Galenus de Hippocr. et Plat. decr. II 3. p. 182 Mü. νυνὶ δὲ πῶς μὲν οἱ διὰ δύο τροπικῶν ἢ τριῶν ἀναλύονται συλλογισμοὶ καὶ πῶς οἱ ἀδιαφόρως περαίνοντες ἢ τινες ἄλλοι τοιοῦτοι, τῷ πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἔστι συντυχεῖν ἀκριβῶς ἠσκημμένοις, ὥσπερ ἀμέλει καὶ ἐπ’ ἄλλοις, ὅσοις διὰ τοῦ τρίτου θέματος ἢ τετάρτου συλλογισμοὺς ἀναλύουσι· καίτοι τούτων τοὺς πλείστους ἔνεστιν ἑτέρως ἀναλύειν συντομώτερον, ὡς Ἀντίπατρος ἔγραψεν. Fragmenta physica. Diog. Laërt. VII 150. σῶμα δέ ἐστι κατ’ αὐτοὺς ἡ οὐσία καὶ πεπερασμένη, καθά φησιν Ἀντίπατρος ἐν δευτέρῳ περὶ οὐσίας. Plutarchus de Stoic. repugn. cp. 38. Ἀντίπατρος ὁ Ταρσεὺς ἐν τῷ περὶ θεῶν γράφει ταῦτα κατὰ λέξιν Πρὸ δὲ τοῦ σύμπαντος λόγου τὴν ἐνάργειαν, ἣν ἔχομεν περὶ θεοῦ, διὰ βραχέων ἐπιλογιούμεθα· θεὸν τοίνυν νοοῦμεν ζῶον μακάριον καὶ ἄφθαρτον καὶ εὐποιητικὸν ἀνθρώπων. εἶτα τούτων ἕκαστον ἀφηγούμενος, φησὶν οὕτω καὶ μὴν ἀφθάρτους αὐτοὺς ἡγοῦνται πάντες. Plutarchus de Stoic. repugn. cp. 38 p. 1052b. τούτοις ἔτι βούλομαι παραβαλεῖν μικρὰ τῶν ὑπὸ τοῦ Ἀντιπάτρου λεγομένων· ὅσοι δὲ περιαιροῦνται τὸ εὐποιητικὸν ἐκ τῶν θεῶν, ἀπὸ μέρους προσβάλλουσι τῇ τούτων προλήψει· κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ νομίζοντες αὐτοὺς γενέσεως τε καὶ φθορᾶς κοινωνεῖν. Aëtii plac. philos. I 27, 6 (p. 322b Diels). Ἀντίπατρος ὁ Στωϊκὸς θεὸν ἀπεφαίνετο τὴν εἱμαρμένην.