ιη΄. Ἡ γῆ πρὸς τὴν σελήνην ἐν μείζονι μὲν λόγῳ ἐστὶν ἢ ὃν ἔχει Μθψιβ πρὸς Μθφζ, ἐν ἐλάσσονι δὲ ἢ ὃν Μϛ πρὸς ϛωνθ. Ἔστω γὰρ γῆς μὲν διάμετρος ἡ Α, σελήνης δὲ ἡ Β· ἡ Α ἄρα πρὸς τὴν Β μείζονα λόγον ἔχει ἢ ὃν τὰ ρη πρὸς τὰ μγ, ἐλάσσονα δὲ ὃν τὰ ξ πρὸς ιθ καὶ ὁ ἀπὸ τῆς Α ἄρα κύβος πρὸς τὸν ἀπὸ τῆς Β κύβον μείζονα λόγον ἔχει ἢ ὃν Μθψιβ πρὸς Μθφζ, ἐλάσσονα δὲ ἢ ὃν Μϛ πρὸς ϛωνθ. ὡς δὲ ὁ ἀπὸ τῆς Α κύβος πρὸς τὸν ἀπὸ τῆς Β κύβον, οὕτως ἐστὶν ἡ γῆ πρὸς τὴν σελήνην· ἡ γῆ ἄρα πρὸς τὴν σελήνην μείζονα μὲν λόγον ἔχει ἢ ὃν Μθψιβ πρὸς Μθοζ, ἐλάσσονα δὲ ὃν Μ,ϛ πρὸς ,ϛωνθ. 1 σελήνης δὲ ἡ Β] σελήνης W 5. ὄρα] γὰρ Vat. 8. ιθ] θ Vat. ἡ] καὶ ἡ W 11. ιη΄] ΙΖ Vat. 13. 〈ἔχει〉 Μθψιβ] ἔχουσι μυριάδες ρκε καὶ θψιβ W 13, 18, 21. Μθφζ] Μζ.θφζ W 14, 19. 22. Μϛ] Μκα,ϛ W 16. τὰ μγ] μγ W 18, 21. Μθψιβ] Μρκε.θψιβ W 21. πρὸς] πρὸς μὲν W