2. Ἄλλοι δ’ ἐγένοντο τούτοις τὴν ἐναντίαν φωνὴν ἀφιέντες. Οἴονται γὰρ δεῖν τὰς μὲν αἰσθήσεις καὶ τὰς φαντασίας καταβάλλειν, αὐτῷ δὲ μόνον τῷ λόγῳ πιστεύειν. Τοιαῦτα γάρ τινα πρότερον μὲν Ξενοφάνης, καὶ Παρμενίδης, καὶ Ζήνων, καὶ Μέλισσος ἔλεγον, ὕστερον δ’ οἱ περὶ Στίλπωνα καὶ τοὺς Μεγαρικούς. Ὅθεν ἠξίουν οὗτοί γε τὸ ὂν ἓν εἶναι, καὶ τὸ ἕτερον μὴ εἶναι, μηδὲ γεννᾶσθαί τι, μηδὲ φθείρεσθαι, μηδὲ κινεῖσθαι τὸ παράπαν. Τὸν μὲν οὖν πλείω πρὸς τούτους λόγον ἐσόμεθα φιλοσοφοῦντες· νυνὶ μέντοι πρὸς τοῦτο λεκτέον. Εἴποιμεν γὰρ ἄν, ὡς ὁ μὲν λόγος ἡμῶν εἴη τὸ θειότατον. οὐ μὴν ἀλλὰ δεῖ γε καὶ τῆς αἰσθήσεως, ὥσπερ γε δὴ καὶ σώματος. Ὅτι δὲ καὶ ἡ αἴσθησις ἀληθεύειν πέφυκε, δῆλον. Οὐ γὰρ οἷόν τε τὸν αἰσθανόμενον μὴ οὐχὶ πάσχειν τι· πάσχων δὲ τὸ πάθος ἂν εἰδείη· γνῶσις οὖν τίς ἐστι καὶ ἡ αἴσθησις. Ἀλλὰ μὴν εἰ τὸ αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἅπαν δὲ τὸ πάσχον ὑπό του πάσχει, πάντως ἂν ἕτερον εἴη τὸ ποιοῦν καὶ τὸ πάσχον. Ὥστε πρῶτον εἴη ἂν τὸ λεγόμενον ἕτερον· οἷον, τὸ χρῶμα καὶ ὁ ψόφος· ἔπειτα δὲ ἓν τὸ ὂν οὐκ ἔσται· καὶ μὴν οὐδὲ ἀκίνητον, ἡ γὰρ αἴσθησίς ἐστι κίνησις. Ταύτῃ βούλεται πᾶς τις κατὰ φύσιν ἔχειν τὰς αἰσθήσεις, ἅτε δὴ πιστεύων, οἶμαι, ταῖς ὑγιαινούσαις μᾶλλον ἢ ταῖς νοσούσαις. Εἰκότως ἄρα καὶ δεινός τις ἔρως αὐτῶν ἡμῖν ἐντέτηκεν. Οὐδείς γέ τοι μὴ μεμηνὼς ἕλοιτ’ ἄν ποτε μίαν αἴσθησιν ἀποβαλεῖν, ὅπως αὐτῷ πάντα τὰ ἄλλα ἀγαθὰ γένοιτο. Τοὺς δὲ διαβάλλοντας αὐτὰς ἐχρῆν, πεπεισμένους γε ὅτι μάτην ἔχοιεν αὐτάς, εἰπόντας ἅπερ ὁ Πάνδαρος λέγει παρὰ τῷ Ὁμήρῳ περὶ τῶν ἑαυτοῦ τόξων· Αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο ᵃ κάρη τάμοι ἀλλότριος φώς, εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην, χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ, τὸ μετὰ τοῦτο διαλυμήνασθαι πάσας τὰς αἰσθήσεις ἑαυτῶν. Οὕτω γὰρ ἄν τις ἐπίστευεν αὐτοῖς ἔργῳ διδάσκουσιν, ὡς εἰς οὐδὲν αὐτῶν δέοιντο. Νυνὶ δὲ τοῦτο ἀτοπώτατόν ἐστι. Ἀχρήστους γὰρ ἀποφαίνοντες αὐτὰς τῷ λόγῳ, τοῖς ἔργοις τὰ μάλιστα χρώμένοι διατελοῦσιν αὐταῖς. Ὅ γέ τοι Μέλισσος ἐθέλων ἐπιδεικνύναι, ὅτι τῶν φαινομένων καὶ ἐν ὄψει, τούτων οὐδὲν εἴη τῷ ὄντι, διὰ τῶν φαινομένων ἀποδείκνυσιν ᵇ αὐτῶν. Φησὶ γοῦν· εἰ γάρ ἐστι γῆ, καὶ ὕδωρ, καὶ ἀήρ, καὶ πῦρ, καὶ σίδηρος, καὶ χρυσός· καὶ τὸ μὲν ζῶν, τὸ δὲ τεθνηκός, καὶ μέλαν, καὶ λευκόν, καὶ τὰ ἄλλα πάντα ὅσα φασὶν εἶναι ἄνθρωποι ἀληθῶς, ἢ καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι ἐχρῆν καὶ τὸ ὂν τοιοῦτον, οἷον πρῶτον ἔδοξεν ἡμῖν εἶναι, καὶ μὴ μεταπίπτειν, μηδὲ γίνεσθαι ἕτερον, ἀλλ’ εἶναι ὅμοιον, οἷόν περ ἐστιν ἕκαστον. Νῦν δὲ ἔφαμεν ὀρθῶς ὁρᾷν, καὶ ἀκούειν, καὶ συνιέναι. Δοκεῖ δὲ ἡμῖν τὸ θερμόν, καὶ ψυχρὸν γίνεσθαι· καὶ τὸ ψυχρόν, θερμόν, καὶ τὸ σκληρόν, μαλακόν, καὶ τὸ μαλακόν, σκληρόν. Ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα λέγοντος αὐτοῦ, καὶ μάλα εἰκότως ἐπύθετό τις ἄν, ἀρ’ οὖν ὅτι δ’ νῦν θερμόν ἐστι, κἄπειτα τοῦτο γίνεται ψυχρόν, οὐκ αἰσθόμενος ἔγνως; Ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων. Ὅπερ γὰρ ἔφην, εὑρεθείη ἂν οὐδέν, ἀλλ’ ἢ τὰς αἰσθήσεις ἀναιρῶν καὶ ἐλέγχων, διὰ τὸ μάλιστα πιστεύειν αὐταῖς. Ἀλλὰ γὰρ οἱ μὲν τοιοῦτοι λόγοι σχεδὸν ἱκανὰς ἤδη δεδώκασιν εὐθύνας. Ἐξίτηλοί γέ τοι γεγόνασιν, ὡς εἰ μηδὲ ἐλέχθησαν ᶜ τὸ παράπαν. Ἤδη μέντοι θαῤῥοῦντες λέγωμεν ὀρθῶς φιλοσοφεῖν τοὺς καὶ τὰς αἰσθήσεις καὶ τὸν λόγον ἐπὶ τὴν γνῶσιν τὴν τῶν πραγμάτων παραλαμβάνοντας. Τοιοίδε μὲν οὖν οἱ ἀμφὶ τὸν Ξενοφάνην, ὅς δὴ λέγεται συνακμάσαι τοῖς ἀμφὶ Πυθαγόραν καὶ Ἀναξαγόραν. Ξενοφάνους δὲ ἀκουστὴς γέγονε Παρμενίδης· τούτου Μέλισσος, οὗ Ζήνων, οὗ Λεύκιππος, οὗ Δημόκριτος, οὗ Πρωταγόρας, καὶ Nεσσᾶς· τοῦ δὲ Nεσσᾶ Μητρόδωρος, οὗ Διογένης, οὗ Ἀνάξαρχος. Ἀναξάρχου δὲ γνώριμος γέγονε Πύῤῥων, ἀφ’ οὗ ἡ τῶν Σκεπτικῶν ἐπικληθέντων διατριβὴ συνέστη· οὓς καὶ αὐτοὺς μηδὲν εἶναι τοπαράπαν, μήτε γ’ ἐν αἰσθήσει, μήτ’ ἐν λόγῳ καταληπτὸν ὁριζομένους, ἐπέχοντας δ’ ἐν πᾶσιν, ὅπως ἀπήλεγχον οἱ ἀντιδοξάζοντες, μαθεῖν πάρεστιν ἀπὸ τοῦ δηλωθέντος συγγράμματος, ὧδέ πη πρὸς λέξιν ἔχοντος. 3. Ἀναγκαίως δ’ ἔχει πρὸ παντός, διασκέψασθαι περὶ τῆς ἡμῶν αὐτῶν γνώσεως. Εἰ γὰρ αὐ μηδὲν πεφύκαμεν γνωρίζειν, οὐδὲν ἔτι δεῖ περὶ τῶν ἄλλων σκοπεῖν. Ἐγένοντο μὲν οὖν καὶ τῶν πάλαι τινές, οἱ ἀφέντες τήνδε τὴν φωνήν, οἷς ἀντείρηκεν ὁ Ἀριστοτέλης. Ἴσχυσε μέντοι τοιαῦτα λέγων καὶ Πύῤῥων ὁ Ἠλεῖος· ἀλλ’ αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν. Ὁ δέ γε μαθητὴς αὐτοῦ Τίμων φησί, δεῖν τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία ταῦτα βλέπειν· πρῶτον μέν, ὁποῖα πέφυκε τὰ πράγματα· δεύτερον δέ, τίνα χρὴ τρόπον ἡμᾶς πρὸς αὐτὰ διακεῖσθαι· τελευταῖον δέ, τί περιέσται τοῖς οὕτως ἔχουσι. Τὰ μὲν οὖν πράγματά φησιν αὐτὸν ἀποφαίνειν ἐπίσης ἀδιάφορα, καὶ ἀστάθμητα, καὶ ἀνέγκριτα· διὰ τοῦτο μήτε τὰς αἰσθήσεις ἡμῶν, μήτε τὰς δόξας ἀληθεύειν ἢ ψεύδεσθαι. Διὰ τοῦτο οὖν μηδὲ πιστεύειν αὐταῖς δεῖν, ἀλλ’ ἀδοξάστους καὶ ἀκλινεῖς καὶ ἀκραδάντους εἶναι, περὶ ἑνὸς ἑκάστου λέγοντας, ὅτι οὐ μᾶλλόν ἐστιν, ἢ οὐκ ἔστιν, ἢ καὶ ἔστι, καὶ οὐκ ἔστιν, οὐδ’ οὐκ ἔστιν. ᵃ Τοῖς μέντοι διακειμένοις οὕτω περιέσεσθαι Τίμων φησί, πρῶτον ἀφασίαν, ἔπειτα δ’ ἀταραξίαν, Αἰνησίδημος δὲ ἡδονήν. Τὰ μὲν οὖν κεφάλαια τῶν λεγομένων ἐστὶ ταῦτα. Σκεψώμεθα δ’ εἰ ὀρθῶς λέγουσιν. Ἐπεὶ τοίνυν ἐπίσης ἀδιάφορα πάντα φασὶν εἶναι, καὶ διὰ τοῦτο κελεύουσι μηδενὶ προστίθεσθαι, μηδὲ δοξάζειν, εἰκότως ἄν, οἶμαι, πύθοιτό τις αὐτῶν· ἆρά γε διαμαρτάνουσιν οἱ διαφέρειν αὐτὰ νομίζοντες, ἢ οὔ; Πάντως γάρ, εἰ μὲν ἁμαρτάνουσιν, οὐκ ὀρθῶς ὑπολαμβάνοιεν ἄν. Ὥστε ἀνάγκη λέγειν αὐτοῖς εἶναί τινας, τοὺς τὰ ψευδῆ περὶ τῶν ὄντων δοξάζοντας· αὐτοὶ τοίνυν εἶεν ἂν οἱ τἀληθῆ λέγοντες· οὕτω δὲ εἴη ἂν ἀληθές τε καὶ ψεῦδος. Εἰ δ’ οὐχ ἁμαρτάνομεν οἱ πολλοί, τὰ ὄντα διαφέρειν οἰόμενοι, τί παθόντες ἐπιπλήττουσιν ἡμῖν; αὐτοὶ γὰρ ἁμαρτάνοιεν ἄν, ἀξιοῦντες μὴ διαφέρειν αὐτά. Καὶ μὴν εἰ καὶ δοίημεν ᵇ αὐτοῖς, ἐπίσης ἀδιάφορα πάντα εἶναι, δῆλον ὡς οὐκ ἂν διαφέροιεν οὐδ’ αὐτοὶ τῶν πολλῶν. Τίς οὖν εἴη ἂν αὐτῶν ἡ σοφία; καὶ διὰ τί Τίμων τοῖς μὲν ἄλλοις λοιδορεῖται πᾶσι, Πύῤῥωνα δ’ ὑμνεῖ μόνον; Ἔτι γε μήν, εἰ ἐπίσης ἐστὶν ἀδιάφορα πάντα, καὶ διὰ τοῦτο χρὴ μηδὲν δοξάζειν, οὐκ ἂν οὐδὲ ταῦτα διαφέροι· λέγω δὲ τὸ διαφέρειν, ἢ μὴ διαφέρειν, καὶ τὸ δοξάζειν, ἢ μὴ δοξάζειν. Τί γὰρ μᾶλλον ταῦτά ἐστιν, ἢ οὐκ ἔστιν; ἤ, ὥς φησι Τίμων, διὰ τί, ναί, καὶ διὰ τί, οὔ; καὶ αὐτὸ τὸ διὰ τί; φανερὸν οὖν ὡς ἀναιρεῖται τὸ ζητεῖν. Ὥστε παυσάσθωσαν ἐνοχλοῦντες. Ἐπεὶ νῦν γε μεμήνασι, πόῤῥω τέχνης ἅμα μὲν ἡμῖν διακελευόμενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ τοῦτο ποιεῖν· καὶ λέγοντες ὡς περὶ οὐδενὸς ἀποφαίνεσθαι δέοι, κἄπειτα ἀποφαινόμενοι· καὶ ἀξιοῦσι μὲν μηδενὶ συγκατατίθεσθαι, πείθεσθαι δ’ αὐτοῖς κελεύουσιν. Εἶτα λέγοντες μηδὲν εἰδέναι, πάντας ἐλέγχουσιν ὡς εὖ εἰδότες. Ἀνάγκη δὲ ᶜ τοὺς φάσκοντας ὡς ἄδηλα πάντα εἴη, δυεῖν θάτερον, ἢ σιωπᾷν, ἢ ἀποφαίνεσθαί τι καὶ λέγειν. Εἰ μὲν οὖν ἡσυχίαν ἄγοιεν, δῆλον ὅτι πρός γε τοὺς τοιούτους οὐδεὶς ἂν εἴη λόγος· εἰ δ’ ἀποφαίνοιντο, πάντη τε καὶ πάντως ἢ εἶναί τι φαῖεν ἄν, ἢ μὴ εἶναι, καθάπερ ἀμέλει νυνί φασιν ὡς εἴη πάντα ἄγνωστα καὶ νομιστὰ πᾶσι, γνωστὸν δ’ οὐδέν που. Ὁ τοίνυν ἀξιῶν ἤ τι δηλοῖ πρᾶγμα, καὶ ἔνεστιν αὐτὸ συνεῖναι λεγόμενον, ἢ οὐκ ἔνεστιν. Ἀλλ' εἰ μὲν οὐ δηλοῖ, καθάπαξ οὐδεὶς οὐδ’ οὕτω πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. Εἰ δὲ σημαίνοι, πάντως ἢ ἄπειρα λέγοι ἄν, ἢ πεπερασμένα. Καὶ εἰ μὲν ἄπειρα, οὐδ’ ὅλως ἂν εἴη λόγος πρὸς αὐτόν· ἀπείρου γὰρ γνῶσις οὐκ ἔστι. Πεπερασμένων δὲ ὄντων τῶν δηλουμένων, ἢ ἑνὸς ὁτουοῦν· ὁ τοῦτο λέγων ὁρίζει τι καὶ κρίνει. Πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα πάντα εἴη ἄν; Εἰ δὲ φαίη ταῦτα καὶ εἶναι καὶ μὴ εἶναι, πρῶτον μὲν ἔσται ταὐτὸ καὶ ἀληθὲς καὶ ψεῦδος· ἔπειτα δὲ ἐρεῖ τι καὶ οὐκ ἐρεῖ, καὶ λόγῳ χρώμενος ἀναιρήσει λόγον. Ἔτι δὲ ὁμολογῶν ψεύδεσθαι, πιστεύειν ἑαυτῷ φησι δεῖν. Ἄξιον δὲ ζητῆσαι, πόθεν καὶ μαθόντες ἄδηλα πάντα φασὶν εἶναι. Δεῖ γὰρ εἰδέναι πρότερον αὐτούς, τί δήποτ’ ἐστὶ τὸ δῆλον· οὕτω γοῦν ἂν ἔχοιεν λέγειν, ὡς οὐκ εἴη τὰ πράγματα τοιαῦτα. Πρῶτον γὰρ εἰδέναι χρὴ τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν. Εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν ἐστι τὸ δῆλον, οὐκ ἂν εἰδεῖεν οὐδέ τι τὸ ἄδηλον. Ὁπόταν γε μὴν Αἰνησίδημος ἐν τῇ ὑποτυπώσει τοὺς ἐννέα διεξίῃ τρόπους· κατὰ τοσούτους γὰρ ἀποφαίνειν ἄδηλα τὰ πράγματα πεπείραται· πότερον αὐτὸν φῶμεν εἰδότα λέγειν αὐτούς, ἢ ἀγνοοῦντα; Φησὶ γὰρ ὅτι τὰ ζῷα διαφέρει, καὶ ἡμεῖς αὐτοί, καὶ αἱ πόλεις καὶ οἱ βίοι, καὶ τὰ ἔθη, καὶ οἱ νόμοι. Καὶ τὰς αἰσθήσεις δέ φησιν ἡμῶν ἀσθενεῖς εἶναι, καὶ πολλὰ τὰ ἔξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα, καὶ μεγέθη, καὶ κινήσεις· ἔτι δὲ τὸ μὴ ὁμοίως διακεῖσθαι νέους καὶ πρεσβυτέρους καὶ ἐγρηγορότας καὶ κοιμωμένους, καὶ ὑγιαίνοντας καὶ νοσοῦντας· οὐδενός τε ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσθαι. Πάντα γὰρ εἶναι συγκεχυμένα, καὶ πρός τι λεγόμενα. Ταῦτα δέ, φημί, καὶ τὰ τοιαῦτα κομψολογοῦντα αὐτόν, ἡδέως ἄν τις ἔροιτο· ᵈ πότερον εὖ εἰδὼς λέγοι διότι τὰ πράγματα τοῦτον ἔχει τὸν τρόπον, ἢ ἀγνοῶν. Εἰ μὲν γὰρ οὐκ ᾔδει, πῶς ἂν ἡμεῖς αὐτῷ πιστεύοιμεν; εἰ δ' ἐγίνωσκε, κομιδῇ τις ἦν ἠλίθιος, ἅμα μὲν ἄδηλα πάντα ἀποφαινόμενος, ἅμα δὲ τοσαῦτα λέγων εἰδέναι. Καὶ μὴν ὁπότε γε τὰ τοιαῦτα διεξίοιεν, οὐδὲν ἀλλ’ ἢ ἐπαγωγήν τινα λέγουσι, δεικνύντες ὁποῖ’ ἄττα εἴη τὰ φαινόμενα καὶ τὰ καθ’ ἕκαστα. Τὸ δὲ τοιοῦτο καὶ ἔστι καὶ λέγεται πίστις. Εἰ μὲν οὖν αὐτῇ συγκατατίθενται, δῆλον ὅτι δοξάζουσιν· εἰ δ’ οὐ πιστεύουσιν, οὐδ’ ἂν ἡμεῖς προσέχοιμεν αὐτοῖς. Ὅ γε μὴν Τίμων ἐν τῷ Πύθωνι διηγεῖται μακρόν τινα κατατείνας λόγον, ὡς ἐντύχοι τῷ Πύῤῥωνι βαδίζοντι Πυθοῖδε, παρὰ τὸ ἱερὸν τοῦ Ἀμφιαράου, καὶ τίνα διαλεχθεῖεν ἀλλήλοις. Ἆρ' οὐκ εὐλόγως ἄν τις αὐτῷ ταῦτα συγγράφοντι παραστὰς εἴποι, τί, ὦ πονηρέ, ἐνοχλεῖς σεαυτῷ ταῦτα συγγράφων, καὶ ἃ μὴ οἶσθα διηγούμενος. Τί γὰρ μᾶλλον ἐνέτυχες αὐτῷ καὶ διελέχθης, ᵉ ἢ οὐ διελέχθης; Αὐτός τε ἐκεῖνος ὁ θαυμαστὸς Πύῤῥων, ἆρά γε ᾔδει τὸ διὰ τί βαδίζοι Πύθια θεασόμενος; ἢ καθάπερ οἱ μεμηνότες ἐπλανᾶτο κατὰ τὴν ὁδόν; Ἡνίκα δὲ ἤρξατο κατηγορεῖν τῶν ἀνθρώπων καὶ τῆς ἀγνοίας αὐτῶν, ἆρά γε φῶμεν αὐτὸν ἀληθῆ λέγειν, ἢ μή; Ἆρά γε καὶ τὸν Τίμωνα παθεῖν τι, καὶ συγκαταθέσθαι τοῖς λόγοις, ἢ μὴ προσέχειν; Εἰ μὲν γὰρ οὐκ ἐπείσθη, πῶς ἀντὶ χορευτοῦ φιλόσοφος ἐγένετο, καὶ τὸν Πύῤῥωνα διετέλεσε θαυμάζων; Εἰ δὲ συγκατέθετο τοῖς λεγομένοις, ἄτοπος ἂν εἴη τις, αὐτὸς μὲν φιλοσοφῶν, ἡμᾶς δὲ κωλύων. Ἁπλῶς δὲ θαυμάσαι τις ἄν, οἱ Τίμωνος σίλλοι, καὶ αἱ κατὰ πάντων ἀνθρώπων βλασφημίαι, καὶ αἱ κακαὶ στοιχειώσεις Αἰνησιδήμου, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος τῶν λόγων τί δήποτε βούλεται αὐτοῖς. Εἰ μὲν γὰρ οἰόμενοι κρείττους ἡμᾶς ἀπεργάσεσθαι, ταῦτα γεγράφασι, καὶ διὰ τοῦτο πάντας οἴονται δεῖν ἐλέγχειν, ὅπως παυσώμεθα φλυαροῦντες, βούλονται δηλονότι τὴν ἀλήθειαν ἡμᾶς εἰδέναι, καὶ ὑπολαβεῖν, ὅτι τοιαῦτα εἴη τὰ πράγματα, καθάπερ ἀξιοῖ Πύῤῥων. Ὥστε εἰ πεισθείημεν αὐτοῖς, ἐκ χειρόνων βελτίους ἂν γενοίμεθα, κρίναντες τὰ συμφορώτερα, καὶ τοὺς ἄμεινον λέγοντας ἀποδεξάμενοι. Πῶς οὖν ἐπ’ ἴσης ἀδιάφορα τὰ πράγματα, καὶ ἀνεπίκριτα δύναιτ’ ἄν εἶναι; καὶ πῶς ἀσυγκατάθετοι καὶ ἀδόξαστοι γενοίμεθ’ ἄν; Εἰ δ’ οὐδὲν ὄφελός ἐστι τῶν λόγων, τί ἡμῖν ἐνοχλοῦσιν; ἢ διὰ τί Τίμων φησίν. Οὐκ ἂν δὴ Πύῤῥωνί γ’ ἐρίσειεν βροτὸς ἄλλος. Οὐ γὰρ μᾶλλον Πύῤῥωνα θαυμάσαι τις ἄν, ἢ τὸν Κόρυβον ᵍ ἐκεῖνον, ἢ τὸν Μελιτίδην, ʰ οἳ δὴ δοκοῦσι μωρίᾳ διενεγκεῖν. Ἐνθυμεῖσθαι μέντοι χρὴ καὶ ταῦτα. Ὁποῖος γὰρ ἂν γένοιτο πολίτης, ἢ δικαστής, ἢ σύμβουλος, ἢ φίλος, ἢ ἁπλῶς εἰπεῖν ἄνθρωπος, ὅ γε τοιοῦτος; ἢ τί τῶν κακῶν οὐ τολμήσειεν ἂν ὁ μηδὲν ὡς ἀληθῶς οἰόμενος εἶναι κακόν, ἢ αἰσχρόν, ἢ δίκαιον, ἢ ἄδικον; Οὐδὲ γὰρ ἐκεῖνο φαίη τις ἄν, ὅτι τοὺς νόμους δεδοίκασι κριτάς, καὶ τὰς τιμωρίας οἱ τοιοῦτοι. Πῶς γὰρ οἵ γε ἀπαθεῖς καὶ ἀτάραχοι, καθάπερ αὐτοί φασιν, ὄντες; ὅ γέ τοι Τίμων ⁱ ταῦτα καὶ λέγει περὶ τοῦ Πύῤῥωνος· ἀλλ' οἷον ᵏ τὸ ἄτυφον ἐγνὼ ἴδον ἠδ' ἀδάμαστον ˡ πᾶσιν ὅσοις δαμνᾶται, ἅμ' ἀῤῥήτοις τε φατοῖς τε λαῶν ἔθνεα κοῦφα βαρυνόμεν’ ἔνθα καὶ ἔνθα ἐκ παθέων δόξης τε καὶ εἰκαίης νομοθήκης. Ὁπόταν μέντοι φῶσι τὸ σοφὸν δὴ τοῦτο, ὅτι δέοι κατακολουθοῦντα φύσει καὶ τοῖς ἔθεσι ζῆν, μηδενὶ μέντοι συγκατατίθεσθαι, πάνυ τινές εἰσιν εὐήθεις. Εἰ γὰρ μηδενὶ ἄλλῳ, τούτῳ γοῦν αὐτῷ δέοι ἂν συγκαταθέσθαι, ταθέσθαι, καὶ ὑπολαβεῖν οὕτως ἔχειν αὐτό. Τὶ δὲ μᾶλλον τῇ φύσει καὶ τοῖς ἔθεσι δεῖ κατακολουθεῖν, ἢ οὐ δεῖ, μὴ εἰδότας γε δὴ μηδέν, μηδὲ ἔχοντάς τι ὅτῳ κρινοῦμεν; Ἐκεῖνο μέν γὰρ καὶ παντάπασίν ἐστι ἠλίθιον, ἐπειδὰν λέγωσιν, ὅτι καθάπερ τὰ καθαρτικὰ φάρμακα συνεκκρίνει μετὰ τῶν περιττωμάτων καὶ ἑαυτά, τὸν αὐτὸν τρόπον καὶ ὁ πάντα ἀξιῶν εἶναι λόγος ἄδηλα, μετὰ τῶν ἄλλων ἀναιρεῖ καὶ ἑαυτόν. Εἰ γὰρ αὐτὸς αὑτὸν ἐλέγχοι, ληροῖεν ἂν οἱ χρώμενοι τούτῳ. Βέλτιον οὖν ἡσυχίαν ἄγειν αὐτούς, καὶ μηδὲ τὸ στόμα διαίρειν. Ἀλλὰ μὴν οὐδ’ ὅμοιον ἔχει τι τὸ καθαρτικὸν φάρμακον, καὶ ὁ τούτων λόγος. Τὸ μὲν γὰρ φάρμακον ἐκκρίνεται, κἀν τοῖς σώμασιν οὐχ ὑπομένει· τὸν μέντοι λόγον ἐν ταῖς ψυχαῖς ὑπάρχειν δεῖ τὸν αὐτὸν ὄντα, καὶ πιστευόμενον αἰεί. Μόνος γὰρ οὕτος εἴη ἂν ὁ ποιῶν ἀσυγκαταθέτους. Ὅτι δ’ οὐκ οἴονται τὸν ἄνθρωπον ἀδόξαστον εἶναι, καὶ ὡδὶ καταμάθοι τις ἄν. Ἀδύνατον γὰρ τὸν αἰσθανόμενον μὴ αἰσθάνεσθαι. Τὸ δὲ αἰσθάνεσθαι γνωρίζειν τι ἦν. Ὅτι δὲ καὶ πιστεύει τῇ αἰσθήσει, πᾶσι φανερόν. Ἀκριβέστερον γὰρ θέλων ἰδεῖν ἀπέψησε τὼ ὀφθαλμώ, καὶ προσῆλθεν ἐγγύτερον, καὶ ἐπιλλίσατο. Καὶ μὴν ἡδόμενοί γε καὶ πονοῦντες ἴσμεν. Οὐδὲ γὰρ οἷόν τε τὸν καιόμενον ἢ τεμνόμενον ἀγνοεῖν. Τὰς δὲ δὴ μνήμας καὶ ἀναμνήσεις τίς οὐκ ἂν φαίη μεθ’ ὑπολήψεως γίγνεσθαι; Περὶ μὲν γὰρ τῶν κοινῶν ἐννοιῶν, ὅτι τὸ τοιοῦτον ἄνθρωπός ἐστιν, ἔτι δὲ περὶ τῶν ἐπιστημῶν καὶ τεχνῶν, τί λέγοι τις ἄν; Οὐδὲν γὰρ ἂν ἦν ᵐ τούτων, εἰ μὴ πεφύκειμεν ὑπολαμβάνειν. Ἀλλ’ ἔγωγε ἐῶ τἆλλα. Τοῖς μέντοι λεγομένοις ὑπὸ τούτων ἐάν τε πιστεύωμεν, ἐάν τε ἀπιστῶμεν, ἀναγκαίως ἔχει δοξάζειν πάντη τε καὶ πάντως. Ὅτι μὲν οὖν ἀμήχανόν ἐστι φιλοσοφεῖν τὸν τρόπον τοῦτον, φανερόν. Ὅτι δὲ καὶ παρὰ φύσιν, καὶ παρὰ τοὺς νόμους, ὡδὶ κατίδοιμεν ἄν. Εἰ μὲν γὰρ τῷ ὄντι τὰ πράγματα τοιαῦτα εἴη, τί λοιπὸν ἀλλ’ ἢ καθάπερ ἐν ὕπνῳ, ζῆν ἡμᾶς εἰκῆ καὶ ἐμπλήκτως; Ὥστε φλυαροῖεν ἂν οἱ νομοθέται, καὶ στρατηγοί, καὶ οἱ παιδεύοντες. Ἀλλ’ ἔμοιγε δοκοῦσιν οἱ μὲν ἄλλοι πάντες ἄνθρωποι ζῆν κατὰ φύσιν, μόνοι μέντοι τετυφῶσθαι, μᾶλλον δὲ μεμηνέναι μανίαν ἐῤῥωμένην οἱ ταῦτα ληροῦντες. Οὐχ ἥκιστα μέντοι τοῦτο καταμάθοι τις ἂν κἀκεῖθεν. Ἀντίγονος γὰρ ὁ Καρύστιος κατὰ τοὺς αὐτοὺς γενόμενος χρόνους, καὶ ἀναγράψας αὐτῶν τὸν βίον, φησὶ τὸν Πύῤῥωνα διωκόμενον ὑπὸ κυνός, ἀναφυγεῖν ἐπί τι δένδρον· σκωπτόμενον δὲ ὑπὸ τῶν παρόντων, εἰπεῖν ὡς χαλεπὸν εἴη τὸν ἄνθρωπον ἐκδῦναι. Φιλίστης δὲ τῆς, ἀδελφῆς αὐτοῦ θυούσης, ἔπειτα τῶν φίλων τινὸς ὑποσχομένου τὰ πρὸς τὴν θυσίαν, καὶ μὴ παρασχομένου· τοῦ μέντοι Πύῤῥωνος πριαμένου καὶ ἀγανακτοῦντος, ἐπειδήπερ ὁ φίλος ἔλεγεν, ὡς οὐ ποιήσαιτο σύμφωνα τοῖς λόγοις, οὐδ’ ἄξια τῆς ἀπαθείας· εἰπεῖν αὐτόν, ἐν γοῦν γυναικὶ οὐ δεῖ τὴν ἀπόδειξιν αὐτῆς ποιεῖσθαι. Καίτοι δικαίως ἂν εἶπεν ὅ φίλος, ὅτι ματαία καὶ ἐν γυναικί, καὶ κυνί, καὶ πᾶσιν. Εἰ δή σοι τῶν λόγων τούτων ἐστὶν ὄφελος’, ὀρθῶς γ’ ἔχει μαθεῖν, καὶ τίνες οἱ ζηλώσαντες αὐτὸν ἐγένοντο, καὶ τίνας ἐζήλωσεν αὐτός. Ὁ μὲν οὖν Πυῤῥων Ἀναξάρχου τινὸς ἐγένετο μαθητής, ὃς τὸ μὲν πρῶτον ἦν ζωγράφος, οὐδ’ οὕτως εὐτυχής, ἔπειτα τοῖς Δημοκρίτου βιβλίοις ἐντυχών, χρηστὸν μὲν οὐδὲν οὔτε εὗρεν, οὔτε ἔγραψε, κακῶς δὲ πάντας εἶπε καὶ θεοὺς καὶ ἀνθρώπους. Αὐτὸ δ’ ὕστερον τοῦτον τὸν τῦφον περιβαλλόμενος, καὶ καλῶν ἄτυφον ἑαυτόν, οὐδὲν ἐν γραφῇ κατέλιπεν. Ἐγένετο δὲ μαθητὴς αὐτοῦ Τίμων Φλιάσιος, ὃς τὸ μὲν πρῶτον ἐχόρευεν ἐν τοῖς θεάτροις· ἔπειτα δ’ ἐντυχὼν αὐτῷ συνέγραψεν ἀργαλέας παρῳδίας καὶ βωμολόχους, ἐν αἷς βεβλασφήμηκε πάντας τοὺς πώποτε φιλοσοφήσαντας. Οὗτος γὰρ ἦν ὁ τοὺς σίλλους γράψας καὶ λέγω· ᵃ σχέτλιοι ἄνθρωποι, κάκ’ ἐλέγχεα, γαστέρες οἶον, οἵων ἔκ τ’ ἐρίδων ᵒ ἔκ τε στοναχῶν πέπλασθε ᵖ καὶ ἄνθρωποι κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί. Μηδενὸς δ’ ἐπιστραφέντος αὐτῶν, ὡς εἰ μηδὲ ἐγένοντο τοπαράπαν, ἐχθὲς καὶ πρώην ἐν Ἀλεξανδρείᾳ τῇ κατ’ Αἴγυπτον Αἰνησίδημός τις ἀναζωπυρεῖν ἤρξατο τὸν ὕθλον τοῦτον. Καὶ σχεδὸν οἱ μὲν κράτιστοι δοκοῦντες εἶναι τῶν τὴν ὁδὸν βεβαδικότων ταύτην, εἰσὶν οὗτοι. Ὅτι μὲν οὖν τὴν τοιαύτην εἶτε αἵρεσιν, εἴτε ἀγωγὴν λόγων, εἴτε ὅπη καὶ ὅπως ἂν ἐθέλῃ τις q καλεῖν αὐτήν, οὐδεὶς ἂν εὐφρονῶν ὀρθὴν εἶναι φαίη, δῆλον. Ἐγὼ μὲν οὐδὲ φιλοσοφίαν οἴομαι δεῖν ὀνομάζειν αὐτήν, ἀναιροῦσάν γε δὴ τὰς τοῦ φιλοσοφεῖν ἀρχάς. Ταῦτα μὲν οὖν πρὸς τοὺς κατὰ Πύῤῥωνα φιλοσοφεῖν νομιζομένους. Συγγενῆ δ’ αὐτοῖς εἴη ἂν καὶ τὰ ἀντιλεγόμενα πρὸς τοὺς κατὰ Ἀρίστιππον τὸν Κυρηναῖον, μόνα λέγοντας. εἶναι τὰ πάθη καταληπτά. Σωκράτους δ’ ἑταῖρος ὁ Ἀρίστιππος ἦν, ὁ τὴν καλουμένην Κυρηναϊκὴν συστησάμενος αἵρεσιν, ἀφ’ ἧς τὰς ἀφορμὰς Ἐπίκουρος πρὸς τὴν του τέλους ἔκθεσιν εἴληφεν. Ἦν δ’ ὃ Ἀρίστιππος ὑγρὸς πάνυ τὸν βίον καὶ φιλήδονος· ἀλλ’ οὐδὲν μὲν οὗτος ἐν τῷ φανερῷ περὶ τέλους διελέξατο· δυνάμει δὲ τῆς εὐδαιμονίας τὴν ὑπόστασιν ἔλεγεν ἐν ἡδοναῖς κεῖσθαι. Ἀεὶ γὰρ λόγους περὶ ἡδονῆς ποιούμενος, εἰς ὑποψίαν ἦγε τοὺς προσιόντας αὐτῷ τοῦ λέγειν, τέλος εἶναι τὸ ἡδέως ζῆν. Τούτου γέγονεν ἀκουστὴς Σύναλλος καὶ ἡ θυγάτηρ αὐτοῦ Ἀρήτη. Ἥτις γεννήσασα παῖδα ὠνόμασεν Ἀρίστιππον, ὃς ὑπαχθεὶς ὑπ’ αὐτῆς εἰς λόγους φιλοσοφίας, μητροδίδακτος ἐκλήθη· ὃς καὶ σαφῶς ὡρίσατο τέλος εἶναι τὸ ἡδέως ζῆν, ἡδονὴν ἐντάττων τὴν κατὰ κίνησιν. Τρεῖς γὰρ ἔφη καταστάσεις εἶναι περὶ τὴν ἡμετέραν σύγκρασιν· μίαν μέν, καθ’ ἦν ἀλγοῦμεν, ἐοικυῖαν τῷ κατὰ θάλασσαν χειμῶνι· ἑτέραν δέ, καθ’ ἣν ἡδόμεθα, τῷ λείῳ κύματι ἀφομοιούμενοι· εἶναι γὰρ λείαν κίνησιν τὴν ἡδονήν, οὐρίῳ παραβαλλομένην ἀνέμῳ· τὴν δὲ τρίτην μέσην εἶναι κατάστασιν, καθ’ ἣν οὔτε ἀλγοῦμεν, οὔτε ἡδόμεθα, γαλήνῃʳ παραπλησίαν οὖσαν. Τούτων δὴ καὶ ἔφασκε τῶν παθῶν μόνων ἡμᾶς τὴν αἴσθησιν ἔχειν. Πρὸς οὓς ἀντιλέλεκται ταῦτα. βπως ἐθέλῃ τις. γαλήνῃ liri γαλνῆ. -)