Λίθος τοπάζιον ὅμοιός ἐστιν κρυστάλλῳ· φορούμενος δὲ ( f. 343 r. ) πολλὴν ἀγάπην ποιεῖ ὑπὸ πάντων ἔχειν τὸν φοροῦντα, καὶ πολλῶν ἀγαθῶν κύριον, καὶ ἀκίνδυνος ἀπὸ παντὸς πονηροῦ μένει. Λειούμενος καὶ πινόμενος ὀξὺν τὸν νοῦν ἐμποιεῖ, καὶ εὐμαθῆ καὶ ῥητορικώτατον ἐν λόγοις. Καὶ πινόμενος πάλιν τοὺς μαινομένους καὶ μαινιῶντας σώφρονας καὶ πραεῖς ἐργάζεται.