Λίθος νευρίτης κατ’ ἀλλήλων ὀνομάτων διδόμενος ἐν ποτῷ ἐπιθυμίας ἐπιτελεῖ, καὶ πρὸς μαντείας συμβάλλεται, καὶ εἰς δήγματα ἑρπετῶν τιθέμενος ὠφελεῖ· ὅμοιός ἐστιν χλοερῷ πράσῳ. Λίθος ὁ χαλαζίτης φορούμενος τὰ μέλλοντα φανεροῖ τῷ βαστάζοντι, καὶ πυρετοὺς παύει, καὶ δήγματα βοηθεῖ. Λίθος ὁ σμάραγδος βασταζόμενος ἐνεργεῖ πᾶσαν χάριν καὶ ἐπιτυχίαν, καὶ εἰ μὲν δοῦλος ὢν βαστάζων ἐλευθεροῦται· εἰ δ’ ἄλλως, πολλῶν ἀγαθῶν κληρονόμος γενήσεται. Λίθος ὑάκινθος ἐνεργείας ἔχει ὡς τοῦ σμαράγδου, ἀλλὰ καὶ ἔτι πλέον, ἀπὸ κλύδωνος θαλάσσης καὶ ἀφνιδίου κινδύνου ῥύεται τὸν βαστάζοντα. Λίθος ὁ σπάνιος βασταζόμενος πολλὰ ἀγαθὰ ἐπιφέρει τῷ φοροῦντι.