1. Ἐφιλοσόφησε δὲ Πλάτων, εἰ καί τις ἄλλος τῶν πώποτε, γνησίως καὶ τελείως. Οἱ μὲν γὰρ ἀπὸ Θαλοῦ φυσιολογοῦντες διετέλεσαν· οἱ δὲ περὶ Πυθαγόραν ἀπεκρύψαντο πάντα· Ξενοφάνης δὲ καὶ οἱ ἀπ’ ἐκείνου τοὺς ἐριστικοὺς κινήσαντες λόγους, πολὺν μὲν ἐνέβαλον ἴλιγγον τοῖς φιλοσόφοις, οὐ μὴν ἐπόρισάν γέ τινα βοήθειαν. Οὐχ ἥκιστα δὲ καὶ Σωκράτης, αὐτὸ δὴ τὸ λεγόμενον, ἐγένετο πῦρ ἐπὶ πυρί, καθάπερ αὐτὸς ἔφη Πλάτων. Εὐφυέστατος γὰρ ὤν, καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν, ἐπεισήνεγκε τάς τε ἠθικὰς καὶ πολιτικὰς σκέψεις, ἔτι δὲ τὴν περὶ τῶν ἰδεῶν πρῶτος ἐπιχειρήσας ὁρίζεσθαι· πάντα δὲ ἐγείρων λόγον, καὶ περὶ πάντων ζητῶν, ἔφθη τελευτήσας. Ἄλλοι δ’ ἀποτεμόμενοι μέρη τινά, περὶ ταῦτα διέτριψαν, οἱ μὲν ἰατρικήν, οἱ δὲ τὰς μαθηματικὰς ἐπιστήμας· ἔνιοι δὲ περὶ τοὺς ποιητὰς καὶ τὴν μουσικήν. Οἱ μέντοι πολλοὶ τὰς τῶν λόγων δυνάμεις ἐθαύμασαν, ὧν οἱ μὲν ῥήτορας, οἱ δὲ διαλεκτικοὺς προσεῖπον ἑαυτούς. Οἱ μέντοι Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο παντοῖοι καὶ ὑπεναντίοι τὰς γνώμας. Οἱ μὲν γὰρ κυνισμοὺς καὶ ἀτυφίας καὶ ἀπαθείας ὕμνουν· ἄλλοι δ’ αὖ πάλιν ἡδονάς. Καὶ οἱ μὲν εἰδέναι πάντα ἐκόμπαζον· οἱ δὲ ἁπλῶςᵃ μηθέν. Ἔτι δ’ οἱ μὲν ἐν μέσῳ καὶ ἐν ὄψει πάντων ἐκαλινδοῦντο τοῖς πολλοῖς ἐξομιλοῦντες· ἄλλοι δ’ αὖ τοὐναντίον ἀπρόσιτοι καὶ ἀπροσαύδητοι διετέλουν ὄντες. Πλάτων μέντοι κατανοήσας, ὡς εἴη μία τις ἡ τῶν θείων καὶ ἀνθρωπίνων ἐπιστήμη, πρῶτος διεῖλε, καὶ ἔφη τὴν μέν τινα περὶ τῆς τοῦ παντὸς φύσεως εἶναι πραγματείαν· τὴν δὲ περὶ τῶν ἀνθρωπίνων· τρίτην δέ, τὴν περὶ τοὺς λόγους. Ἠξίου δὲ μὴ δύνασθαι τὰ ἀνθρώπινα κατιδεῖν ἡμᾶς, εἰ μὴ τὰ θεῖα πρότερον ὀφθείη. Καθάπερ γὰρ οἱ ἰατροὶ μέρη τινὰ θεραπεύοντες, ἐπιμελοῦνται τῶν ὅλων σωμάτων πρῶτον· οὕτω χρῆναι καὶ τὸν μέλλοντα τἀνθάδε κατόψεσθαι τὴν τῶν ὅλων φύσιν εἰδέναι πρότερον, μέρος τε τῶν ὄντων τὸν ἄνθρωπον· καὶ τἀγαθὸν διττόν, τὸ μὲν ἡμέτερον, τὸ δὲ τοῦ παντός, κυριώτερον δὲ τὸ τοῦ παντός· διὰ γὰρ ἐκεῖνοᵇ καὶ τοῦτο γίνεσθαι. Φησὶ δ’ Ἀριστόξενος ὁ μουσικός, Ἰνδῶν εἶναι τὸν λόγον τοῦτον. Ἀθήνῃσι γὰρ ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν ἐκείνων ἕνα τινά, κᾄπειτα αὐτοῦ πυνθάνεσθαι, τί ποιῶν φιλοσοφοίη· τοῦ δὲ εἰπόντος, ὅτι ζητῶν περὶ τοῦ ἀνθρωπίνου βίου, καταγελάσαι τὸν Ἰνδόν, λέγοντα μὴ δύνασθαί τινα τὰ ἀνθρώπινα κατιδεῖν, ἀγνοοῦντά γε τὰ θεῖα. Τοῦτο μὲν οὖν εἰ ἀληθές ἐστιν, οὐκ ἂν δύναιτό τις διατεινόμενος εἰπεῖν. Διεῖλε δ’ οὖν Πλάτων τήν τε περὶ τῶν ὅλων φιλοσοφίαν, καὶ τὴν πολιτικήν, ἔτι δὲ τὴν λογικήν.