<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1181.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="7"><head>ζ΄.</head><p>Τὸ ἀπόστημα ὃ ἀπέχει ὁ ἥλιος ἀπὸ τῆς γῆς τοῦ ἀποστήματος
οὗ ἀπέχει ἡ σελήνη ἀπὸ τῆς γῆς μεῖζον μέν
ἐστιν ἢ ὀ κτωκαιδεκαπλάσιον, ἔλασσον δὲ ἢ εἰκοσαπλάσιον.</p><lb n="5"/><p>Ἔστω γὰρ ἡλίου μὲν κέντρον τὸ Α, γῆς δὲ τὸ Β, καὶ ἐπιζευχθεῖσα
ἡ ΑΒ ἐκβεβλήσθω, σελήνης δὲ κέντρον διχοτόμου οὔσης τὸ Γ, καὶ
ἐκβεβλήσθω διὰ τῆς ΑΒ. καὶ τοῦ ἐπίπεδον, καὶ ποιείτω τομὴν ἐν
τῇ σφαίρᾳ, καθ᾿ ἧς φέρεται τὸ κέντρον τοῦ ἡλίου, μέγιστον κύκλον
τὸν Α∠Ε, καὶ ἐπεζεύχθωσαν αἱ ΑΓ, ΓΒ, καὶ ἐκβεβελήσθω ἡ ΒΓ
<lb n="10"/> ἐπὶ τὸ ∠. ἔσται δή, διὰ τὸ τὸ Γ σημεῖον κέντρον εἶναι τῆς σελήνης
διχοτόμου οὔσης, ὀρθὴ ἡ ὑπὸ τῶν ΑΓΒ. ἤχθω δὴ ἀπὸ τοῦ Β τῇ
ΒΑ. πρὸς ὀρθὰς ἡ ΒΕ. ἔσται δὴ ἡ Ε∠. περιφέρεια τῆς Ε∠Α
περιφερείας λ΄· ὑπόκειται γάρ, ὅταν ἡ σελήνη διχότομος ἡμῖν φαίνηται,
ἀπέχειν ἀπὸ τοῦ ἡλίου ἔλασσον τεταρτημορίου τῷ τοῦ
<lb n="15"/> τεταρτημορίου λ΄· ὥστε καὶ ἡ ὑπὸ τῶν ΕΒΓ γωνία ὀρθῆς ἐστι λ΄.
συμπεπληρώσθω δὴ τὸ ΑΕ. παραλληλόγραμμον, καὶ ἐπεζεύχθω ἡ
ΒΖ. ἔσται δὴ ἡ ὑπὸ τῶν ΖΒΕ γωνία ἡμίσεια ὀρθῆς. τετμήσθω
ἡ ὑπὸ τῶν ΖΒΕ. γωνία δίχα τῇ Β εὐθείᾳ· ἡ ἄρα ὑπὸ τῶν ΗΒΕ.
γωνία τέταρτον μέρος ἐστὶν ὀρθῆς. ἀλλὰ καὶ ἡ ὑπὸ τῶν ∠ΒΕ
<lb n="20"/> γωνία λ΄ ἐστι μέρος ὀρθῆς· λόγος ἄρα τῆς ὑπὸ τῶν ΗΒΕ γονίας
πρὸς τὴν ὑπὸ τῶν ∠ΒΕ γωνίαν <add cause="omitted">ἐστὶν</add> ὃν <add cause="omitted">ἔχει</add> τὰ ιε πρὸς τὰ δύο·
οἵων γάρ ἐστιν ὀρθὴ γωνία ξ, τοιούτων ἐστὶν ἡ μὲν ὑπὸ τῶν ΗΒΕ ιε,
ἡ δὲ ὑπὸ τῶν ∠ΒΕ δύο. καὶ ἐπεὶ ἡ ΗΕ πρὸς τὴν ΕΘ μείζονα
λόγον ἔχει ἤπερ ἡ ὑπὸ τῶν ΗΒΕ γωνία πρὸς τὴν ὑπὸ τῶν ∠ΒΕ
<note type="footnote">3. οὖ] ὃ W F Nizze, sed nihil mutandum 4. εἰκοσαπλάσιον] εἰκοσιπλάσιον
W 6. τὸ Γ] 〈ἔστω〉 τὸ Γ Nizze 9. ΒΓ] Γ W 12. ΒΕ] add.
καὶ ἐκβεβλήσθω ἡ ΒΓ ἐπὶ τὸ ∠ Vat. Paris. 2364, 2366, 2472 (?) 13. λ΄] τριακοστόν
W 14. τῷ] om. W 15. λ΄] τριακοστῷ W τῶν] τὴν Vat.
λ΄] τριακοστόν W 18. ὑπὸ τῶν (ad init.)] ὑπὸ W 20. λ΄] τριακοστόν W
21. γωνίαν] γωνίαν 〈ἐστὶν〉 Nizze ἔχει] om. Vat. 23. ἡ δὲ ὑπὸ τῶν] ἡ δὲ W</note>

<pb n="378"/>
γωνίαν, ἡ ἄρα ΗΕ πρὸς τὴν ΕΘ μείζονα λόγον ἔχει ἤπερ τὰ ιε
πρὸς τὰ β. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΒΕ τῇ ΕΖ, καὶ ἔστιν ὀρθὴ ἡ
πρὸς τῷ Ε, τὸ ἄρα ἀπὸ τῆς ΖΒ τοῦ ἀπὸ ΒΕ. διπλάσιόν ἐστιν·
ὡς δὲ τὸ ἀπὸ ΖΒ πρὸς τὸ ἀπὸ ΒΕ, οὕτως ἐστὶ τὸ ἀπὸ ΖΗ πρὸς τὸ
<lb n="5"/> ἀπὸ ΗΕ· τὸ ἄρα ἀπὸ ΖΗ τοῦ ἀπὸ διπλάσιόν ἐστι. τὰ δὲ μθ
τῶν κε ἐλάσσονά ἐστιν ἢ διπλάσια, ὥστε τὸ ἀπὸ ΖΗ πρὸς τὸ ἀπὸ
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12830331"/></figure>
ΗΕ μείζονα λόγον ἔχει ἢ <add cause="omitted">ὃν τὰ</add> μθ πρὸς κε· καὶ ἡ ΖΗ
ἄρα πρὸς τὴν ΗΕ μείζονα λόγον ἔχει ἢ <add cause="omitted">ὃν</add> τὰ ζ πρὸς τὰ ε· καὶ
συνθέντι ἡ ΖΕ ἄρα πρὸς τὴν ΕΗ μείζονα λόγον ἔχει ἢ ὃν τὰ ιβ
<lb n="10"/> πρὸς τὰ ε, τουτέστιν, ἢ ὃν <add cause="omitted">τὰ</add> λϛ πρὸς τὰ ιε. ἐδείχθη δὲ καὶ ἡ
<note type="footnote">2. β] δύο W 3. ΒΕ] τῆς Β W 7. 〈 ὃν τὰ〉] om. Vat. κε] τὰ
κε W 8. 〈ὃν〉 om. Vat 9. ἔχει] ἔχουσα W  10. 〈τὰ〉]
om. Vat. δὲ] δὴ W</note>

<pb n="380"/>
ΗΕ πρὸς τὴν ΕΘ μείζονα λόγον ἔχουσα ἢ ὃν τὰ ιε πρὸς τὰ δύο·
δι᾿  ἴσου ἄρα ἡ ΖΕ πρὸς τὴν ΕΘ μείζονα λόγον ἔχει ἢ ὃν τὰ λς
πρὸς τὰ δύο, τουτέστιν, ὃν τὰ ιη πρὸς α· ἡ ἄρα ΖΕ τῆς ΕΘ
μείζων ἐστὶν ἢ ιη. ἡ δὲ ΖΕ ἴση ἐστὶν τῇ ΒΕ·  καὶ ἡ ΒΕ ἄρα τῆς
<lb n="5"/> ΕΘ μείζων ἐστὶν ἢ ιτ πολλῷ ἄρα ἡ ΒΘ τῆς ΘΕ μείζων ἐστὶν ἢ
ιη. ἀλλʼ ὡς ἡ ΒΘ πρὸς τὴν ΘΕ, οὕτως ἐστὶν ἡ ΑΒ. πρὸς τὴν ΒΓ,
διὰ τὴν ὁμοιότητα τῶν τριγώνων· καὶ ἡ ΑΒ ἄρα τῆς ΒΓ μείζων
ἐστὶν ιη. καὶ ἔστιν ἡ μὲν ΑΒ. τὸ ἀπόστημα ὃ ἀπέχει ὁ ἥλιος ἀπὸ
τῆς γῆς, ἡ δὲ ΓΒ τὸ ἀπόστημα ὃ ἀπέχει ἡ σελήνη ἀπὸ τῆς γῆς· τὸ
<lb n="10"/> ἄρα ἀπόστημα ὃ ἀπέχει ὁ ἥλιος ἀπὸ τῆς γῆς τοῦ ἀποστήματος, οὗ
ἀπέχει ἡ σελήνη ἀπὸ τῆς γῆς, μεῖζόν ἐστιν ἢ ιη.</p><p>Λέγω δὴ ὅτι καὶ ἔλασσον ἢ κ. ἤχθω γὰρ διὰ τοῦ ∠ τῇ ΕΒ
παράλληλος ἡ ∠Κ, καὶ περὶ τὸ ∠ΚΒ τρίγωνον κύκλος γεγράφθω ὁ
∠ΚΒ· ἔσται δὴ αὐτοῦ διάμετρος ἡ ∠Β, διὰ τὸ ὀρθὴν εἶναι τὴν πρὸς
<lb n="15"/> τῷ Κ γωνίαν. καὶ ἐνηρμόσθω ἡ ΒΛ ἑξαγώνου. καὶ ἐπεὶ ἡ ὑπὸ
τῶν ∠ΒΕ γωνία λ΄ ἐστιν ὀρθῆς, καὶ ἡ ὑπὸ τῶν Β∠Κ ἄρα λ΄ ἐστιν
ὀρθῆς· ἡ ἄρα ΒΚ περιφέρεια ξ΄ ἐστιν τοῦ ὅλου κύκλου. ἔστιν δὲ
καὶ ΒΛ ἕκτον μέρος τοῦ ὅλου κύκλου· ἡ ἄρα ΒΛ. περιφέρεια τῆς
ΒΚ περιφερείας ι ἐστίν. καὶ ἔχει ἡ ΒΛ. περιφέρεια πρὸς τὴν ΒΚ
<lb n="20"/> περιφέρειαν μείζονα λόγον ἤπερ ἡ ΒΛ. εὐθεῖα πρὸς τὴν ΒΚ εὐθεῖαν·
ἡ ἄρα ΒΛ εὐθεῖα τῆς ΒΚ εὐθείας ἐλάσσων ἐστὶν ἢ ι. καὶ ἔστιν
αὐτῆς διπλῆ ἡ Β∠· ἡ ἄρα Β∠ τῆς ΒΚ ἐλάσσων ἐστὶν ἢ κ. ὡς δὲ
ἡ Β∠ πρὸς τὴν ΒΚ, ἡ ΑΒ πρὸς <add cause="omitted">τὴν</add> ΒΓ, ὥστε καὶ ἡ ΑΒ τῆς
ΒΓ ἐλάσσων ἐστὶν ἢ κ. καὶ ἔστιν ἡ μὲν ΑΒ τὸ ἀπόστημα
<lb n="25"/> ἀπέχει ὁ ἥλιος ἀπὸ τῆς γῆς, ἡ δὲ ΒΓ τὸ ἀπόστημα ὃ ἀπέχει
ἡ σελήνη ἀπὸ τῆς γῆς· τὸ ἄρα ἀπόστημα ὃ ἀπέχει ὁ ἥλιος ἀπὸ τῆς
γῆς τοῦ ἀποστήματος, οὗ ἀπέχει ἡ σελήνη ἀπὸ τῆς γῆς, ἔλασσόν
ἐστιν ἢ κ. ἐδείχθη δὲ καὶ μεῖζον ἢ  ιη.</p><note type="footnote">1. ΗΕ] ΕΗ W 4. 5, 6. 8. ιη] ὀκτωκαιδεκαπλασίων W 8. τὸ] om. W
10. οὖ] ὃ W F Nizze, sed cf. l 3, p. 376 11. μεῖζον] μείζων W ιη] ὀκτωκαιδεκαπλάσιον
W 12. κ] εἰκοσιπλάσιον W τοῦ] 〈τὸ〉 W 13. ∠ΚΒ]
∠ΒΚ W 15. τῷ] τὸ W Κ] Γ Vat. 16. λ΄ (bis)] τριακοστόν W 17. ξ΄]
ἐξακοστόν W 19, 21. ι] δεκαπλασίων W 22, 24. κ] εἰκοσιπλασίων W
22. ὡς] ὥστε W 23. ΑΕ (prius)] οὔτως ἡ ΑΒ. W 〈τὴν〉] om. Vat. Paris.
2366, leg. Paris. 2364, 2488 27. οὖ] ὃ W F Nizze, sed cf. l. 3, p. 376
28. κ] εἰκοσιπλάσιον W μεῖζον] μείζων W Vat. ιη] ὀκτωκαιδεκαπλάσιον W</note></div></div></body></text></TEI>