοῦτο δὲ πόνος; ἢ ὅτι γενόμενος ἢ ὁρῶν ἢ ἀκούων πάσχοι τι; καὶ τῇ μὲν γλώσσῃ γευόμενος, τοῖς δ’ ὄμμασιν ὁρῶν, τοῖς δ’ ὠσὶν ἀκούων ἢ πῶς ἴσασιν, ὅτι τοδὶ μὲν αἱρεῖσθαι χρῆν, τοδὶ δὲ φεύγειν; Εἰ δὲ μηδὲν τούτων γνοῖεν, οὐχ ἕξουσιν ὁρμήν, οὐδ’ ὄρεξιν· οὕτω δ’ οὐδ’ ἂν ζῷα εἶεν. Γελοῖοι γάρ εἰσιν, ὁπότε λέγοιεν, ὅτι ταῦτα μὲν αὐτοῖς συμβέβηκεν, οὐ μὴν ἴσασί γε πῶς καὶ τίνα τρόπον. Οὗτοι γὰρ οὐδ’ εἰ ἄνθρωποι πεφύκασιν, οὐδ’ εἰ ζῶσιν, ἔχοιεν ἂν εἰπεῖν· οὐκοῦν οὐδ’ εἰ λέγουσί τι καὶ ἀποφαίνονται. Πρὸς δὴ τοὺς τοιούτους τίς ἃν εἴη λόγος; θαυμάσαι μέν τις ἄν, εἰ ἀγνοοῦσι πότερον ἐπὶ τῆς γῆς εἰσιν, ἢ ἐν τῷ οὐρανῷ· πολλῷ δὲ θαυμασιώτερον, εἰ οὐκ οἴδασι, καὶ ταῦτα φάσκοντες φιλοσοφεῖν, ἆρά γε τὰ τέτταρα πλείονά ἐστιν ἢ τὰ τρία· καὶ τὸ ἓν καὶ τὰ δύο, πόσα ἐστίν. Οὐδὲ γὰρ ὁπόσους ἔχουσιν ἐπὶ τῶν χειρῶν δακτύλους οὗτοί γε δύνανται εἰπεῖν, οὐδὲ πότερον ἕκαστος αὐτῶν εἷς ἔστιν, ἡ πλείους. Ὥστε οὐδὲ τοὔνομα τὸ ἴδιον εἰδέναι ἄν,ᵃ οὐδὲ τὴν πατρίδα καὶ τὸν Ἀρίστιππον. Οὐκοῦν οὐδὲ τίνας φιλοῦσιν ἢ μισοῦσιν, οὐδὲ τίνων ἐπιθυμοῦσιν· οὐδ’ εἰ γελάσαιεν ἢ δακρύσαιεν, ἕξουσιν εἰπεῖν, οὐδ’ ὅτι τὸ μὲν εἴη γελοῖον, τὸ δὲ λυπηρόν. Δῆλον οὖν ὡς οὐδὲ τί νυνὶ λέγομεν ἡμεῖς, συνίασιν. Οὐδὲν οὖν οἵ γε τοιοῦτοι διαφέροιεν ἂν ἐμπίδων ἢ μυιῶν, καίτοι κἀκεῖνα γνωρίζει τὰ κατὰ φύσιν. Πρὸς δὴ τοὺς οὕτω διακειμένους, εἰ καὶ μυρία λέγειν ἔνεστιν, ἀλλ’ ἀρκεῖ γε καὶ ταῦτα. Ἕπεται τούτοις οὖν, συνεξετάσαι καὶ τοὺς τὴν ἐναντίαν βαδίζοντας, καὶ πάντα χρῆναι πιστεύειν ταῖς τοῦ σώματος αἰσθήσεσιν ὁρισαμένους, ὧν εἶναι Μητρόδωρον τὸν Χῖον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην. Τὸν μὲν οὖν Μητρόδωρον Δημοκρίτου ἔφασαν ἀκηκοέναι· ἀρχὰς δὲ ἀποφήνασθαι τὸ πλῆρες καὶ τὸ κενόν· ὧν τὸ μὲν ὅν, τὸ δὲ μὴ ὃν εἶναι. Γράφων γέ τοι περὶ φύσεως εἰσβολῇ ἐχρήσατο τοιαύτῃ· οὐδεὶς ἡμῶν οὐδὲν οἶδεν, οὐδ’ αὐτὸ τοῦτο πότερον οἴδαμεν, ἢ οὐκ οἴδαμεν. Ἥτις εἰσβολὴ κακὰς ἔδωκεν ἀφορμὰς τῷ μετὰ ταῦτα γενομένῳ Πύῤῥωνι. Προβὰς δέ φησιν, ὅτι πάντα ἐστίν, ὃ ἂν τις νοήσαι. Τὸν δὲ Πρωταγόραν λόγος ἔχει κεκλῆσθαι ἄθεον. Γράφων γέ τοι καὶ αὐτὸς περὶ θεῶν εἰσβολῇ τοιᾷδε ἐχρήσατο·ᵇ περὶ μὲν οὖν θεῶν οὐκ οἶδα οὔθ’ ὡς εἰσίν, οὔθ’ ὁποῖοί τινες ἀδέαν. Πολλὰ γάρ ἐστι τὰ κωλύοντά με ἕκαστον τούτων εἰδέναι. Τοῦτον Ἀθηναῖοι φυγῆ ζημιώσαντες, τὰς βίβλους αὐτοῦ δημοσίᾳ ἐν μέσῃ τῇ ἀγορᾷ κατέκαυσαν. Ἐπεὶ οὖν οἵδε μόναις δεῖν ἔφασαν ταῖς αἰ- σθήσεσι πιστεύειν, τὰς πρὸς αὐτοὺς ἀντιῤῥήσεις θεασώμεθα.