Strabo XIV p. 674. commemorat Antipatrum philosophum Tarso oriundum. Cf. Plut. de exilio cp. 14. Cicero Acad. II 143. quid? duo vel principes dialecticorum, Antipater et Archedemus, opiniosissimi homines, nonne multis in rebus dissentiunt. Numenius apud Euseb. XIV 8, 10. πᾶσα γοῦν Καρνεάδου διάνοια ἐνίκα καὶ οὐδεμία ἡτισοῦν ἄλλως, ἐπεὶ καὶ οἷς ἐπολέμει ἦσαν εἰπεῖν ἀδυνατώτεροι. Ἀντίπατρος γοῦν ὁ κατ’ αὐτὸν γενόμενος ἔμελλε μὲν ἀγωνιᾶν τι γράφειν, πρὸς δ’ οὖν τοὺς ἀπὸ Καρνεάδου καθ’ ἡμέραν ἀποφερομένους λόγους οὔποτε ἐδημοσίευσεν, οὐκ ἐν ταῖς διατριβαῖς, οὐκ ἐν τοῖς περιπάτοις, οὐδὲ εἶπεν οὐδὲ ἐφθέγξατο, οὐδʹ ἤκουσέ τις αὐτοῦ, φασίν, οὐδὲ γρῦ· ἀντιγραφὰς δὲ ἐπανετείνετο καὶ γωνίαν λαβὼν βιβλία κατέλιπε γράψας τοῖς ὕστερον, οὔτε νῦν δυνάμενα καὶ τότε ἦν ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα καὶ καταδόξαντα εἶναι τοῖς τότε ἀνθρώποις, τὸν Καρνεάδην· ὅμως δὲ καίτοι καὐτὸς ὑπὸ τῆς Στωϊκῆς φιλοτιμίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους δι’ ἀποῤῥήτων ὡμολόγει τε καὶ ἠλήθευε καὶ ἀπεφαίνετο ἃ κἂν ἄλλος τῶν ἐπιτυχόντων. Diog. Laërt. IV 64. μαθών τε ( scil. ὁ Καρνεάδης) Ἀντίπατρον φάρμακον πιόντα ἀποθανεῖν, παρωρμήθη πρὸς τὸ εὐθαρσὲς τῆς ἀπαλλαγῆς καί φησι· δότε οὖν κἀμοί. τῶν δὲ εἰπόντων· τί; οἰνόμελι, εἰπεῖν. Stob. Floril. 119, 19. Καρνεάδης Ἀντιπάτρου αὑτὸν ἐξαγαγόντος γέρων ὢν δύο κύλικας ἐκέρασε, τὴν μὲν κωνείου, τὴν δὲ οἰνομέλιτος. Καὶ τὴν τοῦ κωνείου τοῖς λοιποῖς Στωϊκοῖς εἰπὼν προπίνειν, τὴν τοῦ οἰνομέλιτος ἐξέπιε, διαπαίζων τὴν σπουδὴν τῶν ἑκουσίως ἐκλειπόντων τὸν βιόν. Cicero de fin. I 6. Quid enim est a Chrysippo praetermissum in Stoicis? Legimus tamen Diogenem, Antipatrum. Arrianus Epicteti dissert. III 2, 13. εἰ Χρύσιππον ἀνέγνως ἢ Ἀντίπατρον; εἰ μὲν γὰρ καὶ Ἀρχέδημον, ἀπέχεις ἅπαντα. III 21, 7. καὶ μὴν ἐγὼ ὑμῖν ἐξηγήσομαι τὰ Χρυσίππεια, ὡς οὐδείς· τὴν λέξιν διαλύσω καθαρώτατα· προσθήσω ἄν που καὶ Ἀντιπάτρου καὶ Ἀρχεδήμου φοράν. Arrianus Epict. dissert. II 17, 40. οὐδ’ ἐγγὺς ἐσόμεθα τοῦ προκόψαι, κἂν πάσας τὰς εἰσαγωγὰς καὶ τὰς συντάξεις τὰς Χρυσίππου μετὰ τῶν Ἀντιπάτρου καὶ Ἀρχεδήμου διέλθωμεν.