<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1181.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="2"><head>β΄.</head><p>Ἐὰν σφαῖρα ὑπὸ μείζονος ἑαυτῆς σφαίρας φωτίζηται,
μεῖζον ἡ μισφαιρίου φωτισθήσεται.</p><p>Σφαῖρα γάρ, ἧς κέντρον τὸ Β, ὑπὸ μείζονος ἑαυτῆς σφαίρας
<lb n="20"/> φωτιζέσθω, ἧς κέντρον τὸ Α· λέγω ὅτι τὸ φωτιζόμενον μέρος τῆς
σφαίρας, ἧς κέντρον τὸ Β, μεῖζόν ἐστιν ἡμισφαιρίου.</p><figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12830331"/></figure><p>Ἐπεὶ γὰρ δύο ἀνίσους σφαίρας ὁ αὐτὸς κῶνος περιλαμβάνει τὴν
κορυφὴν ἔχων πρὸς τῇ ἐλάσσονι σφαίρᾳ, ἔστω ὁ περιλαμβάνων τὰς
σφαίρας κῶνος, καὶ ἐκβεβλήσθω διὰ τοῦ ἄξονος ἐπίπεδον· ποιήσει
<lb n="25"/> δὴ τομὰς ἐν μὲν ταῖς σφαίραις κύκλους, ἐν δὲ τῷ κώνῳ τρίγωνον.
<note type="footnote">8. ΚΓΛ] ΚΓ∠ Vat. 9. ἀποκατασταθῇ] ἀποκαταστῇ W 14. ΞΓ∠] ΖΓ∠ Vat.</note>
<note type="footnote">16.β΄] Γ Vat. 17. φωτίζηται] φωτίζεται W 22. κῶνος] κόνος Vat.</note>

<pb n="360"/>
ποιείτω οὖν ἐν μὲν ταῖς σφαίραις κύκλους τοὺς Γ∠Ε, ΖΗΘ, ἐν δὲ
τῷ κώνῳ τρίγωνον τὸ ΓΕΚ. φανερὸν δὴ ὅτι τὸ κατὰ τὴν ΖΗΘ
περιφέρειαν τμῆμα τῆς σφαίρας, οὗ βάσις ἐστὶν ὁ περὶ διάμετρον
τὴν ΖΘ κύκλος, φωτιζόμενον μέρος ἐστὶν ὑπὸ τοῦ τμήματος τοῦ
<lb n="5"/> κατὰ τὴν Γ∠Ε. περιφέρειαν, οὗ βάσις ἐστὶν ὁ περὶ διάμετρον τὴν
ΓΕ κύκλος, ὀρθὸς ὢν πρὸς τὴν ΑΒ εὐθεῖαν· καὶ γὰρ ἡ ΖΗΘ
περιφέρεια φωτίζεται ὑπὸ τῆς Γ∠Ε περιφερείας· ἔσχαται γὰρ
ἀκτῖνές εἰσιν αἰ ΓΖ, ΕΘ· καὶ ἔστιν ἐν τῷ ΖΗΘ τμήματι τὸ
κέντρον τῆς σφαίρας τὸ Β· ὥστε τὸ φωτιζόμενον μέρος τῆς σφαίρας
<lb n="10"/> μεῖζόν ἐστιν ἡμισφαιρίου.</p></div></div></body></text></TEI>