Λίθος ὁ χαλκηδόνιος φορούμενος κυριεύει πάντων ἐχθρῶν. Ὁ φορῶν τιθέμενος ἔν τινι ἱματίῳ τὴν ἐπικειμένην ὕλην συλλέγει, καὶ ἐν γυναικείῳ ἀκίνδυνος μένει. Λίθος ὁ βαβυλώνιος, ὁ καὶ σαρδόνυξ, φορούμενος ἐν μεγάλαις δόξαις τιμᾶσθαι ποιεῖ τὸν φοροῦντα· εἰ δὲ ἐν τραύματι ἐπιτιθῇ, τάχιστα ἰᾶται αὐτό. Λίθος τοπάζιον ὅμοιός ἐστιν κρυστάλλῳ· φορούμενος δὲ ( f. 343 r. ) πολλὴν ἀγάπην ποιεῖ ὑπὸ πάντων ἔχειν τὸν φοροῦντα, καὶ πολλῶν ἀγαθῶν κύριον, καὶ ἀκίνδυνος ἀπὸ παντὸς πονηροῦ μένει. Λειούμενος καὶ πινόμενος ὀξὺν τὸν νοῦν ἐμποιεῖ, καὶ εὐμαθῆ καὶ ῥητορικώτατον ἐν λόγοις. Καὶ πινόμενος πάλιν τοὺς μαινομένους καὶ μαινιῶντας σώφρονας καὶ πραεῖς ἐργάζεται. Λίθος ὀνυχίτης μέλας μὲν ἔξωθεν, ἔσωθεν δὲ λευκός· φορούμενος δὲ εὐεξίαν καὶ εὐτεκνίαν ποιεῖ τοῦ φοροῦντος καὶ ἐνδοξοτάτην εὐημερίαν προξενεῖ, καὶ οὐκ ἐᾷ βλαβῆναι τὸν φοροῦντα αὐτὸν ἔν τινι πάθει. Λίθος ὁ περιλεύκιος πινόμενος καὶ φορούμενος ἔνδοξον βίον ποιεῖ, καὶ πολλῶν πραγμάτων καὶ χρημάτων κύριος ὑπάρχει.