ιε΄. Ἡ τοῦ ἡλίου διάμετρος πρὸς τὴν τῆς γῆς διάμετρον μείζονα λόγον ἔχει ἢ ὃν τὰ ιθ πρὸς γ, ἐλάσσονα δὲ ἢ ὃν τὰ μγ πρὸς τὰ ϛ. Ἔστω γὰρ ἡλίου μὲν κέντρον τὸ Α, γῆς δὲ κέντρον τὸ Β, σελήνης δὲ κέντρον τὸ Γ, τελείας οὔσης τῆς ἐκλείψεως, τουτέστιν, ἵνα τὰ Α, Β, Γ ἐπ᾿  εὐθείας ᾖ, καὶ ἐκβεβλήσθω διὰ τοῦ ἄξονος ἐπίπεδον, 1. ⟨τὴν γῆν⟩] haec verba prorsus necessaria solus habet Paris. 2364 5. ΛΞΣ] ΛΣΞ W 7,8,9. β] διπλασίων W 12. τὴν ΓΡ] ΓΡ W 13. α] μίαν Vat. Paris. 2366, 2488: ἕν Paris. 2342, 2364 15. ΓΜ] ΜΓ W τὴν] om. W 16. δὲ] δὴ W 20. ιε΄] Ι∠ Vat. 23. τὰ ϛ] ϛ W καὶ ποιείτω τομὰς ἐν μὲν τῷ ἡλίῳ τὸν ∠ΕΖ. κύκλον, ἐν δὲ τῇ γῇ τὸν ΗΘΚ, ἐν δὲ τῷ σκιάσματι τὴν ΝΞ περιφέρειαν, ἐν δὲ τῷ κώνῳ εὐθείας τὰς ∠M, ΖΜ, καὶ ἐπεζεύχθω ἡ ΝΞ, καὶ ἀπὸ τοῦ Α τῇ ΑΜ πρὸς ὀρθὰς ἤχθω ἡ ΟΑΠ. καὶ ἐπεὶ ἡ ΝΞ τῆς διαμέτρου τοῦ ἡλίου ἐλάσσων ἐστὶν ἢ θ΄ μέρος, ἡ ΟΠ ἄρα πρὸς τὴν ΝΞ πολλῷ μείζονα λόγον ἔχει ἢ ὃν τὰ θ πρὸς α· καὶ ἡ Α ἄρα πρὸς τὴν ΜΡ μείζονα λόγον ἔχει ἢ ὃν τὰ θ πρὸς α. καὶ ἀναστρέψαντι ἡ ΜΑ πρὸς ΑΡ. ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ θ πρὸς η. πάλιν ἐπεὶ ἡ ΑΒ τῆς ΒΓ μείζων ἐστὶν ἢ ιη, πολλῷ ἄρα τῆς ΒΡ μείζων ἐστὶν ἢ ιη· ἡ ΑΒ ἄρα πρὸς τὴν ΒΡ μείζονα λόγον ἔχει ἢ ὃν τὰ ιη πρὸς α. ἀνάπαλιν ἄρα ἡ ΒΡ. πρὸς τὴν ΒΑ ἐλάσσονα λόγον ἔχει ἢ ὃν α πρὸς ιη. καὶ συνθέντι ἡ ΡΑ ἄρα πρὸς τὴν ΑΒ ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ ιθ πρὸς τὰ ιη. ἐδείχθη δὲ καὶ ἡ ΜΑ πρὸς τὴν ΑΡ ἐλάσσονα λόγον ἔχουσα ἢ ὃν τὰ θ πρὸς τὰ η· ἕξει ἄρα δἰ ἴσου ἡ ΜΑ πρὸς τὴν ΑΒ ἐλάσσονα λόγον ἢ ὃν τὰ ροα πρὸς ρμδ, καὶ ὃν τὰ ιθ πρὸς ιϛ· τὰ γὰρ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον· 6. θ΄] ἔννατον W μέρος] ἡ ἄρα διάμετρος τοῦ ἡλίου μείζονα λόγον ἔχει πρὸς τὴν ΝΞ ἢ ὃν τὰ θ πρὸς α· καὶ add. W 9. πρὸς α] ἀλλʼ ὡς ἡ ΟΠ πρὸς τὴν ΝΞ,τουτεστιν, ὡς ἡ ΑΟ πρὸς τὴν ΡΝ, οὕτως ἡ ΑΜ πρὸς τὴν ΡΜ, δι᾿ ὁμοιότητα τριγώνων add. W καί] om. W 10. ΜΡ] ΡΜ W μείζονα] πολλῷ μείζονα W 14. η] τὰ η W 15, 17. ιη] ὀκτωκαιδεκαπλασίων W 31. ὡσαύτως] ὡσαυτῶι Vat. ἀναστρέψαντι ἄρα ἡ ΑΜ πρὸς ΒΜ μείζονα λόγον ἔχει ἢ ὃν τὰ ιθ πρὸς τὰ γ. ὡς δὲ ἡ ΑΜ πρὸς ΜΒ, οὕτως ἡ διάμετρος τοῦ ∠ΕΖ κύκλου πρὸς τὴν διάμετρον τοῦ ΗΘΚ κύκλου· ἡ ἄρα τοῦ ἡλίου διάμετρος πρὸς τὴν τῆς γῆς διάμετρον μείζονα λόγον ἔχει ἢ ὃν τὰ ιθ πρὸς γ. Λέγω δὴ ὅτι ἐλάσσονα λόγον ἔχει πρὸς αὐτὴν ἢ ὃν τὰ μγ πρὸς ϛ. ἐπεὶ γὰρ ἡ ΒΓ πρὸς τὴν ΓΡ μείζονα λόγον ἔχει ἢ ὃν τὰ χοε πρὸς α, ἀναστρέψαντι ἄρα ἡ ΓB πρὸς τὴν ΒΡ ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ χοε πρὸς τὰ χοδ. ἔχει δὲ καὶ ἡ ΑΒ πρὸς τὴν ΒΓ ἐλάσσονα λόγον ἢ ὃν τὰ κ πρὸς α· ἕξει ἄρα δι᾿ ἴσου ἡ ΑΒ πρὸς τὴν ΒΡ ἐλάσσονα λόγον ἢ ὃν τὰ Μ γφ πρὸς τὰ χοδ, τουτέστιν, ἢ ὃν τὰ ϛψν πρὸς τὰ τλζ· ἀνάπαλιν ἄρα καὶ συνθέντι ἡ ΡΑ πρὸς τὴν ΑΒ μείζονα λόγον ἔχει ἢ ὃν τὰ ζπζ πρὸς ϛψν. καὶ ἐπεὶ ἡ ΝΞ πρὸς τὴν ΟΠ μείζονα λόγον ἔχει ἡ ὃν τὰ Ϡοθ πρὸς Μρκε, ἀνάπαλιν ἄρα ἡ ΟΠ πρὸς ΝΞ, ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ Μρκε πρὸς Ϡοθ· ὡς δὲ ἡ ΟΠ πρὸς ΝΞ, οὕτως ἡ ΑΜ πρὸς ΜΡ· καὶ ἡ ΑΜ ἄρα πρὸς ΜΡ ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ Μρκε πρὸς Ϡοθ· ἀναστρέψαντι ἡ ΜΑ ἄρα πρὸς τὴν ΑΡ μείζονα λόγον ἔχει ἢ ὃν τὰ Μρκε πρὸς τὰ θρμϛ. ἔχει δὲ καὶ ἡ ΡΑ πρὸς ΑΒ μείζονα λόγον ἢ ὃν τὰ ζπζ πρὸς τὰ ϛψν· δἰ ἴσου ἄρα ἕξει ἡ ΜΑ πρὸς τὴν ΑΒ μείζονα λόγον ἢ ὃν ὁ περιεχόμενος ἀριθμὸς ὑπὸ τῶν Μρκε καὶ τῶν ζπζ πρὸς τὸν περιεχόμενον ἀριθμὸν ὑπό τε τῶν θρμϛ καὶ τῶν ,ϛψν, τουτέστιν, ὁ Μ εωοε πρὸς Μ εφ. ἔχει δὲ καὶ ὁ Μ εωοε πρὸς Μ εφ μείζονα λόγον ἢ ὃν τὰ μγ πρὸς λζ· καὶ ἡ ΜΑ ἄρα πρὸς τὴν ΑΒ μείζονα λόγον ἔχει ἢ ὃν μγ πρὸς λζ· ἀναστρέψαντι ἄρα ἡ 1. ΑΜ] ΑΒ W 6. δὴ] δὲ W 〈πρὸς αὐτὴν〉 addidi 8. ἄρα] ἔξει ἄρα W, qui lacunam post l. 7 χοε expleverat ἔχει] om. W 11. Μγφ] Μα.γφ W 12. τλζ] τλν Vat. 13. ϛψν] τὰ ϛψν W 14, 15, 17, 19, 21. Μρκε] Μα.ρκε W 16. Ϡοθ] τὰ Ϡοθ W 17. Ϡοθ] τὰ Ϡοθ W 21—2. τῶν ζπζ] τὸν ζπζ Vat. 23, 24. Μεωοε] Μζροε καὶ εωοε W, bis Μεφ] Μϛρογ καὶ εφ W, bis (haud recte) ΑΜ πρὸς τὴν ΜΒ ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ μγ πρὸς ϛ. ὡς δὲ ἡ ΑΜ πρὸς τὴν ΒΜ, οὕτως ἐστὶν ἡ διάμετρος τοῦ ἡλίου πρὸς τὴν διάμετρον τῆς γῆς· ἡ ἄρα διάμετρος τοῦ ἡλίου πρὸς τὴν διάμετρον τῆς γῆς ἐλάσσονα λόγον ἔχει ἢ ὃν μγ πρὸς ϛ. ἐδείχθη δὲ καὶ μείζονα λόγον ἔχουσα ἢ ὃν τὰ ιθ πρὸς τὰ γ. ιϛ΄. Ὁ ἥλιος πρὸς τὴν γῆν μείζονα λόγον ἔχει ἢ ὃν ϛωνθ πρὸς κζ, ἐλάσσονα δὲ ὃν Μθφς πρὸς σιϛ. Ἔστω γὰρ ἡλίου μὲν διάμετρος ἡ Α, γῆς δὲ ἡ Β. ἀποδείκνυται δὲ ὅτι ἐστίν, ὡς ἡ τοῦ ἡλίου σφαῖρα πρὸς τὴν τῆς γῆς σφαῖραν, οὕτως ὁ ἀπὸ τῆς διαμέτρου τοῦ ἡλίου κύβος πρὸς τὸν ἀπὸ τῆς διαμέτρου τῆς γῆς κύβον, ὥσπερ καὶ ἐπὶ τῆς σελήνης, ὥστε ἐπεί ἐστιν, ὡς ὁ ἀπὸ τῆς Α κύβος πρὸς τὸν ἀπὸ τῆς Β κύβον, οὕτως ὁ ἥλιος πρὸς τὴν γῆν, ὁ δὲ ἀπὸ τῆς Α κύβος πρὸς τὸν ἀπὸ τῆς Β κύβον μείζονα λόγον ἔχει ἢ ὃν τὰ ϛ ωνθ πρὸς κζ, ἐλάσσονα δὲ ἢ ὃν Μθφζ πρὸς σιϛ· καὶ γὰρ ἡ Α πρὸς τὴν Β μείζονα λόγον ἔχει ὃν ιθ πρὸς γ, ἐλάσσονα δὲ ἢ ὃν μγ πρὸς ϛ· ὥστε ὁ ἥλιος πρὸς τὴν γῆν μείζονα λόγον ἔχει ἢ ὃν ϛωνθ πρὸς κζ, ἐλάσσονα δὲ ἢ ὃν Μθφζ πρὸς σιϛ. ιζ΄. Ἡ διάμετρος τῆς γῆς πρὸς τὴν διάμετρον τῆς σελήνης ἐν μείζονι μὲν λόγῳ ἐστὶν ὃν ἔχει ρη πρὸς μγ, ἐν ἐλάσσονι δὲ ἢ ὃν ξ πρὸς ιθ. 1. τὴν ΜΒ] ΜΒ W 2. ἡ ΑΜ] ΑΜ W 6. ιϛ΄] ΙΕ Vat. 8. κζ] τὰ κζ W Μθφζ] μυριάδεν ζ καὶ θφζ W σιϛ] ιϛ Vat. et codd. Paris., excepto 2364 9. γῆς δὲ] γῆς W 11. διαμέτρου] διαμέτρου τῆς W 14. τὸν] τὴν Vat. 15. 〈κύβον〉] om. Vat. et codd. Paris. 16. Μθφζ] Μζ.θφζ W σιϛ] ιϛ Vat. 17. ὥστε] apodosis hic desideratur; exspectaveris διὰ ταῦτα δὴ ὁ ἥλιος vel ὁ ἥλιος ἄρα 19. Μθφζ] μυριάδες ζ καὶ θφζ W 20. ιζ] Ιϛ Vat. 22. ρη] τὰ ρη W Ἔστω γὰρ ἡλίου μὲν διάμετρος ἡ Α, σελήνης δὲ ἡ Β, γῆς δὲ ἡ Γ. καὶ ἐπεὶ ἡ Α πρὸς τὴν Γ ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ μγ πρὸς ϛ, ἀνάπαλιν ἄρα ἡ Γ πρὸς τὴν Α μείζονα λόγον ἔχει ἢ ὃν ϛ πρὸς μγ. ἔχει δὲ καὶ ἡ Α πρὸς τὴν Β μείζονα λόγον ὃν τὰ ιη πρὸς α· δι᾿ ἴσου ἄρα ἡ Γ πρὸς τὴν Β μείζονα λόγον ἔχει ἢ ὃν τὰ ρη πρὸς τὰ μγ. πάλιν ἐπεὶ ἡ Α πρὸς τὴν Γ μείζονα λόγον ἔχει ὃν τὰ ιθ πρὸς τὰ γ, ἀνάπαλιν ἄρα ἡ Γ πρὸς τὴν Α ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ γ πρὸς τὰ ιθ. ἔχει δὲ ἡ Α πρὸς τὴν Β ἐλάσσονα λόγον ἢ ὃν τὰ κ πρὸς α· δι᾿ ἴσου ἄρα ἡ Γ πρὸς τὴν Β ἐλάσσονα λόγον ἔχει ἢ ὃν ξ πρὸς ιθ. ιη΄. Ἡ γῆ πρὸς τὴν σελήνην ἐν μείζονι μὲν λόγῳ ἐστὶν ἢ ὃν ἔχει Μθψιβ πρὸς Μθφζ, ἐν ἐλάσσονι δὲ ἢ ὃν Μϛ πρὸς ϛωνθ. Ἔστω γὰρ γῆς μὲν διάμετρος ἡ Α, σελήνης δὲ ἡ Β· ἡ Α ἄρα πρὸς τὴν Β μείζονα λόγον ἔχει ἢ ὃν τὰ ρη πρὸς τὰ μγ, ἐλάσσονα δὲ ὃν τὰ ξ πρὸς ιθ καὶ ὁ ἀπὸ τῆς Α ἄρα κύβος πρὸς τὸν ἀπὸ τῆς Β κύβον μείζονα λόγον ἔχει ἢ ὃν Μθψιβ πρὸς Μθφζ, ἐλάσσονα δὲ ἢ ὃν Μϛ πρὸς ϛωνθ. ὡς δὲ ὁ ἀπὸ τῆς Α κύβος πρὸς τὸν ἀπὸ τῆς Β κύβον, οὕτως ἐστὶν ἡ γῆ πρὸς τὴν σελήνην· ἡ γῆ ἄρα πρὸς τὴν σελήνην μείζονα μὲν λόγον ἔχει ἢ ὃν Μθψιβ πρὸς Μθοζ, ἐλάσσονα δὲ ὃν Μ,ϛ πρὸς ,ϛωνθ. 1 σελήνης δὲ ἡ Β] σελήνης W 5. ὄρα] γὰρ Vat. 8. ιθ] θ Vat. ἡ] καὶ ἡ W 11. ιη΄] ΙΖ Vat. 13. 〈ἔχει〉 Μθψιβ] ἔχουσι μυριάδες ρκε καὶ θψιβ W 13, 18, 21. Μθφζ] Μζ.θφζ W 14, 19. 22. Μϛ] Μκα,ϛ W 16. τὰ μγ] μγ W 18, 21. Μθψιβ] Μρκε.θψιβ W 21. πρὸς] πρὸς μὲν W