7. Σωθείη δ’ ἂν μάλιστα εἰ τοῦ ἐννάτου μηνὸς γένοιτο ἐν ἐξόδῳ· ἰσχυρότερόν τε γὰρ γένοιτο καὶ πλεῖστον ἀπέχον τῶν νούσων τῶν τοῖσιν ὀκταμήνοισι γενομένων. Καὶ γὰρ τὰ ἐν ἑπτὰ τεσσαρακοντάσι τικτόμενα, τὰ δεκάμηνα καλεόμενα, διὰ ταῦτα μάλιστα ἐκτρέφεται, ὅτι ἰσχυρότατά ἐστι καὶ πλεῖστον ἀπέχει τῶν γονίμων παιδίων τοῦ χρόνου ἐν ᾧ ἐκακοπάθησε τὰς τεσσαράκοντα ἡμέρας τὰς νοσουμένας περὶ τὸν μῆνα τὸν ὄγδοον.