<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1181.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="4"><head>δ΄.</head><p>Ὁ διορίζων κύκλος ἐν τῇ σελήνῃ τό τε σκιερὸν καὶ τὸ
<lb n="10"/> λαμπρὸν ἀδιάφορός ἐστι τῷ ἐν τῇ σελήνῃ μεγίστῳ κύκλῳ
πρὸς αἴσθησιν.</p><p>Ἔστω γὰρ ἡ μὲν ἡμετέρα ὄψις πρὸς τῷ Α,  σελήνης δὲ κέντρον τὸ
Β, καὶ ἐπεζεύχθω ἡ ΑΒ, καὶ ἐκβεβλήσθω διὰ τῆς ΑΒ. ἐπίπεδον·
ποιήσει δὴ τομὴν ἐν τῇ σφαίρᾳ μέγιστον κύκλον. ποιείτω τὸν
<lb n="15"/> ΕΓ∠Ζ, ἐν δὲ τῷ κώνῳ εὐθείας τὰς ΑΓ, Α∠, ὁ ἄρα περὶ
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12830331"/></figure>
διάμετρον τὴν Γ∠, πρὸς ὀρθὰς ὢν τῇ ΑΒ, ὁ διορίζων ἐστὶν ἐν τῇ
σελήνῃ τό τε σκιερὸν καὶ τὸ λαμπρόν. λέγω δὴ ὅτι ἀδιάφορός ἐστι
τῷ μεγίστῳ πρὸς τὴν αἴσθησιν.</p><p>Ἤχθω γὰρ διὰ τοῦ Β τῇ Γ∠ παράλληλος ἡ ΕΖ, καὶ κείσθω
<lb n="20"/> τῆς ∠Ζ. ἡμίσεια ἐκατέρα τῶν ΗΚ, ΗΘ, καὶ ἐπεζεύχθωσαν αἰ ΚΒ,
ΒΘ, ΚΑ, ΑΘ, Β∠. καὶ ἐπεὶ ὑπόκειται ἡ σελήνη ὑπὸ ιέ μέρος
<note type="footnote">1. τὴν] τὸν Vat. 2. τὴν] τὸν Vat. 3, 4. τόν τε ἥλιον καὶ τὴν σελήνην] om. W
8. δ᾿] ∈ Vat. 12. τῷ] τὸ W</note>

<pb n="366"/>
ζῳδίου ὑποτείνουσα, ἡ ἄρα ὑπὸ ΓΑ∠ γωνία βέβηκεν ἐπὶ ιέ μέρος
ζῳδίου. τὸ δὲ ιέ τοῦ ζῳδίου τοῦ τῶν ζῳδίων ὅλου κύκλου ἐστὶν ρπ΄,
ὥστε ἡ ὑπὸ τῶν ΓΑ∠ γωνία βέβηκεν ἐπὶ ρπ΄ ὅλου τοῦ κύκλου·
τεσσάρων ἄρα ὀρθῶν ἐστιν ἡ <add cause="omitted">ὑπὸ</add> ΓΑ∠ ρπ΄. διὰ δὴ τοῦτο ἡ ὑπὸ
<lb n="5"/> ΓΑ∠. γωνία ἐστὶν με΄ ὀρθῆς· καὶ ἔστιν αὐτῆς ἡμίσεια ἡ ὑπὸ ΒΑ∠
γωνία· ἡ ἄρα ὑπὸ τῶν ΒΑ∠ ἡμισείας ὀρθῆς ἐστι <add cause="omitted">μέ</add> μέρος. καὶ
ἐπεὶ ὀρθή ἐστιν ἡ ὑπὸ τῶν Α∠Β, ἡ ἄρα ὑπὸ τῶν ΒΑ∠ γωνία πρὸς
ἥμισυ ὀρθῆς μείζονα λόγον ἔχει ἤπερ ἡ Β∠. πρὸς τὴν ∠Α, ὥστε ἡ
Β∠. τῆς ∠Α ἐλάσσων ἐστὶν ἢ με΄ μέρος, ὥστε καὶ ἡ ΒΗ τῆς ΒΑ.
<lb n="10"/> πολλῷ ἐλάσσων ἐστὶν ἢ με΄ μέρος. διελόντι ἡ ΒΗ τῆς ΗΑ
ἐλάσσων ἐστὶν ἢ μδ΄ μέρος, ὥστε καὶ ἡ ΒΘ τῆς ΑΘ πολλῷ
<note type="footnote">6. ἡμισείας] corr. e μιᾶς, ut videtur, Vat. et Paris. 2342: μιᾶς F Paris. 2366,
2472 (?), 2488 〈μέ〉 om. Vat. et alii codd. μέρος] με Paris. 2342 erasis
litteris ρος 10. διελόντι] καὶ διαιρεθέντι W, qui lacunam post 10 ἢ ope
versionis Commandini expleverat</note>

<pb n="368"/>
ἐλάσσων ἐστὶν ἢ μδ΄ μέρος. καὶ ἔχει ἡ ΒΘ πρὸς τὴν ΘΑ. μείζονα
λόγον ἤπερ ἡ ὑπὸ τῶν ΒΑΘ πρὸς τὴν ὑπὸ τῶν ΑΒΘ· ἡ ἄρα ὑπὸ
τῶν ΒΑΘ τῆς ὑπὸ τῶν ΑΒΘ ἐλάσσων ἐστὶν ἢ μδ΄ μέρος. καὶ ἔστιν
τῆς μὲν ὑπὸ τῶν ΒΑΘ διπλῆ ἡ ὑπὸ τῶν ΚΑΘ, τῆς δὲ ὑπὸ τῶν
<lb n="5"/> ΑΒΘ διπλῆ ἡ ὑπὸ τῶν ΚΒΘ· ἐλάσσων ἄρα ἐστὶν καὶ ἡ ὑπὸ τῶν
ΚΑΘ τῆς ὑπὸ τῶν ΚΒΘ ἢ τεσσαρακοστοτέταρτον μέρος. ἀλλὰ ἡ
ὑπὸ τῶν ΚΒΘ ἴση ἐστὶν τῇ ὑπὸ τῶν ∠ΒΖ, τουτέστιν τῇ ὑπὸ τῶν
Γ∠Β, τουτέστιν τῇ ὑπὸ τῶν ΒΑ∠· ἡ ἄρα ὑπὸ τῶν ΚΑΘ τῆς ὑπὸ
τῶν ΒΑ∠ ἐλάσσων ἐστὶν ἢ μδ΄ μέρος. ἡ δὲ ὑπὸ τῶν ΒΑ∠ <add cause="omitted">ἡμισείας</add>
<lb n="10"/> ὀρθῆς ἐστιν <add cause="omitted">με΄</add> μέρος, ὥστε ἡ ὑπὸ τῶν ΚΑΘ ὀρθῆς ἐστιν ἐλάσσων
<note type="footnote">5, 6. ἐλάσσων . . .  ἢ] 〈ὥστε ΚΑΘ γωνία τῆς ΚΒΘ γωνίας ἐλάσσων ἐστὶν ἢ〉 W
9. 〈ἡμισείας〉, 10. 〈μέ〉, supplevit W 10. 〈τουτέστι τῆς ὀρθῆς (??)΄ μέρος〉 post μέρος
addidit W</note>

<pb n="370"/>
ἢ γϠξ΄. τὸ δὲ ὑπὸ τηλικαύτης γωνίας ὁρώμενον μέγεθος ἀνεπαίσθητόν
ἐστιν τῇ ἡμετέρᾳ ὄψει· καὶ ἔστιν ἴση ἡ ΚΘ περιφέρεια τῇ
∠Ζ περιφερείᾳ· ἔτι ἄρα μᾶλλον ἡ ∠Ζ περιφέρεια ἀνεπαίσθητός
ἐστι τῇ ἡμετέρᾳ ὄψει. ἐὰν γὰρ ἐπιζευχθῇ ἡ ΑΖ, ἡ ὑπὸ τῶν ΖΑ∠
<lb n="5"/> γωνία ἐλάσσων ἐστὶ τῆς ὑπὸ τῶν ΚΑΘ. τὸ ἄρα τῷ Ζ τὸ αὐτὸ
δόξει εἶναι. διὰ τὰ αὐτὰ δὴ καὶ τὸ τῷ Ε δόξει τὸ αὐτὸ εἶναι·
ὥστε καὶ ἡ Γ∠ τῇ ΕΖ. ἀνεπαίσθητός ἐστιν. καὶ ὁ διορίζων ἄρα ἐν
τῇ σελήνῃ τό τε σκιερὸν καὶ τὸ λαμπρὸν ἀνεπαίσθητός ἐστι τῷ
μεγίστῳ.</p></div></div></body></text></TEI>