ι΄. Ὁ ἥλιος πρὸς τὴν σελήνην μείζονα μὲν λόγον ἔχει ἢ ὃν τὰ εωλβ πρὸς α, ἐλάσσονα δὲ ἢ ὃν τὰ πρὸς α. Εστω ἡ μὲν τοῦ ἡλίου διάμετρος ἡ Α, ἡ δὲ τῆς σελήνης ἡ Β. ἡ Α ἄρα πρὸς τὴν Β μείζονα λόγον ἔχει ἡ ὃν τὰ ιη πρὸς α, ἐλάσσονα δὲ ἢ ὃν τὰ κ πρὸς α. καὶ ἐπειδὴ ὁ ἀπὸ τῆς Α κύβος πρὸς τὸν ἀπὸ τῆς Β κύβον γ λόγον ἔχει ἤπερ ἡ πρὸς τὴν Β, ἔχει δὲ καὶ ἡ περὶ διάμετρον τὴν Α σφαῖρα πρὸς τὴν περὶ διάμετρον τὴν Β σφαῖραν γ λόγον ἤπερ ἡ Α πρὸς τὴν Β, ἔστιν ἄρα, ὡς ἡ περὶ διάμετρον τὴν Α σφαῖρα πρὸς τὴν περὶ διάμετρον τὴν Β σφαῖραν, οὕτως ὁ ἀπὸ τῆς Α κύβος πρὸς τὸν ἀπὸ τῆς Β κύβον. ὁ δὲ ἀπὸ τῆς Α κύβος πρὸς τὸν ἀπὸ τῆς Β κύβον μείζονα λόγον ἔχει ἢ ὃν τὰ εωλβ πρὸς α, ἐλάσσονα δὲ ὃν τὰ η πρὸς α, ἐπειδὴ ἡ Α πρὸς τὴν Β μείζονα λόγον ἔχει ἢ ὃν τὰ ιη πρὸς α, ἐλάσσονα δὲ ἢ ὃν τὰ κ πρὸς ἕν· ὅστε ὁ ἥλιος πρὸς τὴν σελήνην μείζονα λόγον ἔχει ἤπερ τὰ εωλβ πρὸς α, ἐλάσσονα δὲ ὃν τὰ η πρὸς α. 1. εὐθείας] W Paris. 2364: εὐθεῖαν F Vat. Paris. 2366, 2488 μὲν] om. W 2. τῷ κώνῳ] τοῖς κώνοις Vat. Paris. 2366, 2488 4. ἡ ΒΚ] 〈οὕτως〉 ἡ Β Nizze ΓΗ] τὴν Γ W 5. ἢ ιη] ηι Vat 6. ἢ ιη Vat. 7. ι΄] Θ Vat. 13, 15. γ] sic Vat. pro τριπλασίονα: τριπλασίονα W 14. πρὸς τὴν] πρὸς τὴν Vat 21. ἕν] α W