<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1181.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="13"><head>ιγ΄.</head><p>Ἡ ὑποτείνουσα εὐθεῖα ὑπὸ τὴν ἀπολαμβανομένην ἐν
τῷ σκιάσματι τῆς γῆς περιφέρειαν τοῦ κύκλου, καθ᾿ οὗ
φέρεται τὰ ἄκρα τῆς διαμέτρου τοῦ διορίζοντος ἐν τῇ
<lb n="5"/> σελήνῃ τό τε σκιερὸν καὶ τὸ λαμπρόν, τῆς μὲν διαμέτρου
τῆς σελήνης ἐλάσσων ἐστὶν διπλῆ, μείζονα δὲ λόγον
ἔχει πρὸς αὐτὴν ἢ ὃν τὰ πη πρὸς με, τῆς δὲ τοῦ ἡλίου
διαμέτρου ἐλάσσῶν μέν ἐστιν ἔνατον μέρος, μείζονα
δὲ λόγον ἔχει πρὸς αὐτὴν ἢ ὃν κβ πρὸς σκε, πρὸς δὲ τὴν
<lb n="10"/> ἀπὸ τοῦ κέντρου τοῦ ἡλίου ἠγμένην πρὸς ὀρθὰς τῷ ἄξονι,
συμβάλλουσαν δὲ ταῖς τοῦ κώνου πλευραῖς, μείζονα λόγον
ἔχει ἢ ὃν τὰ Ϡοθ πρὸς Μρκε.</p><p>Ἔστω γὰρ ἡλίου μὲν κέντρον πρὸς τῷ Α, γῆς δὲ κέντρον τὸ Β,
σελήνης δὲ τὸ Γ, τελείας οὔσης τῆς ἐκλείψεως καὶ πρώτως ὅλης
<lb n="15"/> ἐμπεπτωκυίας εἰς τὸ τῆς γῆς σκίασμα, καὶ ἐκβεβλήσθω διὰ τῶν Α,
Β, Γ ἐπίπεδον· ποιήσει δὴ τομὰς ἐν μὲν ταῖς σφαίραις κύκλους, ἐν
δὲ τῷ κώνῳ εὐθείας τῷ περιλαμβάνοντι τόν τε ἥλιον καὶ τὴν γῆν.
ποιείτω ἐν μὲν ταῖς σφαίραις μεγίστους κύκλους τοὺς ∠ΕΖ, ΗΘΚ,
ΛΜΝ, ἐν δὲ τῷ σκιάσματι τῆς γῆς κύκλον, καθʼ οὗ φέρεται τὰ ἄκρα
<lb n="20"/> τῆς διαμέτρου τοῦ διορίζοντος ἐν τῇ σελήνῃ τό τε σκιερὸν καὶ τὸ
λαμπρόν, τὸν ΞΛΝ, ἐν δὲ τῷ κώνῳ εὐθείας τὰς ∠ΗΞ, ΖΚΝ.
ἄξων δὲ ἔστω ὁ ΑΒΛ. φανερὸν δὴ ὅτι ὁ ΑΒΛ. ἄξων ἐφάπτεται
τοῦ ΛΜΝ κύκλου, διὰ τὸ τὸ σκίασμα τῆς γῆς σεληνῶν εἶναι δύο, καὶ
δίχα διαιρεῖσθαι τὴν ΝΛΞ περιφέρειαν ὑπὸ τοῦ ΑΒΛ ἄξονος, καὶ
<lb n="25"/> ἔτι τὴν σελήνην πρώτως ἐμπεπτωκέναι εἰς τὸ τῆς γῆς σκίασμα.
ἐπεζεύχθωσαν δὴ αἱ ΞΝ, ΝΛ, ΒΝ, ΛΞ. ἡ ΛΝ ἄρα ἐστὶν ἡ
διάμετρος τοῦ διορίζοντος ἐν τῇ σελήνῃ τό τε σκιερὸν καὶ τὸ
λαμπρόν, καὶ ἡ Β ἐφάπτεται τοῦ ΛΝΟΜ κύκλου, διὰ τὸ εἶναι τὸ
Β πρὸς τῇ ἡμετέρᾳ ὄψει, καὶ τὴν Λ διάμετρον τοῦ διορίζοντος ἐν
<lb n="30"/> τῇ σελήνῃ τό τε σκιερὸν καὶ τὸ λαμπρόν. καὶ ἐπεὶ αἱ ΞΛ, ΛΝ
<note type="footnote">1. ιγ΄] ΙΒ Vat. 2. τὴν] om. W 7. με] τὰ με W 8. ἔνατον] ἔννατον W
14. ἐκλείψεως] ἐκλίψεως Vat. 16. δὴ] δὲ W 18. τοὺς] om. W 19. κύκλον]
κύκλων Vat. 22. ὁ 20] ἠ W ἐφάπτεται] ἐφάπτηται W 25. πρώτως] πρώτως
〈ὅλην〉 Nizze 28—30. καὶ ἡ ΒΝ ἐφάπτεται . . . λαμπρόν] om. soli, ut videtur, codd.
Savilianus et Paris. 2342 28. ἐφάπτεται] εὐθεῖα ἐφάπτεται W ΛΝΟΜ] F
Paris. 2364, 2488: ΛΝ ΟΝ Vat: ΛΜΝ W 28—9. εἷναι τὸ Β] τὸ Β σημεῖον
εἶναι W, qui lacunam post l. 28 λαμπρόν ope versionis Commandini expleverat
29 δάμετρον] τὴν διάμετρον εἶναι W</note>

<pb n="394"/>
ἴσαι εἰσίν, διπλασίονες ἄρα εἰσὶ τῆς ΛΝ, ὥστε ἡ ΞΝ τῆς ΛΝ
ἐλάσσων ἐστὶν ἢ διπλῆ.
ἐπεζεύχθωσαν
δὴ αἱ ΛΓ, ΓΝ, καὶ
<lb n="5"/> διήχθω ἡ Λ ἐπὶ τὸ
Ο·  πολλῷ ἄρα ἡ ΞΝ
τῆς ΛΟ ἐλάσσων ἐστὶν
β. καὶ ἐπεὶ ἡ
ΓΛ κάθετός ἐστιν ἐπὶ
<lb n="10"/> τὴν ΒΛ, παράλληλος
ἄρα ἐστὶν τῇ ΞΝ· ἴση
ἄρα ἐστὶν ἡ ὑπὸ τῶν
ΛΞΝ τῇ ὑπὸ τῶν
ΓΛΝ γωνίᾳ. καὶ ἔστιν
<lb n="15"/> ἴση μὲν ἡ ΝΛ. τῇ
ΛΞ, ἡ  δὲ ΛΓτῇ ΓΝ· 
ὅμοιον ἄρα ἐστὶν τὸ
ΞΝΛ. τρίγωνον τῷ
ΛΝΓ τριγώνῳ· ἔστιν
<lb n="20"/> ἄρα, ὡςὴ ΞΝ πρὸς τὴν
ΝΛ, οὕτωςὴ ΝΛ. πρὸς
τὴν ΛΓ. ἀλλ᾿ ἡ ΝΛ
πρὸς τὴν ΛΓ μείζονα
λόγον ἔχει ὃν τὰ πθ
<lb n="25"/> πρὸς τὰ με, τουτέστι,
τὸ ἀπὸ ΝΛ πρὸς τὸ
ἀπὸ ΛΓ μείζονα λόγον
ἔχει ἤπερ τὰ
 ,ζϠκα πρὸς τὰ ,βκε·
<lb n="30"/> καὶ τὸ ἀπὸ ΞΝ ἄρα
πρὸς τὸ ἀπὸ ΝΛ. μείζονα
λόγον ἔχει ἤπερ
τὰ ζϠκαπρὸς τὰ βκε,
καίἡ ΞΝ πρὸςτὴν ΛΟ
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12830331"/></figure>
<note type="footnote">8. β] διπλῆ W 30. ΞΝ] τῆς ΞΝ W 31. ΝΛ] τῆς ΝΑ W</note>

<pb n="396"/>
μείζονα λόγον ἔχει ἤπερ τὰ ,ζϠκα πρὸς ,δν. ἔχει δὲ καὶ τὰ ,ζϠκα
πρὸς ,δν μείζονα λόγον ἤπερ τὰ πη πρὸς με· ἡ ΝΞ ἄρα πρὸς ΛΟ
μείζονα λόγον ἔχει ἢ ὃν τὰ πη πρὸς τὰ με. ἡ ἄρα ὑποτείνουσα ὑπὸ
τὴν ἀπολαμβανομένην ἐν τῷ σκιάσματι τῆς γῆς περιφέρειαν τοῦ
<lb n="5"/> κύκλου, καθ᾿ οὗ φέρεται τὰ ἄκρα τῆς διαμέτρου τοῦ διορίζοντος ἐν τῇ
σελήνῃ τό τε σκιερὸν καὶ τὸ λαμπρόν, τῆς διαμέτρου τῆς σελήνης
ἐλάσσων μέν ἐστιν ἢ β, μείζονα δὲ λόγον ἔχει <add cause="omitted">πρὸς αὐτὴν</add> ἢ ὃν τὰ
πη πρὸς με.</p><p>Τῶν αὐτῶν ὑποκειμένων, ἤχθω ἀπὸ τοῦ Α τῇ ΑΒ πρὸς ὀρθὰς
<lb n="10"/> ἡ ΠΑΡ· λέγω ὅτι ἡ ΞΝ τῆς διαμέτρου τοῦ ἡλίου ἐλάσσων μέν
ἐστιν θ΄ μέρος, μείζονα δὲ λόγον ἔχει πρὸς αὐτὴν ἢ ὃν τὰ κβ πρὸς
τὰ σκε, πρὸς δὲ τὴν ΠΡ μείζονα λόγον ἔχει ἢ ὃν τὰ Ϡοθ πρὸς
Μρκε. ἐπεὶ γὰρ ἐδείχθη ΞΝ τῆς διαμέτρου τῆς σελήνης ἐλάσσων
οὖσα ἢ β, ἡ δὲ διάμετρος τῆς σελήνης τῆς διαμέτρου τοῦ ἡλίου
<lb n="15"/> ἐλάσσων ἐστὶν ἢ ιη΄ μέρος, ἡ ἄρα ΞΝ τῆς διαμέτρου τοῦ ἡλίου
ἐλάσσων ἐστὶν θ΄ μέρος. πάλιν ἐπεὶ ἡ ΞΝ πρὸς τὴν διάμετρον
τῆς σελήνης μείζονα λόγον ἔχει ἢ ὃν τὰ πη πρὸς τὰ με, ἡ δὲ
διάμετρος τῆς σελήνης πρὸς τὴν τοῦ ἡλίου διάμετρον μείζονα λόγον
ἔχει ἢ ὃν τὰ με πρὸς Ϡ· ἐπεὶ γὰρ ἡ τῆς σελήνης διάμετρος πρὸς
<lb n="20"/> τὴν τοῦ ἡλίου μείζονα λόγον ἔχει ἢ ὃν α πρὸς κ, καὶ πάντα
τεσσαρακοντάκις καὶ πεντάκις· ἕξει ἄρα ἡ ΞΝ πρὸς τὴν διάμετρον
τοῦ ἡλίου μείζονα λόγον ἢ ὃν τὰ πη πρὸς τὰ Ϡ, τουτέστιν, ἢ ὃν
τὰ κβ πρὸς τὰ σκε. ἤχθωσαν δὴ ἀπὸ τοῦ Β τοῦ ∠Ε κύκλου
ἐφαπτόμεναι αἱ ΒΥΣ, ΒΦΤ, καὶ ἐπεζεύχθω ἡ ΥΦ καὶ ἡ ΥΑ.
<lb n="25"/> ἔσται δή, ὡς ἡ διάμετρος τοῦ διορίζοντος ἐν τῇ σελήνῃ τό τε σκιερὸν
καὶ τὸ λαμπρὸν πρὸς τὴν διάμετρον τῆς σελήνης, οὕτως ἡ ΥΦ πρὸς
τὴν διάμετρον τοῦ ἡλίου, διὰ τὸ τὸν αὐτὸν κῶνον περιλαμβάνειν τόν
<note type="footnote">2. Ν ἄρα] ἄρα ἡ ΝΞ Vat. 3. τὰ με] με W ὑποτείνουσα]
ἀποτείνουσα Vat. 7. β] δικλῆ W ⟨πρὸς αὐτὴν⟩] addidi 11, 16. θ΄]
ἔννατον W 12. σκε] κε Vat. ἔχει] ἔχει πρὸς αὐτὴν W 14. β]
διπλασίων W 15. ἢ ιη΄] ιη΄ Vat. 17. τὰ με] με W 20. α] τὸ α W
21. τεσσαρακοντάκις καὶ πεντάκις] τεσσαρακοντακαιπεντάκις W 22. τὰ Ϡ]
Ϡ w 23. ∠Ε] ∠ΕΖ W</note>

<pb n="398"/>
τε ἥλιον καὶ τὴν σελήνην τὴν κορυφὴν ἔχοντα πρὸς τῇ ἡμετέρᾳ ὄψει.
ἡ δὲ διάμετρος τοῦ διορίζοντος ἐν τῇ σελήνῃ τό τε σκιερὸν καὶ τὸ
λαμπρὸν πρὸς τὴν διάμετρον τῆς σελήνης μείζονα λόγον ἔχει ἢ ὃν τὰ
πθ πρὸς τὰ (??) καὶ ΥΦ ἄρα πρὸς τὴν τοῦ ἡλίου διάμετρον μείζονα
<lb n="5"/> λόγον ἔχει ἢ ὃν τὰ πθ πρὸς (??) καὶ ἡ ΧΥ ἄρα πρὸς τὴν ΥΑ μείζονα
λόγον ἔχει ὃν τὰ πθ πρὸς (??) ὡς δὲ ἡ ΧΥ πρὸς τὴν ΥΑ, οὕτως ἡ
ΥΑ πρὸς τὴν ΑΣ, διὰ τὸ παραλλήλους εἶναι τὰς ΣΑ, ΥΧ· καὶ ἡ
ΥΑ ἄρα πρὸς τὴν Α μείζονα λόγον ἔχει ἢ ὃν τὰ πθ πρὸς τὰ (??)
πολλῷ ἄρα ἡ ΥΑ. πρὸς τὴν ΑΡ μείζονα λόγον ἔχει ὃν τὰ πθ πρὸς
<lb n="10"/> τὰ (??) καὶ τὰ β ἡ ἄρα διάμετρος τοῦ ἡλίου πρὸς τὴν ΠΡ μείζονα
λόγον ἔχει ἢ ὃν τὰ πθ πρὸς τὰ (??) ἐδείχθη δὲ καὶ ἡ ΞΝ πρὸς τὴν
διάμετρον τοῦ ἡλίου μείζονα λόγον ἔχουσα ἢ ὃν τὰ κβ πρὸς τὰ σκε.
δι᾿  ἴσου πολλῷ ἄρα ἡ ΞΝ πρὸς τὴν ΠΡ μείζονα λόγον ἔχει ἤ <add cause="omitted">ὃν</add>
ὁ συνηγμένος ἔκ τε τῶν κβ καὶ πθ πρὸς τὸν ἐκ τῶν (??) καὶ σκε,
<lb n="15"/> τουτέστιν, τὰ α Ϡνη πρὸς τὰ Μσν· καὶ τὰ ἡμίση, τουτέστιν, τὰ
Ϡοθ πρὸς τὰ Μρκε.</p></div></div></body></text></TEI>