6. Ὅ τι δ’ ἂν ἀπονοσῆσαν ἐν τῇ μήτρῃ ἐς τὸν ἔννατον μῆνα ἔλθῃ καὶ ἐν τουτέῳ τῷ μηνὶ γένηται, περιγίνεται· περιγίνεται μὲν οὐκ ἔλασσον ἢ τὰ ἑπτάμηνα, ὀλίγα δὲ καὶ τουτέων ἐκτρέφεται· οὔτι γὰρ τὴν παχύτητα ἴσχει ἥνπερ τὰ τελεώτατα ἔχουσιν, οὔτε οἱ πόνοι οἱ ἐν τῇ μήτρῃ οὐ πάλαι πεπονημένοι εἰσὶν αὐτέοισιν, ὥστε λεπτὸν γενέσθαι. 7. Σωθείη δ’ ἂν μάλιστα εἰ τοῦ ἐννάτου μηνὸς γένοιτο ἐν ἐξόδῳ· ἰσχυρότερόν τε γὰρ γένοιτο καὶ πλεῖστον ἀπέχον τῶν νούσων τῶν τοῖσιν ὀκταμήνοισι γενομένων. Καὶ γὰρ τὰ ἐν ἑπτὰ τεσσαρακοντάσι τικτόμενα, τὰ δεκάμηνα καλεόμενα, διὰ ταῦτα μάλιστα ἐκτρέφεται, ὅτι ἰσχυρότατά ἐστι καὶ πλεῖστον ἀπέχει τῶν γονίμων παιδίων τοῦ χρόνου ἐν ᾧ ἐκακοπάθησε τὰς τεσσαράκοντα ἡμέρας τὰς νοσουμένας περὶ τὸν μῆνα τὸν ὄγδοον. 8. Σαφηνίζει δὲ περὶ τῶν νοσημάτων καὶ παθημάτων τῶν τοῖσιν ὀκταμήνοισι γινομένων καὶ τὰ ἐννεάμηνα λεπτὰ τικτόμενα κατὰ τὸ πλῆθος τοῦ χρόνου οὗ γέγονε καὶ τὸ μέγεθος τοῦ σώματος, ἐκ νούσων κακοπαθείης ἀφιγμένης, οὐχ ὥσπερ τὰ ἑπτάμηνα τίκτεται σεσαρκωμένα καὶ τὸ πάχος ἔχοντα εὐτραφέως, ἄνοσα διατετελεκότα ὃν χρόνον ἐν τῇ μήτρῃ διεφέρετο. 9. Τῇσι δὲ γυναιξὶν αἱ συλλήψιες τῶν ἐμβρύων καὶ οἱ τρωσμοί τε καὶ οἱ τόκοι κρίνονται ἐν οἷσί περ αἵ τε νοῦσοι καὶ αἱ ὑγίειαι καὶ οἱ θάνατοι τοῖσι σύμπασιν ἀνθρώποισιν. Ταῦτα γὰρ πάντα τὰ μὲν καθ’ ἡμέρας, τὰ δὲ κατὰ μῆνας ἐπισημαίνει, τὰ δὲ κατὰ τεσσαρακοντάδας ἡμερέων, τὰ δὲ κατ’ ἐνιαυτόν· ἐν πᾶσι γὰρ τοῖς χρόνοισι τουτέοισιν ἔνεστι πρὸς ἕκαστον πολλὰ μὲν ξυμφέροντα, πολλὰ δὲ πολέμια· ἐκ μὲν οὖν τῶν συμφερόντων αἵ τε ὑγίειαι γίνονται καὶ αἱ αὐξήσιες· ἐκ δὲ τῶν ἐναντίων αἵ τε νοῦσοι καὶ οἱ θάνατοι. Αἱ μὲν οὖν ἡμέραι ἐπιστημόταταί εἰσὶν ἐν τοῖσι πλείστοισιν αἵ τε πρῶται καὶ αἱ ἕβδομαι, πολλαὶ μὲν περὶ νούσων, πολλαὶ δὲ καὶ τοῖσιν ἐμβρύοισιν· τρωσμοί τε γὰρ γίνονται καὶ οἱ πλεῖστοι ταύτῃσι τῇσιν ἡμέρῃσιν· ὀνομάζεται δὲ τὰ τηλικαῦτα ἐκρύσιες, ἀλλ’ οὐ τρωσμοί· αἱ δὲ ἄλλαι ἡμέραι ὅσαι ἐντὸς τῶν τεσσαράκοντα, ἐπίσημοι μὲν ἧσσον, πολλαὶ δὲ κρίνουσιν. Ἐν δὲ τοῖσι μησὶ ταῦτά τε καὶ ἐν τῇσιν ἡμέρῃσι γινόμενα ἔνεστι κατὰ λόγον. Καὶ τὰ καταμήνια τῇσι γυναιξὶ τῇσιν ὑγιαινούσῃσι φαίνεται καθ’ ἕκαστον τῶν μηνῶν, ὡς ἔχοντος τοῦ μηνὸς ἰδίην δύναμιν ἐν τοῖσι σώμασιν. Ἐξ ὧν δὴ καὶ οἱ ἕβδομοι μῆνες τῇσιν ἐν γαστρὶ ἐχούσῃσι τὰ ἔμβρυα ἐς τὴν ἀρχὴν καθιστᾶσι τῆς τελειώσιος, τοἶσι δὲ παιδίοισιν ἑπταμήνοισιν ἐοῦσι καὶ ἄλλα διαφέροντα γίνονται ἐν τοῖσι σώμασι· καὶ οἱ ὀὀόντες φαίνεσθαι ἄρχονται ἐν τουτέῳ τῷ χρόνῳ. Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ κρισίμων, ἤν περ ἴσως καὶ τοῖσδέ τις συγχρέοιτο, ὁκοῖα ἔλεξα ἱστορίης τε ἕνεκα εἰρήσω· σκοπεῖν γὰρ χρὴ τὸν μέλλοντα ἰητρὸν ὀρθῶς στοχάζεσθαι τῆς τῶν καμνόντων σωτηρίης, θεωροῦντα μὲν περίττας πάσας, τῶν δὲ ἀρτίων τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν ὀγδόην εἰκοστὴν καὶ τεσσαρακοστὴν καὶ δευτέρην. Οὗτος γὰρ ὁ ὅρος τίθεται τῷ τῆς ἁρμονίης λόγῳ πρός τινων καὶ ὁ ἀρτιφυής τε καὶ τέλειος ἀριθμός· δι’ ἣν δὲ αἰτίην, μακρότερον ἂν εἴη ἐπὶ τοῦ παρόντος διεξελθεῖν· θεωρεῖν δὲ χρὴ οὕτως τριάσι τε καὶ τετράσι· ταῖς μὲν τριάσι συνημμέναις ἁπάσαις, ταῖς δὲ τετράσι δύο μὲν παρὰ δύο συνημμέναις, δύο δὲ παρὰ δύο συνεζευγμέναις. Αἱ δὲ τεσσαρακοντάδες πρῶτον μὲν κρίνουσιν ἐπὶ τῶν ἐμβρύων· ὅ τι δ’ ἂν ὑπερβάλλῃ τὰς τεσσαράκοντα ἡμέρας τὰς πρώτας, ἐκφεύγει τοὺς τρωσμοὺς ἐπὶ παντὸς γινομένους· πλέονες δὲ γίνονται ἐν τῇ πρώτῃ τεσσαραποντάδι τρωσμοὶ ἢ ἐν ταῖς ἄλλαις ἐούσαις. Τοῦδε τοῦ χρόνου παρελθόντος ἰσχυρότερά ἐστι τὰ ἔμβρυα, καὶ διακρίνεται καθ’ ἕκαστα τῶν μελέων τὸ σῶμα· καὶ τῶν μὲν ἀρσένων σφόδρα διάδηλα γίνεται πάντα· τὰ δὲ θήλεα, ἐς τοῦτον τὸν χρόνον σάρκες φαίνονται ἀποφύσιας μοῦνον ἔχουσαι· πλείονα γὰρ χρόνον τὰ ὅμοια ἐν τῷ ὁμοίῳ ὅμοιόν ἐστι, καὶ κρίνεται βραδύτερον, διὰ τὴν συνήθειάν τε καὶ φιλότητα· καίτοι τά γε ἄλλα, ὅταν χωρισθῶσιν τῆς μητρὸς αἱ θυγατέρες, τῶν κούρων θᾶσσον ἡβῶσι καὶ φρονέουσι καὶ γηράσκουσι διὰ τὴν ἀσθενείην τε τῶν σωμάτων καὶ τὴν δίαιταν. Ἄλλη δὴ τεσσαρακοντὰς, ἐν ᾗ περὶ τὸν ὄγδοον μῆνα τὰ ἔμβρυα ἐν τῇ μήτρῃ νοσέει, περὶ ὧν ὁ λόγος λέγεται ὧδε σύμπας. Τρίτη δὲ ἐν ᾗ τὰ παιδέα ὅταν γένηται καὶ κακοπαθήσαντα, ἢν περιφύγῃ τὰς τεσσαράκοντα ἡμέρας, ἐφάνη ἰσχύοντα δῆτα μᾶλλον καὶ φρονέοντα· καὶ γὰρ τὰς αὐγὰρ ὁρᾷ σαφέστερον, καὶ τὸν ψόφον ἀκούει πρόσθεν μὴ δυνάμενα, ὡς ἐπίδοσιν ἔχοντος τοῦ χρόνου τούτου κατὰ τὰ ἄλλα καὶ κατὰ τὴν φρόνησιν τὴν διὰ τοῦ σώματος. Τὸ μὲν γὰρ ἴδιον φρόνημα δῆλόν ἐστιν ἐνὸν ἐν τῷ σώματι ἔν γε τῇ πρώτῃ ἡμέρῃ· ἔν τε γὰρ τοῖς ὕπνοισιν ἐοῦσιν, εὐθέως ἐπὴν γένωνται, γελῶντα φαίνεται τὰ παιδία καὶ κλαίοντα· ἐγρηγορότα τε αὐτόματα εὐθέως γελᾷ τε καὶ κλαίει πρόσθεν ἢ τεσσαράκοντα ἡμέραι γενοίατο· οὐδὲ γελᾷ ψαυόμενά τε καὶ ἐρεθιζόμενα πρόσθεν ἢ αὐτὸς ὁ χρόνος οὗτος γένηται· ἀμβλύνονται γὰρ αἱ δυνάμεις ἐν ταῖς μύξῃσι. Καί γε ὁ θάνατος διὰ τὴν μοίρην έλαχεν. Ὥστε παράδειγμα τοῖς πᾶσιν εἶναι, ὅτι πάντα φύσιν ἔχει, ἐκ τῶν αὐτέων ἐόντα, μεταβολὰς ἔχειν διὰ χρόνων τῶν ἱκνουμένων. Σαφηνίζεται δὲ ἐν ἑκάστοισι ἄλλο τι τῶν γινομένων καὶ ἀπογινομένων· ἐν δὲ τῷ ἐνιαυτῷ τελουμένῳ πολλαὶ μὲν νοῦσοι γίνονται, πολλαὶ δὲ ὑγεῖαι κατὰ λόγον τοῦ χρόνου, πρὸς τοὺς μῆνάς τε καὶ τὰς ἡμέρας ἑκάστας τοῖς ἑβδόμοις· καὶ τἄλλα πολλὰ γίνεται διαφέροντα τοῖς σώμασι· τοῖσι δὲ παιδίοισιν οἱ ὁδόντες ἐκπίπτουσι καὶ ἕτεροι φύονται. Τὰ γὰρ ἐπὶ σώμασι, τάδε γράψω.