Λίθος γαλακτίτης, ὁ καὶ ἀνακτίτης καὶ ἄνθεος λέγεται. Οὗτος φορούμενος καὶ ὁμιλῶν τοῖς ἐχθροῖς λήθην λαμβάνοντες τῶν κακῶν καὶ φίλοι ἀποκαθίστανται. Τριβόμενος καὶ ῥαινόμενος ἐν ποιμνίῳ πολὺ γάλα ἐργάζεται, καὶ γυναιξὶν ὁμοίως. Πάλιν ὁ βαστάζων αὐτὸν καὶ βασιλεῖς αἰδοῦνται ( f. 343 v. ) καὶ δικασταὶ καὶ δῆμοι, καὶ ἁπλῶς ἡδὺς καὶ περίδοξος τοῖς πᾶσι δοκεῖ. Ἁρμόζει δὲ καὶ πρὸς ῥεύματα ὀφθαλμῶν.