6. Ὅ τι δ’ ἂν ἀπονοσῆσαν ἐν τῇ μήτρῃ ἐς τὸν ἔννατον μῆνα ἔλθῃ καὶ ἐν τουτέῳ τῷ μηνὶ γένηται, περιγίνεται· περιγίνεται μὲν οὐκ ἔλασσον ἢ τὰ ἑπτάμηνα, ὀλίγα δὲ καὶ τουτέων ἐκτρέφεται· οὔτι γὰρ τὴν παχύτητα ἴσχει ἥνπερ τὰ τελεώτατα ἔχουσιν, οὔτε οἱ πόνοι οἱ ἐν τῇ μήτρῃ οὐ πάλαι πεπονημένοι εἰσὶν αὐτέοισιν, ὥστε λεπτὸν γενέσθαι.