ιζ΄. Ἡ διάμετρος τῆς γῆς πρὸς τὴν διάμετρον τῆς σελήνης ἐν μείζονι μὲν λόγῳ ἐστὶν ὃν ἔχει ρη πρὸς μγ, ἐν ἐλάσσονι δὲ ἢ ὃν ξ πρὸς ιθ. 1. τὴν ΜΒ] ΜΒ W 2. ἡ ΑΜ] ΑΜ W 6. ιϛ΄] ΙΕ Vat. 8. κζ] τὰ κζ W Μθφζ] μυριάδεν ζ καὶ θφζ W σιϛ] ιϛ Vat. et codd. Paris., excepto 2364 9. γῆς δὲ] γῆς W 11. διαμέτρου] διαμέτρου τῆς W 14. τὸν] τὴν Vat. 15. 〈κύβον〉] om. Vat. et codd. Paris. 16. Μθφζ] Μζ.θφζ W σιϛ] ιϛ Vat. 17. ὥστε] apodosis hic desideratur; exspectaveris διὰ ταῦτα δὴ ὁ ἥλιος vel ὁ ἥλιος ἄρα 19. Μθφζ] μυριάδες ζ καὶ θφζ W 20. ιζ] Ιϛ Vat. 22. ρη] τὰ ρη W Ἔστω γὰρ ἡλίου μὲν διάμετρος ἡ Α, σελήνης δὲ ἡ Β, γῆς δὲ ἡ Γ. καὶ ἐπεὶ ἡ Α πρὸς τὴν Γ ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ μγ πρὸς ϛ, ἀνάπαλιν ἄρα ἡ Γ πρὸς τὴν Α μείζονα λόγον ἔχει ἢ ὃν ϛ πρὸς μγ. ἔχει δὲ καὶ ἡ Α πρὸς τὴν Β μείζονα λόγον ὃν τὰ ιη πρὸς α· δι᾿ ἴσου ἄρα ἡ Γ πρὸς τὴν Β μείζονα λόγον ἔχει ἢ ὃν τὰ ρη πρὸς τὰ μγ. πάλιν ἐπεὶ ἡ Α πρὸς τὴν Γ μείζονα λόγον ἔχει ὃν τὰ ιθ πρὸς τὰ γ, ἀνάπαλιν ἄρα ἡ Γ πρὸς τὴν Α ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ γ πρὸς τὰ ιθ. ἔχει δὲ ἡ Α πρὸς τὴν Β ἐλάσσονα λόγον ἢ ὃν τὰ κ πρὸς α· δι᾿ ἴσου ἄρα ἡ Γ πρὸς τὴν Β ἐλάσσονα λόγον ἔχει ἢ ὃν ξ πρὸς ιθ.