<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1129.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1129.tlg001.1st1K-grc1" n="1"><pb facs="dedifferentiaadf00ammouoft_0238"/><head>ΠΕΡΙ ΒΑΡΒΑΡΙΣΜΟΥ.</head><p>Βαρβαρισμός ἐστι λέξις ἤτοι περὶ τὰ στοιχεῖα, ἢ περὶ τὰς προσῳδίας ἡμαρτημένη. Διαφέρει δὲ τοῦ Σολοικισμοῦ· <pb facs="dedifferentiaadf00ammouoft_0239"/> ἐπεὶ ὁ μὲν Βαρβαρισμὸς ἐν λέξει γίνεται, ὁ δὲ Σολοικισμὸς ἐν λόγῳ. Γίνεται δὲ ὁ Βαρβαρισμὸς ἐν τῇ λέξει, περὶ πλεονασμὸν στοιχείου, περὶ ἔνδειαν, περὶ ἐναλλαγὴν, περὶ τόνον, περὶ χρόνον, περὶ πνεῦμα. Λέγομεν δὲ Βαρβαρίζειν καὶ τοὺς ἀλλοφύλῳ λέξει χρωμένους· ὡς εἴ τις τὸ μὲν ὑπαυχένιον Κερβικάριον λέγοι, τὸ δὲ χειρόμακτρον, Μάππαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1129.tlg001.1st1K-grc1" n="2"><head>ΠΕΡΙ ΣΟΛΟΙΚΙΣΜΟΥ.</head><p>Σολοικισμός ἐστι λόγος περὶ τὴν σύνταξιν τῶν λέξεων ἡμαρτημένος. Διαφέρει δὲ Σχήματος· ἐπεὶ τὸ μὲν Σχῆμα ἔχει τινὰ αἰτίαν εὔλογον καθισταμένην εἰς εὐπρέπειαν, ὁ δὲ Σολοικισμὸς οὐκ ἔχει. Γίνεται δὲ ὁ Σολοικισμὸς ἐν τῷ λόγῳ, περὶ πλεονασμὸν λέξεως, περὶ ἔνδειαν, περὶ ἐναλλαγὴν, περὶ εἶδος, περὶ γένος, περὶ ἄρθρον, περὶ ἀριθμὸν, περὶ πτῶσιν, περὶ πρόσωπον, περὶ χρόνον, περὶ διάθεσιν, περὶ ἔγκλισιν. Λέγεται δὲ Σολοικισμὸς, ἐπεὶ σόλοικον καὶ βάρβαρον τὴν προφορὰν ἔχει· Σολοίκους <pb facs="dedifferentiaadf00ammouoft_0240"/> δὲ ἔλεγον οἱ παλαιοὶ τοὺς βαρβάρους. ὁ γὰρ Ἀνακρέων φησὶ, Κοίμισον δὲ σόλοικον φθόγγον. καὶ Ἱππώναξ, <quote type="blockquote">Καὶ τοὺς σολοίκους ἢν λάβωσι, περνᾶσι <lb/>Φρύγας μὲν εἰς Μίλητον ἀλφιτεύσοντας.</quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1129.tlg001.1st1K-grc1" n="3"><head>ΕΤΕΡΩΣ ΠΕΡΙ ΒΑΡΒΑΡΙΣΜΟΥ ΚΑΤΑ ΠΛΑΤΟΣ.</head><p>Τοῦ λόγου ἀρεταὶ μέν εἰσιν ἕξ. Ἑλληνισμὸς, Σαφήνεια, Κυριολογία, Συντομία, Εὐσυνθεσία, Εὐπρέπεια. Κακίαι δὲ ταύταις ἀντικείμεναι ὁμοίως ἕξ. Βαρβαρισμὸς, Ἀσάφεια, Ἀκυρολογία, Μακρολογία, Κακοσυνθεσία, Ἀπρέπεια.</p><p rend="indent">Ἑλληνισμὸς μὲν οὖν ἐστι λέξις ὑγιὴς, καὶ ἀδιάστροφος λόγου μερῶν συμπλοκὴ μετάλληλος ☼)· Βαρβαρισμὸς δέ ἐστι λέξις ἡμαρτημένη παρὰ τὴν τῶν Ἑλληνιζόντων συνήθειαν.</p><pb facs="dedifferentiaadf00ammouoft_0241"/><p rend="indent">Διαφέρει δὲ Βαρβαρισμὸς Σολοικίας· ὅτι ἡ μὲν Σολοικία τὴν τάξιν βλάπτει τοῦ λόγου, ὁ δὲ Βαρβαρισμὸς τὰ ἔπη τῆς λέξεως.</p><p rend="indent">Γίνεται δὲ Βαρβαρισμὸς κατὰ τρόπους ἐννέα· προσθέσει, ἀφαιρέσει, ἐναλλαγῇ, μεταθέσει, συναλοιφῇ, διαιρέσει, τόνῳ, χρόνῳ, πνεύματι.</p><p rend="indent(hang)">Κατὰ μὲν οὖν Πρόσθεσιν βαρβαρίζουσιν οἱ λέγοντες Σωκράτην, Δημοσθένην. τὰ γὰρ εἰς η̄ς̄ λήγοντα σύνθετα οὐ προσλαμβάνει ἐπὶ τῆς αἰτιατικῆς τὸ ν̄, ὅπαν ᾖ παρ’ οὐδετέρων πρὸς τὴν κατάληξιν, ἢ ῥῆμα ἐπὶ τέλει ἐμφαίνηται.</p><p rend="indent(hang)">Κατὰ δὲ Ἀφαίρεσιν· ὡς εἴ τις λέγοι τὸν Ἑρμῆ, δεῖ γὰρ λέγειν τὸν Ἑρμῆν.</p><p rend="indent(hang)">Κατὰ δὲ Πρόσθεσιν· λέγοντες τὸν δίφρον, δρίφον· καὶ τὸ φέρω, φέρνω· καὶ Μυτιληναῖον, Μιτυληναῖον· ἀπὸ γὰρ τοῦ Μύτωνος τοῦ κτίστου Μυτιλήνη καλεῖται.</p><pb facs="dedifferentiaadf00ammouoft_0242"/><p rend="indent(hang)">Κατὰ δὲ Ἐναλλαγὴν, ὅσοι λέγουσιν ἀντὶ τοῦ ἐδυνάμην, ἠδυνάμην· καὶ ἀντὶ τοῦ ἐβουλόμην, ἠβουλόμην. ὅσα γὰρ ἀπὸ συμφώνου ἄρχεται τῶν ῥημάτων ἐν τῷ ἐνεστῶτι χρόνῳ, ταῦτα κατὰ τὸν παρατατικὸν ἀπὸ τοῦ ε̄ ἄρχεται. λέγω, ἔλεγον· φέρω, ἔφερον· οὕτω μέλλω, ἔμελλον· βούλομαι, ἐβουλόμην· καὶ δύναμαι, ἐδυνάμην.</p><p rend="indent(hang)">Κατὰ δὲ Συναλοιφὴν, ὡς Μένανδρος λέγει, <quote type="blockquote">Ὁ θάτερος μὲν τοῖν δυοῖν Διοσκόροιν.</quote> ἀντὶ τοῦ φάναι, ὁ ἕτερος· ἡ γὰρ τοιαύτη συναλοιφὴ γίνεται ἐπὶ οὐδετέρου ἄρθρου, ὅταν αὐτῷ ἐπιφέρηται ὄνομα ἀπὸ φωνήεντος ἀρχόμενον, οἷον τὸ ἕτερον λέγω θάτερον· ἐπὶ ἀρσενικοῦ δὲ οὐδαμῶς.</p><p rend="indent(hang)">Κατὰ δὲ Διαίρεσιν, ὡς ὅταν Ἡσίοδος λέγῃ, <quote type="blockquote">Μάγνης δ’ αὖ Δίκτην τε καὶ ἀντίθεον Πολυδεύκεα.</quote> οὐ γὰρ διαιρεῖται, ὧν ἡ αἰτιατικὴ εἰς ν̄ λήγει· αἱ γὰρ εἰς ᾱ λήγουσαι αἰτιατικαὶ διαιροῦνται, Δημοσθένεα, Δημοσθένη γὰρ καὶ Διογένη.</p><p rend="indent(hang)">Κατὰ δὲ Τόνον βαρβαρίζουσιν οἱ λέγοντες, ἐὰν βουλῶμαι, καὶ ἐὰν ἀρχῶμαι. δεῖ γὰρ λέγειν, ἐὰν βούλωμαι, καὶ ἐὰν ἄρχωμαι· ἐπειδὴ τὰ ὑποτακτικὰ τοῖς ἰδίοις ὁριστικοῖς ὁμοτονεῖ, φέρομαι, ἐὰν φέρωμαι· λέγομαι, ἐὰν λέγωμαι· οὕτω καὶ ἐὰν βούλωμαι, καὶ ἐὰν ἄρχωμαι. Ὁμοίως καὶ περὶ τοὺς τόνους βαρβαρίζουσιν οἱ λέγοντες ἀκρᾶτον προπερισπωμένως· δεῖ γὰρ λέγειν ἄκρατον προπαροξυτόνως· ἡ γὰρ τοῦ ᾱ στέρησις προτιθεμένη τῶν δισυλλάβων ὀνομάτων εἰς ο̄ς̄ ληγόντων ἀναβιβάζει τὸν τόνον· οἷον κακὸς, ἄκακος· φθαρτὸς, ἄφθαρτος· οὐκοῦν καὶ κρατὸς, ἄκρατος.</p><pb facs="dedifferentiaadf00ammouoft_0243"/><p rend="indent(hang)">Κατὰ δὲ Χρόνους βαρβαρίζουσιν οἱ λέγοντες πινακωῒς ἐκτεταμένως· δεῖ γὰρ λέγειν πινακὶς συνεσταλμένως, ὡς θυρὶς, σανίς.</p><p rend="indent(hang)">Κατὰ δὲ Πνεῦμα βαρβαρίζουσιν οἱ λέγοντες αὕριον δασέως· δεῖ γὰρ αὔριον ψιλῶς· ἐπείπερ εἴρηται παρὰ τὴν αὔραν, ἥτις ἐκ τῶν ποταμῶν ἕωθεν ἀναδίδοσθαι φιλεῖ. <quote type="blockquote">Αὔρη δ’ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.</quote> ἄλλως τε καὶ διὰ ψιλοῦ τοῦ στοιχείου συναλείφεται. <quote type="blockquote">Μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον, ἔς τ’ ἔννηφι.</quote> εἰ γὰρ ἦν δασυ, πάντως ἂν διὰ τοῦ θ ὤφειλεν εἶναι ἡ συναλοιφή.</p><p rend="indent">Ἀκυρολογία δὲ, ἥτις περὶ τὸ σημαινόμενον ἁμαρτάνεται· τῆς δὲ κακίας μέρος ἐστὶ καὶ ἡ ἀκυρολογία. ὡς παρὰ τῷ Καλλιμάχῳ ἐπὶ τῶν ἀπολομένων νηπίων, <quote type="blockquote">Μητέρας ἐξεκένωσαν, ἐκούφισσαν δὲ τιθήνας.</quote> Τοὐναντίον γὰρ, ἐβάρυναν ἀπολέσαντες τὰ ὑπ’αὐτῶν τρεφόμενα βρέφη. καὶ παρ’ Αἰσχύλῳ, <quote type="blockquote">Ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς.</quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1129.tlg001.1st1K-grc1" n="4"><head>ΠΕΡΙ ΣΟΛΟΙΚΙΑΣ ΚΑΤΑ ΠΛΑΤΟΣ.</head><p>Σολοικία ἐστὶν ἀκατάλληλος πλοκὴ τῶν τοῦ λόγου μερῶν παρὰ τὴν τῶν Ἑλληνιζόντων συνήθειαν.</p><pb facs="dedifferentiaadf00ammouoft_0244"/><p rend="indent">Σολοικίζουσι δὲ κατὰ τρόπους ῑε̄· περὶ γένη, περὶ ἀριθμοὺς, περὶ τὰς πτώσεις, περὶ τὰ εἴδη, περὶ τὰ γενικὰ καὶ εἰδικὰ, περὶ τὰ πάθη, περὶ τὰ ἐνεργήματα, περὶ τοὺς χρόνους, περὶ τὰ πρόσωπα, περὶ τὰς ἐγκλίσεις τῶν ῥημάτων, περὶ τὰ ἄρθρα, περὶ τὰς ἀντωνυμίας, περὶ τὰς προθέσεις, περὶ τὰ ἐπιῤῥήματα, περὶ τοὺς συνδέσμους.</p><p rend="indent(hang)">Περὶ μὲν οὖν Γένη· ὡς παρ’ Ὁμήρῳ, <quote type="blockquote">Δῶρόν τοι καὶ ἐγὼ τέκνον φίλε τοῦτο δίδωμι.</quote> ἀντὶ τοῦ, τέκνον φίλον.</p><p rend="indent(hang)">Περὶ δὲ τοὺς Ἀριθμούς· ὡς παρ’ Ἡσιόδῳ, <quote type="blockquote">Τῆς δ’ ἦν τρεῖς κεφαλαί.</quote> ἀντὶ τοῦ, ἦσαν.</p><p rend="indent(hang)">Περὶ δὲ τὰς Πτώσεις· <quote type="blockquote">Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων, <lb/>Ἠέλιος, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις.</quote> ἀντὶ τοῦ, ὦ ἥλιε.</p><p rend="indent(hang)">Περὶ τὰ Εἴδη· ὡς εἴτις ἁπλοῦν ἀντὶ συγκριτικοῦ τάξειεν, οἷον, δῖα θεάων, ἀντὶ τοῦ διοτάτη. καὶ ☼ γυναικῶν <pb facs="dedifferentiaadf00ammouoft_0245"/> θηλυτεράων, ἀντὶ τοῦ θηλειῶν. καὶ, δικαιότατος Κενταυρων, ἀντὶ τοῦ δικαιος.</p><p rend="indent(hang)">Περὶ δὲ Γενικὰ καὶ Εἰδικά· ὡς παρ’ Ὁμήρῳ, <quote type="blockquote">πατὴρ ἀνδρῶν τε θεῶν τε.</quote> εἶδος μὲν γὰρ ἄνδρες, γένος δὲ, ἄνθρωποι.</p><p rend="indent(hang)">Περὶ δὲ τὰ Πάθη· ὡς εἴ τις λέγοι, οἰκοδομοῦμαι πύργον, ἀντὶ τοῦ οἰκοδομῶ.</p><p rend="indent(hang)">Περὶ δὲ Ἐνεργήματα· ὡς παρ’ Ὁμήρῳ, <quote type="blockquote">Ναιετάουσι πόληες.</quote> ἀντὶ τοῦ ναιετάονται. καὶ, <quote type="blockquote">ῥέε δ’ αἵματι γαῖα.</quote> ἀντὶ τοῦ ἐῤῥεῖτο.</p><p rend="indent(hang)">Περὶ δὲ τὰ Πρόσωπα· ὡς παρ’ Ὁμήρῳ, <quote type="blockquote">Ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ, <lb/>Σοί τ’ ἐπιπείθονται, καὶ δεδμήμεθα ἕκαστος.</quote> ἀντὶ τοῦ δέδμηνται. Περὶ δὲ Χρόνους· ὡς παρ’ Εὐριπίδῃ, <pb facs="dedifferentiaadf00ammouoft_0246"/> <quote type="blockquote">Θύρσον δέ τις λαβοῦσ’ ἔπαισεν εἰς πέδον, <lb/>Ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς.</quote> ἀντὶ τοῦ ἐπήδησεν.</p><p rend="indent(hang)">Περὶ δὲ τὰς Ἐγκλίσεις τῶν ῥημάτων· ὡς εἴ τις ἐναλλάττει εὐκτικὰ ὁριστικοῖς, ἢ προστακτικὰ ἀπαρεμφάτοις, ἢ ἄλλο τι τῶν τοιούτων, ὡς παρ’ Ὁμήρῳ, <quote type="blockquote">Αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιοὺς, <lb/>Πειρᾷν δ’, ὥς κεν —— ὑπερκύδαντας Ἀχαιούς.</quote> ἀντὶ τοῦ πείραζε, ὡς καὶ προείρηκεν ἐλθέ. καὶ, <quote type="blockquote">Πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ’ ὀνομήνω.</quote> ἀντὶ τοῦ οὐ μυθησαίμην.</p><p rend="indent(hang)">Περὶ δὲ τὰ Ἄρθρα· ὡς εἴ τις ὑποτακτικοῖς χρήσαιτο ἀντὶ προτακτικῶν. οἷον, <quote type="blockquote">Μῦθος δ’ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω.</quote> ἀντὶ τοῦ, ὁ μέν· καὶ ἔμπαλιν προτακτικοῖς ἐχρήσατο ἀντὶ ὑποτακτικῶν, <quote type="blockquote">Ἠπείλησεν μῦθον, ὁ δὴ τετελεσμένος ἐστίν.</quote> ἀντὶ τοῦ, ὃς δή. καὶ, <quote type="blockquote">ὅ μιν πρόφρων ὑπέδεκτο.</quote> ἀντὶ τοῦ, ὅς μιν.</p><p rend="indent(hang)">Περὶ δὲ τὰς Ἀντωνυμίας· ὡς εἴ τις ἀσύναρθρον ἀντὶ συνάρθρου παραλαμβάνοι. ὡς παρ’ Ὁμήρῳ Ζηνόδοτος παραγράφει λέγων, πρὸς ε̄ῑς̄ ἀντὶ τοῦ σ̄ο̄ῑ σύναρθρος. <pb facs="dedifferentiaadf00ammouoft_0247"/> ἢ εἴ τις, ἐπὶ μὲν τοῦ πρώτου προσώπου λέγοντος ὑμεῖς, ἐπὶ δὲ δευτέρου προσώπου τάξειεν ἀντωνυμίαν τὴν ἁρμόζουσαν τρίτῳ προσώπῳ. ὡς παρ’ Ἡσιόδῳ, <quote type="blockquote">Δεῦτε Δί’ ἐννέπετε σφέτερον πατέρ’ ὑμνείουσαι.</quote> ἀντὶ τοῦ, ὑμέτερον.</p><p rend="indent(hang)">Περὶ δὲ τὰς Προθέσεις· <quote type="blockquote">Εἰς ἐλάτην ἀναβὰς,</quote> ἀντὶ τοῦ, ἐλάτην. καὶ, <quote type="blockquote">Κάππεσον ἐν Λήμνῳ·</quote> ἀντὶ τοῦ, εἰς Λῆμνον.</p><p rend="indent(hang)">Περὶ δὲ Ἐπιῤῥήματα· <quote type="blockquote">καὶ εἴσω δόρπον ἕλοντο.</quote> ἀντὶ τοῦ ἔνδον. καὶ παρ’ Εὐριπίδῃ, <quote type="blockquote">Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος <lb/>Θεὰ κέκλημαι Κύπρις, οὐρανοῦ τ’ ἔσω.</quote> ἀντὶ τοῦ ἔνδον. καὶ, <quote type="blockquote">Πωλεῖταί τις δεῦρο γέρων.</quote> <pb facs="dedifferentiaadf00ammouoft_0248"/> ἀντὶ τοῦ, ἐνθάδε. καὶ, <quote type="blockquote">Ναὶ μὰ τόδε σκῆπτρον.</quote> ἀντὶ τοῦ, νὴ τοῦτο. καὶ ὅταν τις ἀπαγορευτικῷ χρήσηται ἀντὶ ἀρνητικοῦ. οἷον, <quote type="blockquote">Μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων.</quote> ἀντὶ τοῦ, οὐ δι’ ἐμήν.</p><p rend="indent(hang)">Περὶ δὲ τοὺς Συνδέσμους· ὅταν τις τῷ μὲν μὴ ἐπενέγκῃ τὸν δὲ, ἢ ἕτερον ἰσοδυναμοῦντα. ἢ τῷ ἤτοι διαζευκτικῷ μὴ ἐπενέγκῃ τὸν ἤ. ἢ εἴ τις χρήσαιτο τῷ μὲν ἢ προτακτικῷ, τῷ δὲ ἤτοι ὑποτακτικῷ, λέγων, ἢ τόδε, ἤτοι τόδε· τοὐναντίον γὰρ χρὴ ποιεῖν, προτάσσειν μὲν τὸν ἤτοι, ὑποτάσσειν δὲ τὸν ἢ, λέγοντας, ἤτοι τόδε, ἢ τόδε.</p><p rend="indent">Σολοικίζουσι δὲ καὶ περὶ τὸ μικτὸν καλούμενον· ἐπειδὰν δύο ἢ πλείονα εἴδη τῶν εἰρημένων ἐμπεριέχηται. ὡς ἐν τῷ, ἕνα λίθον πένθ’ ὑπῆσαν σκόρπιοι. Σολοικίζει δὲ καὶ, ὁ τὸ παιδίον δεικνὺς, καὶ λέγων οὗτος.</p><p rend="indent">Σολοικία δὲ καὶ Βαρβαρισμὸς τούτῳ διενηνόχασιν ἀλλήλων, ὅτι ἡ μὲν Σολοικία περὶ πλείονας γίνεται λέξεις ἀκαταλλήλως πλεκομένας, καὶ τὸ σημαινόμενον ἐναλλάσσει. οἷον, Ναιετάουσι πόλιν, ἀντὶ τοῦ ναιετάονται· ὁ δὲ Βαρβαρισμὸς περὶ μίαν γίνεται λέξιν, καὶ μόνης τῆς φωνῆς ἐστιν ἁμάρτημα. ὁ γὰρ λέγων περισπωμένως εὐγενῆς, τὸ μὲν σημαινόμενον φυλάττει, πταίει δὲ κατὰ τὴν προφορὰν, περισπωμένῃ χρώμενος ἀντὶ ὀξείας.</p><p rend="indent">Ὠνόμασται δὲ ὁ μὲν Βαρβαρισμὸς κατὰ ἐναντιότητα τοῦ Ἑλληνισμοῦ, ἐπειδήπερ ἡ κατορθωμένη λέξις Ἑλληνισμὸς καλεῖται, καὶ ὅτι πᾶν τὸ ἐκ τῆς συνηθισμένης λέξεως μετενηνεγμένον Βάρβαρον λέγεται. Σολοικισμὸς δὲ, ὅτι τοῦ σώου λόγου αἰκία· αἰκίζεται γὰρ τὴν ἀκολουθίαν <pb facs="dedifferentiaadf00ammouoft_0249"/> τοῦ λόγου· ἢ ὅτι οἱ παλαιοὶ Σολοίκους ἐκάλουν τοὺς βαρβάρους. καθὰ φησὶν Ἱππώναξ, <quote type="blockquote">Καὶ τοὺς σολοίκους, ἢν λάβωσι, περνᾶσιν.</quote> ὥστε τῷ γένει Σολοικίαν εἶναι τὸν βαρβαρισμόν.</p></div></div></body></text></TEI>