Λίθος ζαμπιλάμπης πινόμενος παρὰ γυναικὶ στείρᾳ εὐθὺς παιδοτόκον ποιεῖ, καὶ ἐν ἀμπέλῳ καὶ δένδρῳ ἀκάρπῳ ῥωννύμενος εὐφορίαν καὶ εὐκαρπίαν ποιεῖ. Λίθος ἴασπις ἐνσπαρεὶς ταῖς ἀρούραις σὺν τῷ σπόρῳ πολλὴν εὐκαρπίαν ποιεῖ, καὶ θυμιώμενος δαίμονας ἐξ ἀνθρώπου διώκει, καὶ εὐρωστίαν ποιεῖ τοῦ σώματος. Λίθος ὁ λυχνίτης βασταζόμενος ἀπὸ κινδύνου πολλοῦ ῥύεται τὸν βαστάζοντα. Λίθος ὀψιανὸς παρατριβόμενος τῇ ὄψει ἀρίστος διατηρεῖ αὐτὴν· ὀφθαλμοὺς καὶ τὸ πρόσωπον εὐειδὲς ποιεῖ καὶ χαλεπὰ τὰ πάθη ἰᾶται ἐπιπασσόμενος. Λίθος ὁ χρυσόθριξ φορούμενος ( f. 344 r. ) εὐπρεπεῖς καὶ σεμνοὺς τοὺς φοροῦντας ποιεῖ καὶ πᾶσιν ἡδεῖς καὶ τιμῆς ἀξίους.