2. Ἄλλοι δ’ ἐγένοντο τούτοις τὴν ἐναντίαν φωνὴν ἀφιέντες. Οἴονται γὰρ δεῖν τὰς μὲν αἰσθήσεις καὶ τὰς φαντασίας καταβάλλειν, αὐτῷ δὲ μόνον τῷ λόγῳ πιστεύειν. Τοιαῦτα γάρ τινα πρότερον μὲν Ξενοφάνης, καὶ Παρμενίδης, καὶ Ζήνων, καὶ Μέλισσος ἔλεγον, ὕστερον δ’ οἱ περὶ Στίλπωνα καὶ τοὺς Μεγαρικούς. Ὅθεν ἠξίουν οὗτοί γε τὸ ὂν ἓν εἶναι, καὶ τὸ ἕτερον μὴ εἶναι, μηδὲ γεννᾶσθαί τι, μηδὲ φθείρεσθαι, μηδὲ κινεῖσθαι τὸ παράπαν. Τὸν μὲν οὖν πλείω πρὸς τούτους λόγον ἐσόμεθα φιλοσοφοῦντες· νυνὶ μέντοι πρὸς τοῦτο λεκτέον. Εἴποιμεν γὰρ ἄν, ὡς ὁ μὲν λόγος ἡμῶν εἴη τὸ θειότατον. οὐ μὴν ἀλλὰ δεῖ γε καὶ τῆς αἰσθήσεως, ὥσπερ γε δὴ καὶ σώματος. Ὅτι δὲ καὶ ἡ αἴσθησις ἀληθεύειν πέφυκε, δῆλον. Οὐ γὰρ οἷόν τε τὸν αἰσθανόμενον μὴ οὐχὶ πάσχειν τι· πάσχων δὲ τὸ πάθος ἂν εἰδείη· γνῶσις οὖν τίς ἐστι καὶ ἡ αἴσθησις. Ἀλλὰ μὴν εἰ τὸ αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἅπαν δὲ τὸ πάσχον ὑπό του πάσχει, πάντως ἂν ἕτερον εἴη τὸ ποιοῦν καὶ τὸ πάσχον. Ὥστε πρῶτον εἴη ἂν τὸ λεγόμενον ἕτερον· οἷον, τὸ χρῶμα καὶ ὁ ψόφος· ἔπειτα δὲ ἓν τὸ ὂν οὐκ ἔσται· καὶ μὴν οὐδὲ ἀκίνητον, ἡ γὰρ αἴσθησίς ἐστι κίνησις. Ταύτῃ βούλεται πᾶς τις κατὰ φύσιν ἔχειν τὰς αἰσθήσεις, ἅτε δὴ πιστεύων, οἶμαι, ταῖς ὑγιαινούσαις μᾶλλον ἢ ταῖς νοσούσαις. Εἰκότως ἄρα καὶ δεινός τις ἔρως αὐτῶν ἡμῖν ἐντέτηκεν. Οὐδείς γέ τοι μὴ μεμηνὼς ἕλοιτ’ ἄν ποτε μίαν αἴσθησιν ἀποβαλεῖν, ὅπως αὐτῷ πάντα τὰ ἄλλα ἀγαθὰ γένοιτο. Τοὺς δὲ διαβάλλοντας αὐτὰς ἐχρῆν, πεπεισμένους γε ὅτι μάτην ἔχοιεν αὐτάς, εἰπόντας ἅπερ ὁ Πάνδαρος λέγει παρὰ τῷ Ὁμήρῳ περὶ τῶν ἑαυτοῦ τόξων· Αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο ᵃ κάρη τάμοι ἀλλότριος φώς, εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην, χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ, τὸ μετὰ τοῦτο διαλυμήνασθαι πάσας τὰς αἰσθήσεις ἑαυτῶν. Οὕτω γὰρ ἄν τις ἐπίστευεν αὐτοῖς ἔργῳ διδάσκουσιν, ὡς εἰς οὐδὲν αὐτῶν δέοιντο. Νυνὶ δὲ τοῦτο ἀτοπώτατόν ἐστι. Ἀχρήστους γὰρ ἀποφαίνοντες αὐτὰς τῷ λόγῳ, τοῖς ἔργοις τὰ μάλιστα χρώμένοι διατελοῦσιν αὐταῖς. Ὅ γέ τοι Μέλισσος ἐθέλων ἐπιδεικνύναι, ὅτι τῶν φαινομένων καὶ ἐν ὄψει, τούτων οὐδὲν εἴη τῷ ὄντι, διὰ τῶν φαινομένων ἀποδείκνυσιν ᵇ αὐτῶν. Φησὶ γοῦν· εἰ γάρ ἐστι γῆ, καὶ ὕδωρ, καὶ ἀήρ, καὶ πῦρ, καὶ σίδηρος, καὶ χρυσός· καὶ τὸ μὲν ζῶν, τὸ δὲ τεθνηκός, καὶ μέλαν, καὶ λευκόν, καὶ τὰ ἄλλα πάντα ὅσα φασὶν εἶναι ἄνθρωποι ἀληθῶς, ἢ καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι ἐχρῆν καὶ τὸ ὂν τοιοῦτον, οἷον πρῶτον ἔδοξεν ἡμῖν εἶναι, καὶ μὴ μεταπίπτειν, μηδὲ γίνεσθαι ἕτερον, ἀλλ’ εἶναι ὅμοιον, οἷόν περ ἐστιν ἕκαστον. Νῦν δὲ ἔφαμεν ὀρθῶς ὁρᾷν, καὶ ἀκούειν, καὶ συνιέναι. Δοκεῖ δὲ ἡμῖν τὸ θερμόν, καὶ ψυχρὸν γίνεσθαι· καὶ τὸ ψυχρόν, θερμόν, καὶ τὸ σκληρόν, μαλακόν, καὶ τὸ μαλακόν, σκληρόν. Ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα λέγοντος αὐτοῦ, καὶ μάλα εἰκότως ἐπύθετό τις ἄν, ἀρ’ οὖν ὅτι δ’ νῦν θερμόν ἐστι, κἄπειτα τοῦτο γίνεται ψυχρόν, οὐκ αἰσθόμενος ἔγνως; Ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων. Ὅπερ γὰρ ἔφην, εὑρεθείη ἂν οὐδέν, ἀλλ’ ἢ τὰς αἰσθήσεις ἀναιρῶν καὶ ἐλέγχων, διὰ τὸ μάλιστα πιστεύειν αὐταῖς. Ἀλλὰ γὰρ οἱ μὲν τοιοῦτοι λόγοι σχεδὸν ἱκανὰς ἤδη δεδώκασιν εὐθύνας. Ἐξίτηλοί γέ τοι γεγόνασιν, ὡς εἰ μηδὲ ἐλέχθησαν ᶜ τὸ παράπαν. Ἤδη μέντοι θαῤῥοῦντες λέγωμεν ὀρθῶς φιλοσοφεῖν τοὺς καὶ τὰς αἰσθήσεις καὶ τὸν λόγον ἐπὶ τὴν γνῶσιν τὴν τῶν πραγμάτων παραλαμβάνοντας. Τοιοίδε μὲν οὖν οἱ ἀμφὶ τὸν Ξενοφάνην, ὅς δὴ λέγεται συνακμάσαι τοῖς ἀμφὶ Πυθαγόραν καὶ Ἀναξαγόραν. Ξενοφάνους δὲ ἀκουστὴς γέγονε Παρμενίδης· τούτου Μέλισσος, οὗ Ζήνων, οὗ Λεύκιππος, οὗ Δημόκριτος, οὗ Πρωταγόρας, καὶ Nεσσᾶς· τοῦ δὲ Nεσσᾶ Μητρόδωρος, οὗ Διογένης, οὗ Ἀνάξαρχος. Ἀναξάρχου δὲ γνώριμος γέγονε Πύῤῥων, ἀφ’ οὗ ἡ τῶν Σκεπτικῶν ἐπικληθέντων διατριβὴ συνέστη· οὓς καὶ αὐτοὺς μηδὲν εἶναι τοπαράπαν, μήτε γ’ ἐν αἰσθήσει, μήτ’ ἐν λόγῳ καταληπτὸν ὁριζομένους, ἐπέχοντας δ’ ἐν πᾶσιν, ὅπως ἀπήλεγχον οἱ ἀντιδοξάζοντες, μαθεῖν πάρεστιν ἀπὸ τοῦ δηλωθέντος συγγράμματος, ὧδέ πη πρὸς λέξιν ἔχοντος.