Λίθος μαγνίτης ὁ καὶ μαγνῆτις λέγεται· οὗτος ἐνέργειαν ἔχει διὰ τοῦ ἀέρος ἕλκειν τὸν σίδηρον πρὸς αὑτόν· εἰ γάρ τις αὐτὸν λάθρα ὑπὸ τὴν κλίνην θήσει, εἰ μέν ἐστιν γυνὴ καθαρὰ καὶ ῥυπαρίας ἀμέτοχος, εἰς ὕπνον τρέπεται καὶ τὰς χεῖρας ἁπλοῖ πρὸς τὸν ἄνδρα καὶ περιφύεται. Εἰ δὲ πόθοις ῥυπαροῖς καὶ ἀλλοτρίοις κατεχομένη, ἀφυπνώσασα καταπίπτει τῆς κλίνης. Ἀλλὰ καὶ δύο ταύτην ἀδελφῶν φορούντων πάσης ἔριδος αὐτοὺς ἀπαλλάττει καὶ φιλονεικίας, καὶ ὁμόνοιαν ἐμποιεῖ. Φερομένη δὲ καὶ ‹κατὰ〉 τοῦ στήθους μετὰ μεμυκότος καρποῦ παιονίας ἐπιτηδειοτάτη ἐστὶν πρὸς τὸ θέλξαι καὶ πεῖσαι λαόν. Λίθος ὁ σίδηρίτης τριβόμενος καὶ ἐπιπασσόμενος ἑρπετῶν δήγματα ὀνίνησι. Φασὶ δέ τινες 〈ὅτι〉 ὁ φορῶν αὐτὸν κἂν πάντα τὰ ἑρπετὰ καὶ τὰ θηρία κατ’ αὐτοῦ κινήσουσιν, ἀβλαβὴς μένει. Φασὶν δὲ καὶ 〈ὅτι〉 πινόμενος οὗτος μαντικὸν τὸν ἄνθρωπον ἐργάζεται· περιδεσμούμενος δὲ στεῖραν γυναῖκα παιδοτόκον ποιεῖ. Λίθος ὀφίτης ἀντιφάρμακον ἦν σκορπίων καὶ ὄφεων καὶ ὀξυδερκίαν ποιεῖ καὶ κεφαλαλγίαν παύει καὶ βαρυηκοΐαν ( f. 344 v. ) καθαίρει· καὶ πινόμενος ἀφροδίσια παρορμᾷ· καὶ θυμιώμενος ἑρπετὰ διώκει. Λίθος ὁ κορσίτης πινόμενος μετὰ μέλιτος καθαίρει τὰ ἐντὸς καὶ ὑδεριῶντας ὠφελεῖ καὶ φαρμακευομένους καὶ ἑρπετῶν καὶ κυνῶν δήγματα. Λίθος γαγάτης. Οὗτος καπνιζόμενος ἑρπετὰ διώκει· τοὺς ὑπὸ τὴν ἱερὰν νόσον δαμαζομένους ὀσφραινόμενος ὠφελεῖ. Γυναῖκας αἱμορροούσας θυμιώμενος ὠφελεῖ. Ἰχῶρας καὶ πτύαλα πινόμενος ὠφελεῖ. Κεφαλαργίαν θεραπεύει καταπλασσόμενος. Πρὸς πόνον πινόμενος ὠφελεῖ. Εἰς πόνον ὀδόντων διαλυόμενος μετ’ οἴνου ὠφελεῖ. Εἰς πόνον ὀφθαλμῶν μετ’ οἴνου ὁμοίως. Εἰς ἀπόστημα μετ’ οἴνου θετούμενος· εἰς ῥίγη περιαπτόμενος καὶ πινόμενος καὶ θυμιώμενος ὠφελεῖ. Ἑρπετὰ καὶ παντοῖαι ἐπιβουλαί... Πινόμενος παρὰ τῆς γυναικὸς ἐν τῇ καθάρσει σύλληψιν ἐνεργεῖ· καὶ δένδρα ἄκαρπα καὶ ἄμπελον ἐπιπάσσομενος ἐνεργεῖ. Πινόμενος μετ’ οἴνου καθαίρει τὰ ἐντὸς ἀπὸ παντὸς ῥύπου καὶ πόνου. 〈 Πρὸς 〉 πᾶσαν αἱμορραγίαν. Καύσας τὸν λίθον ἀνάδευε ἐλαίῳ, καὶ ἐπίθες, καὶ ἰαθήσεται. Λέγουσίν τινες ὅτι οὗτός ἐστιν ὁ κοράλλιος λίθος.