Λίθος σάμιος πινόμενος στόμαχον ὠφελεῖ, καὶ ὀφθαλμῶν ῥεύματα [τὰ] ἵστησιν σὺν γάλακτι· κρατούμενος δὲ ὠκυτόκιος γίνεται. Λίθος κρύσταλλος τοὺς νεφραλγοῦντας περιδεθεὶς ἰᾶται. Λίθος γαλακτίτης, ὁ καὶ ἀνακτίτης καὶ ἄνθεος λέγεται. Οὗτος φορούμενος καὶ ὁμιλῶν τοῖς ἐχθροῖς λήθην λαμβάνοντες τῶν κακῶν καὶ φίλοι ἀποκαθίστανται. Τριβόμενος καὶ ῥαινόμενος ἐν ποιμνίῳ πολὺ γάλα ἐργάζεται, καὶ γυναιξὶν ὁμοίως. Πάλιν ὁ βαστάζων αὐτὸν καὶ βασιλεῖς αἰδοῦνται ( f. 343 v. ) καὶ δικασταὶ καὶ δῆμοι, καὶ ἁπλῶς ἡδὺς καὶ περίδοξος τοῖς πᾶσι δοκεῖ. Ἁρμόζει δὲ καὶ πρὸς ῥεύματα ὀφθαλμῶν. Λίθος εὐπέταλος, ὁ καὶ δενδραχάτης, δεσμούμενος ἐν τοῖς κέρασι τῶν βοῶν, τῷ τοῦ σπόρου καιρῷ ἢ καὶ τοῦ ἀροτρέως εὐφορίαν τῇ γῇ ἐκείνῃ ἐργάζεται καὶ πολυκαρπίαν. Λίθος ἐλαφοκερατίτης, ὃς ὁμοιοῦται ἐλάφου κέρατι· τριβόμενος δὲ καὶ σὺν ἐλαίῳ χρισθεὶς φαλακρὸν κομήτην ἐργάζεται. Τριβόμενος καὶ κατ’ ἀμφοτέρων πινόμενος ὀνομάτων ἔρωτα κατ’ ἀλλήλων ποιεῖ, καὶ ἠγαπημένος διατηρεῖ μέχρι γήρως.