<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1126.tlg003.1st1K-grc1"><div type="textpart" subtype="work" n="1"><pb n="117"/><head>ΕΚ ΤΩΝ ΑΝΝΟΥΒΙΩΝΟΣ.</head><p>Περὶ μοίρας ὡροσκοπούσης ὡς Ἀννουβίων ἐν τοῖς
<lg><l rend="indent">ἐλεγείοις.</l></lg>
</p><p>Ὡρονόμον δὲ μάθοις ὥρην ἄτερ ἀστράσιν ἄλλοις
σκεπτόμενος Μήνην καὶ μέγαν Ἠέλιον·
ἡμερινῇ γενέσει μὲν ἀπʼ Ἠελίοιο, νοήσας
<lb n="90"/> οἴκου δεσπόζων ἔνθα βέβηκε θεός·
κεῖθεν δὲ στοιχηδὸν ἀριθμηθήμεναι ἄστρα
μέχρι Σεληναίης ἀστέρος ἱσταμένου·
πάντα δʼ ἀπʼ Ἠελίοιο διέκβαλε τοῦτον ἀριθμόν,
εἰς ὅ τι δʼ ἂν λήξῃ, κεῖθι καὶ ὡρονόμος.
<lb n="95"/> χρὴ δὲ Σεληναίης προτέρης ἀνελέσθαι ἀριθμόν,
ὥρην νυκτερινὴν σκεπτόμενον θέματος·
εἰ δέ κεν Ἠέλιος ὀλίγας μοίρας ἔχῃ ἄστρων,
χρὴ τετράγωνά θʼ ὁρᾶν καὶ διάμετρα τόπων.</p></div></div></body></text></TEI>