Λίθος ὁ κουράλιος. Μετ’ οἴνου πινόμενος ἑρπετοδήκτοις βοηθεῖ. Ὁ βαστάζων αὐτὸν ἐν πολέμῳ ἀβλαβὴς μένει· καὶ φυλακτήριόν ἐστιν παντὸς κακοῦ, κινδύνου, πολέμου, θαλάττης, μαγιῶν. Σπλῆνα τήκει, φάρμακα φυλάττει, καὶ σάρκας ἀναπληροῖ, καὶ πᾶσίν ἐστιν ἠγαπημένος ὁ βαστάζων αὐτόν. Λίθος ὁ ἀχάτης. Οὗτος δὲ λίαν ἐρυθρὸς τοῖς σκορπιοπλήκτοις ὠφελιμώτατος ἦν, καὶ τοὺς ψυχορραγοῦντας ἐπιτιθέμενος ὠφελεῖ. Φασίν τινες ὅτι ἐρωτικὸς ἦν, τίθησιν ἐπιθυμητὰς ἄνδρας τε καὶ γυναῖκας περιαπτόμενος. Θέλγει μὲν τὴν καρδίαν καὶ τῶν αἰτήσεων μὴ ἀποτυγχάνειν ποιεῖ· καὶ πρὸς πᾶσαν νόσον ἁπλῶς εὑρίσκεται χρήσιμος. Λίθος αἱματίτης. Ὅπη ἂν προστριβεὶς αἷμα ἐργάζεται. Οὗτος μετὰ μέλιτος ἢ γάλακτος λειωθεὶς ὀφθαλμικὰς ὀδύνας ἰᾶται· ἐν χειρὶ κρατούμενος ἢ φορούμενος ἐν δικαστηρίοις νίκην ἐργάζεται, καὶ χαρίεντα ποιεῖ τὸν βαστάζοντα. Καὶ μεθ’ ὕδατος πινόμενος ἰοβόλων ὠφελεῖ δήγματα. Σαφείρι. Ἔναι δυὸ λογίαις, εἶναι πλάβα, καὶ ἀπὸ κεῖνα ὅπου ( f. 341 r. ) σούρνου εἰς τὸ ἄσπρον· εἶναι χρεία νὰ εἶναι καθάριος, καὶ ἔναι λαμπρὰ κλόρου· καὶ νὰ ἐγνωρίσῃς ἂν ἔναι φίνα, καὶ ἔχει τὴν αὐτὴν βερτοῦδα, καὶ ὑγιαίνει ὅλα τὰ πρήσματα· καὶ ἔναι εἰς τὸν αἱματόπονον, νὰ τὴν βαστάζῃ ὁ καθεεὶς ἄνθρωπος καὶ παίρνει ὅλων τὸ κλόρε· καὶ ἔναι καλὸν εἰς ὅλες ταῖς ἀρρωστίαις τοῦ ἀνθρώπου. Ῥουμπῆ. Ἔναι κόκκινον ὡσὰν νηστία, καὶ φέγγει εἰς τὰ σκοτεινὰ καὶ δέ το ὡσὰν τὸ σαφείρι, καὶ ἔχει τὴν σεβερδες ( sic ) ἀπ’ ὅλες ταῖς πέτραις· ἔναι ἡ καλιότερα καὶ ἀφεντεύει ὅλες ταὶς πέτραις, ὡς ἂν ὁ Χριστὸς τὰ πάντα ὅλα.