Ex Operis Proxmio. ’Εκ πλείστου ὅσου καὶ ἱκανωτάτου χρόνου, ἀγαπητὲ Ἀουίρκιε Μάρκελλε, ἐπιταχθεὶς ὑπὸ σοῦ συγγράψαι τινὰ λόγον εἰς τὴν τῶν κατὰ Μιλτιάδην λεγομένων αἵρεσιν, ἐφεκτικώτερόν πως μέχρι νῦν διεκείμην· οὐκ ἀπορίᾳ τοῦ δύνασθαι ἐλέγχειν μὲν τὸ ψεῦδος, μαρτυρεῖν δὲ τῇ ἀληθείᾳ· δεδιὼς δὲ καὶ ἐξευλαβούμενος, μή πῃ δόξω τισὶν ἐπισυγγράφειν ἢ ἐπιδιατάσσεσθαι τῷ τῆς τοῦ εὐαγγελίου καινῆς διαθήκης λόγῳ· ᾧ μήτε προσθεῖναι μήτ’ ἀφελεῖν δυνατὸν, τῷ κατὰ τὸ εὐαγγέλιον αὐτὸ πολιτεύεσθαι προῃρημένῳ. προσφάτως δὲ γενόμενος ἐν Ἀγκύρᾳ τῆς Γαλατίας· καὶ καταλαβὼν τὴν κατὰ τόπον ἐκκλησίαν ὑπὸ τῆς νέας ταύτης οὐχ ὡς αὐτοὶ φασὶ προφητείας· πολὺ δὲ μᾶλλον ὡς δειχθήσεται ψευδοπροφητείας διατεθρυλλημένην, καθόσον δυνατὸν, τοῦ Κυρίου παρασχόντος, περὶ αὐτῶν τε τούτων καὶ τῶν προτεινομένων ὑπ’ αὐτῶν ἑκάστοτε διελέχθημεν ἡμέραις πλείοσιν ἐν τῇ ἐκκλησίᾳ· ὡς τὴν μὲν ἐκκλησίαν ἀγαλλιασθῆναι, καὶ πρὸς τὴν ἀλήθειαν ἐπιῤῥωσθῆναι· τοὺς δὲ ἐξεναντίας πρὸς τὸ παρὸν ἀποκρουσθῆναι· καὶ τοὺς ἀντιθέτους λυπηθῆναι. ἀξιούντων οὖν τῶν κατὰ τόπον πρεσβυτέρων, ὅπως τῶν λεχθέντων κατὰ τῶν ἀντιδιατιθεμένων τῷ τῆς ἀληθείας λόγῳ ὑπόμνημά τι καταλίπωμεν· παρόντος καὶ τοῦ συμπρεσβυτέρου ἡμῶν Ζωτικοῦ τοῦ Ὀτρηνοῦ, τοῦτο μὲν οὐκ ἐπράξαμεν· ἐπηγγειλάμεθα δὲ ἐνθάδε γράψαντες τοῦ Κυρίου διδόντος, διὰ σπουδῆς πέμψειν αὐτοῖς. Itidem ex libri primi initio. Ἡ τοίνυν ἔνστασις αὐτῶν καὶ ἡ πρόσφατος τοῦ ἀποσχίσματος αἵρεσις πρὸς τὴν ἐκκλησίαν, τὴν αἰτίαν ἔσχε τοιαύτην· κώμη τις εἶναι λέγεται ἐν τῇ κατὰ τὴν Φρυγίαν Μυσίᾳ, καλουμένη Ἀρδαβαῦ τοὔνομα· ἔνθα φασὶ τινὰ τῶν νεοπίστων, πρώτως, Μοντανὸν τοὔνομα, κατὰ Γράτον Ἀσίας ἀνθύπατον, ἐν ἐπιθυμίᾳ ψυχῆς ἀμέτρῳ φιλοπρωτείας δόντα πάροδον εἰς ἑαυτὸν τῷ ἀντικειμένῳ, πνευματοφορηθῆναί τε καὶ αἰφνιδίως ἐν κατοχῇ τινὶ καὶ παρεκστάσει γενόμενον ἐνθουσιᾷν· ἄρξασθαί τε λαλεῖν καὶ ξενοφωνεῖν, παρὰ τὸ κατὰ παράδοσιν καὶ κατὰ διαδοχὴν ἄνωθεν τῆς ἐκκλησίας ἔθος δῆθεν προφητεύοντα· τῶν δὲ κατ’ ἐκεῖνο καιροῦ ἐν τῇ τῶν νόθων ἐκφωνημάτων ἀκροάσει γενομένων, οἱ μὲν ὡς ἐπὶ ἐνεργουμένῳ καὶ δαιμονῶντι καὶ ἐν πλάνης πνεύματι ὑπάρχοντι, καὶ τοὺς ὄχλους ταράττοντι ἀχθόμενοι ἐπετίμων, καὶ λαλεῖν ἐκώλυον· μεμνημένοι τῆς τοῦ Κυρίου διαστολῆς τε καὶ ἀπειλῆς, πρὸς τὸ φυλάττεσθαι τὴν τῶν ψευδοπροφητῶν ἐγρηγορότως παρουσίαν· οἱ δὲ ὡς ἁγίῳ πνεύματι καὶ προφητικῷ χαρίσματι ἐπαιρόμενοι· καὶ οὐχ ἥκιστα χαυνούμενοι· καὶ τῆς διαστολῆς τοῦ Κυρίου ἐπιλανθανόμενοι· τὸ βλαψίφρον καὶ ὑποκοριστικὸν καὶ λαοπλάνον πνεῦμα προὐκαλοῦντο· θελγόμενοι καὶ πλανώμενοι ὑπ’ αὐτοῦ, εἰς τὸ μηκέτι κωλύεσθαι ( for. κωλύεσθαι λαλεῖν, καὶ) σιωπᾶν. τεχνῇ δέ τινι, μᾶλλον δὲ τοιαύτῃ μεθόδῳ κακοτεχνίας ὁ διάβολος τὴν κατὰ τῶν παρηκόων ἀπώλειαν μηχανησάμενος, καὶ παρ’ ἀξίαν ὑπ’ αὐτῶν τιμώμενος, ὑπεξήγειρέ τε καὶ προσεξέκαυσεν αὐτῶν τὴν ἀποκεκοιμημένην ἀπὸ τῆς κατ’ ἀλήθειαν πίστεως διάνοιαν· ὡς καὶ ἑτέρας τινὰς δύο γυναῖκας ἐπεγεῖραι, καὶ τοῦ νόθου πνεύματος πληρῶσαι· ὡς καὶ λαλεῖν ἐκφρόνως καὶ ἀκαίρως καὶ ἀλλοτριοτρόπως ὁμοίως τῷ προειρημένῳ. καὶ τοὺς μὲν χαίροντας καὶ καυχωμένους ἐπ’ αὐτῷ, μακαρίζοντος τοῦ πνεύματος, καὶ διὰ τοῦ μεγέθους τῶν ἐπαγγελμάτων ἐκφυσιοῦντος· ἔσθ’ ὅπῃ δὲ καὶ κατακρίνοντος στοχαστικῶς καὶ ἀξιοπίστως αὐτοὺς ἄντικρυς, ἵνα καὶ ἐλεγκτικὸν εἶναι δοκῇ· ὀλίγοι δ’ ἦσαν οὗτοι τῶν Φρυγῶν ἐξηπατημένοι· τὴν δὲ καθόλου καὶ πᾶσαν τὴν ὑπὸ τὸν οὐρανὸν ἐκκλησίαν βλασφημεῖν διδάσκοντος τοῦ ἀπηυθαδισμένου πνεύματος, ὅτι μήτε τιμὴν μήτε πάροδον εἰς αὐτὴν τὸ ψευδοπροφητικὸν ἐλάμβανε πνεῦμα. τῶν γὰρ κατὰ τὴν Ἀσίαν πιστῶν πολλάκις καὶ πολλαχῇ τῆς Ἀσίας εἰς τοῦτο συνελθόντων, καὶ τοὺς προσφάτους λόγους ἐξετασάντων καὶ βεβήλους ἀποφῃνάντων καὶ ἀποδοκιμασάντων τὴν αἵρεσιν, οὕτω δὴ τῆς τε ἐκκλησίας ἐξεώσθησαν, καὶ τῆς κοινωνίας εἴρχθησαν.