3. Τὰ δὲ πολλὰ τῶν ἐμβρύων τῶν ἐν ταύτῃ τῇ ἡλικίῃ τῇ ἑπταμήνῳ, ὅταν οἱ ὑμένες χαλάσωσι, μετεχώρησαν ἐς τὸ ὑπεῖξαν, καὶ ἐνταῦθα τὴν τροφὴν ποιέεται· τὰς μὲν τεσσαράκοντα ἡμέρας τὰς πρώτας πονεῦντα τὰ μὲν μᾶλλον, τὰ δὲ ἧσσον, διὰ τὴν μεταβολὴν ἣν ἐκ τῶν χωρίων τῶν θρεψάντων μετεβάλετο, καὶ ὅτι τὸν ὀμφαλὸν ἔσπασε καὶ μετεχώρησε, καὶ διὰ τῆς μητρὸς τοὺς πόνους. Οἱ γὰρ ὑμένες τεινόμενοι καὶ ὁ ὀμφαλὸς σπασθεὶς ὀδύνας ποιέει τῇ μητρί· καὶ τὸ ἔμβρυον ἐκ τοῦ παλαιοῦ συνδέσμου ἐκλυθὲν βαρύτερον γίνεται· πολλαὶ δὲ τῶν γυναικῶν καὶ ἐπιπυρεταίνουσι τουτέων γινομένων, αἱ δὲ καὶ ἀπόλλυνται σὺν τοῖσιν ἐμβρύοισιν. Χρῶνται δὲ πᾶσαι ἑνὶ λόγῳ περὶ τουτέου· φασὶ γὰρ τοὺς ὀγδόους τῶν μηνῶν καὶ χαλεπώτατα φέρειν τὰς γαστέρας, ὀρθῶς λέγουσαι, Ἔστι δὲ ὄγδοος μὴν οὐ μόνον ὁ χρόνος οὗτος, ἀλλ’ εἰ καὶ ἡμέρας λάβοι ἀπό τε τοῦ ἑβδόμου μηνὸς καὶ τοῦ ἐννάτου. Ἀλλὰ τὰς ἡμέρας οὐχ ὁμοίως οὔτε λέγουσιν οὔτε γινώσκουσιν αἱ γυναῖκες· πλανῶνται γὰρ διὰ τὸ κατὰ ταὐτὸ μὴ γίνεσθαι, ἀλλ’ ὁτὲ μὲν ἀπὸ τοῦ ἑβδόμου μηνὸς πλέονας ἡμέρας προσγενέσθαι ἐς τὰς τεσσαράκοντα, ὁτὲ δὲ ἀπὸ τοῦ ἐννάτου· ὧδε γὰρ ἀνάγκη γίνεσθαι, ὅκως ἂν τύχῃ ἡ γυνὴ ἐν γαστρὶ λαβοῦσα, τοῦ μηνός τε καὶ τοῦ χρόνου. Ὁ δὲ δὴ ὄγδοος ἀναμφισβήτητός ἐστι, κατὰ τοῦτον γὰρ γίνεται, ὥστε δυσκρίτως ἔχειν, καὶ ἓν δὲ μέρος ἐν τοῖς δέκα μησὶν ὁ μήν ἐστιν, ὥστε τοῦτον εὐμέριστον εἶναι.