<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1146.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1146.tlg001.1st1K-grc1" n="64"><p rend="indent"><bibl xml:lang="lat">Athen. VIII p. 346c.</bibl> καίτοι γε Ἀντίπατρος ὁ Ταρσεύς, ὁ ἀπὸ τῆς στοᾶς, ἐν τετάρτῳ περὶ δεισιδαιμονίας λέγεσθαί φησι πρός τινων ὅτι Γάτις ἡ τῶν Σύρων βασίλισσα οὕτως ἦν ὀψοφάγος ὥστε κηρῦξαι ἄτερ Γάτιδος μηδένα ἰχθὺν ἐσθίειν· ὑπ’ ἀγνοίας δὲ τοὺς πολλοὺς αὐτὴν μὲν Ἀταργάτιν ὀνομάζειν, ἰχθύων δὲ ἀπέχεσθαι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1146.tlg001.1st1K-grc1" n="65"><p rend="indent"><bibl xml:lang="lat">Athenaeus XIV p. 643f.</bibl> ἡμεῖς δὲ ἃ μετεγράψαμεν ὀνόματα πλακούντων, τούτων σοι καὶ μεταδώσομεν, οὐχ ὡς τοῦ ⟨ὑπ’⟩ Ἀλκιβιάδου πεμφθέντος Σωκράτει [ὃν] Ξανθίππης καταγελασάσης ὁ Σωκράτης <q>οὐκοῦν, ἔφη, οὐδὲ σὺ μεθέξεις τούτου.</q> (τοῦτο δὲ ἱστόρησεν Ἀντίπατρος ἐν τῷ πρώτῳ περὶ Ὀργῆς) ἐγὼ δέ, φιλοπλάκουντος ὤν, οὐκ ἂν περιεῖδον τὸν θεῖον ἐκεῖνον ἐξυβριζόμενον πλακοῦντα.</p></div></div></body></text></TEI>