Clemens Alex. Stromat. V 14 p. 254 Sylb., V. II p. 705 Pott. Ἀντίπατρος μὲν οὖν ὁ Στωϊκὸς τρία συγγραψάμενος βιβλία περὶ τοῦ ὅτι κατὰ Πλάτωνα μόνον τὸ καλὸν ἀγαθόν , ἀποδείκνυσιν ὅτι καὶ κατ’ αὐτὸν αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν· καὶ ἄλλα πλείω παρατίθεται δόγματα σύμφωνα τοῖς Στωϊκοῖς. Stobaeus ecl. II 75, 11 W. τὸ δὲ τέλος ὁ μὲν Ζήνων οὕτως ἀπέδωκε τὸ ὁμολογουμένως ζῆν - - οἱ δὲ μετὰ τοῦτον προσδιαρθροῦντες οὕτως ἐξέφερον - - - Ἀντίπατρος δὲ ζῆν ἐκλεγομένους μὲν τὰ κατὰ φύσιν, ἀπεκλεγομένους δὲ τὰ παρὰ φύσιν . πολλάκις δὲ καὶ οὕτως ἀπεδίδου πᾶν τὸ καθ’ αὑτὸν ποιεῖν διηνεκῶς καὶ ἀπαραβάτως πρὸς τὸ τυγχάνειν τῶν προηγουμένων κατὰ φύσιν.