θ΄. Ἡ τοῦ ἡλίου διάμετρος τῆς διαμέτρου τῆς σελήνης μείζων μέν ἐστιν ἢ ιη, ἐλάσσων δὲ ἢ κ. Ἔστω γὰρ ἡ μὲν ἡμετέρα ὄψις πρὸς τῷ Α, ἡλίου δὲ κέντρον τὸ Β, σελήνης δὲ κέντρον τὸ Γ, ὅταν ὁ περιλαμβάνων κῶνος τόν τε ἥλιον καὶ τὴν σελήνην τὴν κορυφὴν ἔχῃ πρὸς τῇ ἡμετέρᾳ ὄψει, τουτέστιν, ὅταν τὰ Α, Γ, Β σημεῖα ἐπ᾿  εὐθείας ᾖ, καὶ ἐκβεβλήσθω διὰ τῆς ΑΓΒ ἐπίπεδον· ποιήσει δὴ τομάς, ἐν μὲν ταῖς σφαίραις 1. η΄] om. Vat. 7. πρὸς τῇ ἡμετέρᾳ ὄψει] πρὸς τὴν ἡμετέραν ὄψιν Vat. 8. ἐναρμόσει] ἐναρμώσει Vat. ἐλλείποι] ἐλλείπει Paris. 2364: ἐκλείποι F Paris. 2488 9. οὐκ 〈ἄν〉 ἐκλείποι] συνεκλείποι Vat. p.m. : οὐκ ἐκλείποι Vat. corr. (οὐκ supra lineam scripto) F Paris. 2488: οὐσυνεκλείποι Paris. 2366: οὐκ ἐκλείπει Paris. 2342, 2364: οὐκ ἐλλείπει W 10. ἐλλείποι] ἐλλείπει W Paris. 2364; ἐκλείποι F Paris. 2342, 2488 13. ἐλλείποι] ἐκλείποι F Paris. 2488: ἐλλείπει Paris. 2364 16. θ΄] Η Vat. 18. ιη] ὀκτωκαιδεκαπλασίων W κ] εἰκοσιπλασίων W 21. ἔχῃ] ἔχει Vat. μεγίστους κύκλους, ἐν δὲ τῷ κώνῳ εὐθείας. ποιείτω οὖν ἐν μὲν ταῖς σφαίραις μεγίστους κύκλους τοὺς ΖΗ, ΚΛΘ, ἐν δὲ τῷ κώνῳ εὐθείας τὰς ΑΖΘ, ΑΗΚ, καὶ ἐπεζεύχθωσαν αἱ ΓΗ, ΒΚ. ἔσται δή, ὡς ἡ ΒΑ πρὸς τὴν ΑΓ, ἡ ΒΚ. πρὸς ΓΗ. ἡ δὲ ΒΑ τῆς ΑΓ ἐδείχθη μείζων μὲν ιη, ἐλάσσων δὲ κ. καὶ ἡ ΒΚ ἄρα τῆς Γ. μείζων μέν ἐστιν ἢ ιη, ἐλάσσων δὲ ἢ κ.