<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1181.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><head>ς΄.</head><p>Ἡ σελήνη κατώτερον φέρεται τοῦ ἡλίου, καὶ διχίτομος
οὖσα ἔλασσον τεταρτη μορίου ἀπέχει ἀπὸ τοῦ ἡλίου.</p><p>Ἔστω γὰρ ἡ ἡμετέρα ὄψις πρὸς τῷ Α, ἡλίου δὲ κέντρον τὸ Β, καὶ
<lb n="25"/> ἐπιζευχθεῖσα ἡ ΑΒ. ἐκβεβλήσθω, καὶ ἐκβεβλήσθω διὰ τῆς ΑΒ καὶ
τοῦ κέντρου τῆς σελήνης διχοτόμου οὔσης ἐπίπεδον· ποιήσει δὴ
τομὴν ἐν τῇ σφαίρᾳ, καθ᾿ ἧς φέρεται τὸ κέντρον τοῦ ἡλίου, κύκλον
<note type="footnote">1. γϠξ΄] Γ΄ρ΄ξ΄ Vat.: ,γϠξ΄ μέρος W 7. ἀνεπαίσθητός] sic Vat. 7,8. καὶ
ὁ διορίζων ἄρα ἐν . . . ἀνεπαίσθοτός ἐστι] 〈ὀ ἄρα διορίζων κύκλος ἐν . . . ἀδιάφορός
ἐστι πρὸς αἴσθησιν〉 supplevit W, qui lacunam in suo codice animadverterat</note>
<note type="footnote">10. ε΄] ς Vat. 13. λαμπρὸν] λαμπρὸν αὐτοῦ W: λαμπρὸν αὐτῆς Nizze</note>
<note type="footnote">18. ἀδιάφορος] ἀδιάφορός ἐστιν W 19. φαίνηται] W F: φανῆται Vat.</note>
<note type="footnote">21. ς΄] om. Vat. 22. φέρεται] W F Paris. 2364, 2472 (?): φαίνεται Vat. (in
ras. sed ν quasi in ρ mutato) Paris. 2366. 24. τῷ] τὸ W</note>

<pb n="372"/>
μέγιστον. ποιείτω οὖν τὸν ΓΒ∠ κύκλον, καὶ ἀπὸ τοῦ Α τῇ ΑΒ
πρὸς ὀρθὰς ἤχθω ΓΑ∠· τεταρτημορίου ἄρα ἐστὶν ἡ Β∠ περιφέρεια.
λέγω ὅτι ἡ σελήνη κατώτερον φέρεται τοῦ ἡλίου, καὶ
διχότομος οὖσα ἔλασσον τεταρτημορίου ἀπέχει ἀπὸ τοῦ ἡλίου, τουτέστιν,
<lb n="5"/> ὅτι τὸ κέντρον ἐστὶν αὐτῆς μεταξὺ τῶν ΒΑ, Α∠ εὐθειῶν
καὶ τῆς ∠ΕΒ περιφερείας.</p><p>Εἰ γὰρ μή, ἔστω τὸ κέντρον αὐτῆς τὸ μεταξὺ τῶν ∠Α, ΑΛ
εὐθειῶν, καὶ ἐπεζεύχθω ἡ ΒΖ. ἡ ΒΖ. ἄρα ἄξων ἐστὶν τοῦ περιλαμβάνοντος
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12830331"/></figure>
κώνου τόν τε ἥλιον καὶ τὴν σελήνην, καὶ γίνεται ἡ
<lb n="10"/> ΒΖ ὀρθὴ πρὸς τὸν διορίζοντα ἐν τῇ σελήνῃ τό τε σκιερὸν καὶ τὸ
λαμπρὸν μέγιστον κύκλον. ἔστω οὖν ὁ μέγιστος κύκλος ἐν τῇ
σελήνῃ ὁ παρὰ τὸν διορίζοντα τό τε σκιερὸν καὶ τὸ λαμπρὸν ὁ ΗΘΚ.
καὶ ἐπεὶ διχοτόμου οὔσης τῆς σελήνης ὁ μέγιστος κύκλος ὁ παρὰ
τὸν διορίζοντα ἐν τῇ σελήνῃ τό τε σκιερὸν καὶ τὸ λαμπρὸν καὶ ἡ
<lb n="15"/> μετέρα ὄψις ἐν ἐνί εἰσιν ἐπιπέδῳ, ἐπεζεύχθω ἡ ΑΖ·  ἡ ΑΖ. ἄρα ἐν
<note type="footnote">1. τὸν] τὸ Vat. 4. ἔλασσον] ἔλαττον Vat.</note>

<pb n="374"/>
τῷ τοῦ ΚΗΘ κύκλου ἐστὶν ἐπιπέδῳ. καὶ ἔστιν ἡ ΒΖ τῷ ΚΘΗ
κύκλῳ πρὸς ὀρθάς, ὥστε καὶ τῇ ΑΖ· ὀρθὴ ἄρα ἐστὶν ἡ ὑπὸ ΒΖΑ
γωνία. ἀλλὰ καὶ ἀμβλεῖα ἡ ὑπὸ τῶν ΒΑΖ· ὅπερ ἀδύνατον. οὐκ
ἄρα τὸ Ζ σημεῖον ἐν τῷ ὑπὸ τὴν ∠ΑΛ γωνίαν τόπῳ ἐστίν.</p><lb n="5"/><p>Λέγω ὅτι οὐδὲ ἐπὶ τῆς Α∠. εἰ γὰρ δυνατόν, ἔστω τὸ Μ, καὶ
πάλιν ἐπεζεύχθω ἡ ΒΜ, καὶ ἔστω μέγιστος κύκλος ὁ παρὰ τὸν
διορίζοντα, οὗ κέντρον τὸ Μ. κατὰ τὰ αὐτὰ δὴ δειχθήσεται ἡ ὑπὸ
ΒΜΑ γωνία ὀρθὴ πρὸς τὸν μέγιστον κύκλον· ἀλλὰ καὶ ἡ ὑπὸ τῶν
ΒΑΜ · ὅπερ ἀδύατον. οὐκ ἄρα ἐπὶ τῆς Α∠ τὸ κέντρον ἐστὶ τῆς
<lb n="10"/> σελήνης διχοτόμου οὔσης· μεταξὺ ἄρα τῶν ΑΒ, Α∠ ἐστίν.</p><p>Λέγω δὴ ὅτι καὶ ἐντὸς τῆς Β∠ περιφερείας. εἰ γὰρ δυνατόν,
ἔστω ἐκτὸς κατὰ τὸ Ν, καὶ τὰ αὐτὰ κατεσκευάσθω. δειχθήσεται δὴ
ἡ ὑπὸ τῶν ΒΝ γωνία ὀρθή· μείζων ἄρα ἐστὶν ἡ ΒΑ. τῆς ΑΝ.
ἴση δὲ ἡ ΒΑ τῇ ΑΕ· μείζων ἄρα ἐστὶν καὶ ἡ ΑΕ τῆς ΑΝ· ὅπερ
<lb n="15"/> ἀδύνατον. οὐκ ἄρα τὸ κέντρον τῆς σελήνης διχοτόμου οὔσης ἐκτὸς
ἔσται τῆς ΒΕ∠ περιφερείας. ὁμοίως δειχθήσεται ὅτι οὐδὲ ἐπ΄
αὐτῆς τῆς ΒΕ∠ περιφερείας· ἐντὸς ἄρα. ἡ ἄρα σελήνη κατώτερον
φέρεται τοῦ ἡλία, καὶ διχότομος οὖσα ἔλασσον τεταρτημορίου
ἀπέχει ἀπὸ τοῦ ἡλίου.</p><note type="footnote">1. ΚΘΗ] ΚΗΘ W 2. ὐπὸ] ὑπὸ 〈τῶν〉 W 4. τὴν ∠ΑΛ γωνίαν]
inusitato sane dicendi more: τὴν 〈ὑπὸ τῶν〉 ∠ΑΛ γωνίαν W, sed dubito an ipse
Aristarchus ὑπὸ τὴν ὑπὸ τῶν scripserit 11. Β∠.] ΒΕ∠. W 12. κατεσκευάσθω]
κατασκευάσθω Vat. 13. γωνία] om. W 14. καὶ] om. W
17. ἐντὸς] W F Paris. 2364, 2472 (?): ἐκτὸς Vat. in ras., Paris. 2363</note></div></div></body></text></TEI>