2. Καὶ τὰ μὲν πλεῖστα τουτέων ἀπώλλοντο· μικρὰ γὰρ ὄντα τῇ μεταβολῇ μέζονι χρέονται τῶν ἄλλων· καὶ τὴν τεσσαρακονθήμερον κακοπαθείην ἀναγκάζονται κακοπαθεῖν, ἐξελθόντα ἐκ τῆς μήτρης· καὶ τῶν δεκαμήνων πολλὰ ἀποκτείνει. Ἔστι δὲ ἃ τούτων τῶν ἑπταμήνων καὶ περιγίνονται, ἐκ πολλῶν ὀλίγα, ὅτι ὁ λόγος καὶ ὁ χρόνος, ἐς ὃν ἐτράφη ἐν τῇ μήτρῃ, κατέστησέ πως μετέχειν πάντων ὧν περ καὶ τὰ τελεώτατα μετέχει καὶ μάλιστα περιγινόμενα, καὶ ἐξήλλαξε τῆς μητρὸς πρόσθεν ἢ νοσῆσαι τὰ ἐν τῷ ὀγδόῳ μηνὶ νενοσευμένα· τουτέοισι γὰρ τοῖσι πόνοισιν ἢν ἐπιγίνηται, ὥστ’ εἰς τοὐμφανὲς ἐλθεῖν τὸ παιδίον, ἀδύνατον περιγενέσθαι διὰ τὰς πάθας τὰς προειρημένας, ἂς ἐγώ φημι τοὺς ὀκταμήνους ἀποκτείνειν, πολλοὺς δὲ καὶ τῶν δεκαμήνων.