<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1181.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="14"><head>ιδ΄.</head><p>Ἡ ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὸ κέντρον τῆς σελήνης
ἐπιζευγνυμένη εὐθεῖα πρὸς τὴν εὐθεῖαν, ἣν ἀπολαμβάνει
<lb n="20"/> ἀπὸ τοῦ ἄξονος πρὸς τῷ κέντρῳ τῆς σελήνης ἡ ὑπὸ τὴν
ἐν τῷ σκιάσματι τῆς γῆς ὑποτείνουσα εὐθεῖα, μείζονα
λόγον ἔχει ἢ ὃν τὰ χοε πρὸς α.</p><p>Ἔστω τὸ αὐτὸ σχῆμα τῷ πρότερον, καὶ ἡ σελήνη οὕτως ἕστω
ὥστε τὸ κέντρον αὐτῆς εἶναι ἐπὶ τοῦ ἄξονος τοῦ κώνου τοῦ περιλαμβάνοντος
<note type="footnote">4. τὰ (??)] (??) W 10. β] διπλάσια W 12. τὰ σκε] σκε W</note>
<note type="footnote">15. Μσν] Μβ.σν W 16. τὰ Μρκε] Mα.ρκε W 17. ιδ΄] ΙΓ Vat.</note>

<pb n="400"/>
τόν τε ἥλιον καὶ τὴν γῆν, καὶ ἔστω τὸ Γ, μέγιστος δὲ
τῶν ἐν τῇ σφαίρᾳ κύκλος ὁ ΠΟM ἐν τῷ αὐτῷ ἐπιπέδῳ ὢν αὐτοῖς,
καὶ ἐπεζεύχθω ἡ ΜΟ· ἡ ΜΟ ἄρα διάμετρός ἐστι τοῦ διορίζοντος ἐν
τῇ σελήνῃ τό τε σκιερὸν καὶ τὸ λαμπρόν. ἐπεζεύχθωσαν δὴ αἱ
<lb n="5"/> ΜΒ, BΟ, ΜΞ, ΞΒ, ΜΓ· ἐφάπτονται ἄρα τοῦ ΜΟΠ κύκλου αἱ
ΜΒ, ΒΟ, διὰ τὸ τὴν ΟΜ διάμετρον εἶναι τοῦ διορίζοντος ἐν τῇ
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12830331"/></figure>
σελήνῃ τὸ σκιερὸν καὶ τὸ λαμπρόν. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΞΛ τῇ
ΜΟ·  ἑκατέρα γὰρ αὐτῶν διάμετρός ἐστι τοῦ διορίζοντος ἐν τῇ σελήνῃ
τό τε σκιερὸν καὶ τὸ λαμπρόν· ἴση ἄρα καὶ ἡ ΞΜΛ περιφέρεια τῇ
<lb n="10"/> ΜΛΟ περιφερείᾳ, καὶ ἡ ΞΜ ἄρα ἴσηη ἐστὶν τῇ ΛΟ. ἀλλ᾿ ἡ ΛΟ
τῇ ΛΜ ἴση ἐστίν· καὶ ἡ ΞΜ ἄρα ἴση ἐστὶν τῇ ΛM. ἔστι δὲ καὶ
ἡ ΞΒ ἴση τῇ ΒΛ, διὰ τὸ τὸ Β σημεῖον κέντρον εἶναι τῆς γῆς, καὶ
<note type="footnote">2. ἐν τῇ σφαίρᾳ] ἐν τῇ τῆς σελήνης σφαίρᾳ Nizze, suadente F, qui lectionem
cod. Parisiensis 2488 σελήνῃ ante σφαίρᾳ in σελήνης correxit; mallem ἐν τῇ σελήνῃ
pro ἐν τῇ σφαίρᾳ, sed cf. 1. 14. p. 364; l. 10, p. 386; 1 24, p.388 4. δὴ] δὲ W
7. τὸ σκιερὸν] τό τε σκιερὸν W ἐστὶν] om. W</note>

<pb n="402"/>
<add cause="omitted">τὴν γῆν</add> σημείου καὶ κέντρον λόγον ἔχειν πρὸς τὴν τῆς σελήνης
σφαῖραν, καὶ τὸν ΜΟ κύκλον ἐν τῷ αὐτῷ ἐπιπέδῳ εἶναι· ἡ ἄρα
ΒΜ κάθετός ἐστιν ἐπὶ τὴν ΞΛ. ἔστιν δὲ καὶ ἡ ΓΜ κάθετος ἐπὶ
τὴν ΒΜ· παράλληλος ἄρα ἐστὶν ἡ ΓΜ τῇ ΞΛ. ἔστι δὲ καὶ ἡ
<lb n="5"/> ΣΞ τῇ ΜΡ παράλληλος· ὅμοιον ἄρα ἐστὶ τὸ ΛΞΣ. τρίγωνον τῷ
ΜΡΓ τριγώνῳ· ἔστιν ἄρα, ὡς ἡ ΣΞ πρὸς τὴν ΜΡ, οὕτως ἡ ΣΛ. πρὸς
τὴν ΡΓ. ἀλλ᾿ ἡ ΣΞ τῆς ΜΡ ἐστὶν ἐλάσσων ἢ β, ἐπεὶ καὶ ἡ ΞΝ
τῆς ΜΟ ἐλάσσων ἐστὶν ἢ β καὶ ἡ ΣΛ ἄρα τῆς ΓΡ ἐλάσσων
ἐστὶν β ὥστε ἡ ΣΡ τῆς ΡΓ πολλῷ ἐλάσσων ἐστὶν ἢ β. ἡ ΣΓ
<lb n="10"/> ἄρα τῆς ΓΡ. ἐλάσσων ἐστὶν ἡ τριπλασίων· ἡ ΓΡ ἄρα πρὸς τὴν ΓΣ
μείζονα λόγον ἔχει ἢ ὃν α πρὸς γ. καὶ ἐπεί ἐστιν, ὡς ἡ ΒΓ. πρὸς
ΓΜ, οὕτως ἡ ΓΜ πρὸς τὴν ΓΡ, ἡ δὲ ΒΓ πρὸς τὴν ΓΜ μείονα
λόγον ἔχει ἢ ὃν με πρὸς α, καὶ ἡ ΓΜ ἄρα πρὸς ΓΡ μείζονα λόγον
ἔχει ἢ ὃν με πρὸς α. ἔχει δὲ καὶ ἡ ΓΡ πρὸς τὴν ΓΣ μείζονα
<lb n="15"/> λόγον ἢ ὃν α πρὸς γ δἰ ἴσου ἄρα ἡ ΓΜ πρὸς τὴν ΓΣ μείζονα
λόγον ἔχει ἢ ὃν με πρὸς γ, τουτέστιν, <add cause="omitted">ἢ</add> ὃν ιε πρὸς α. ἐδείχθη δὲ
καὶ ἡ ΒΓ. πρὸς τὴν ΓΜ μείζονα λόγον ἔχουσα ἢ ὃν με πρὸς α·
δι᾿  ἴσου ἄρα ἡ ΒΓ πρὸς τὴν ΓΣ μείζονα λόγον ἔχει ἢ ὃν τὰ χοε
πρὸς α.</p></div></div></body></text></TEI>