Διὰ τί γίνεται ἐν ὀφθαλμῷ λήμη; ἢ ὅτι τῶν ὑμένων τοῦ ὀφθαλμοῦ ὥσπερ ἐξ ἐπικαύσεως ἄγαν πυρωθέντων, διὰ τὴν πλεόνασιν καὶ δυσδιαφορησίαν τῶν πόρων ἐπεχομένου τοῦ ὀφείλοντος θερμοῦ ἐκ τοῦ βάθους διαφορηθῆναι ἀποτελεῖται; ἢ ὅτι τὰ ἐν τῷ ὀφθαλμῷ κατὰ φύσιν ὑγρά, ἀναξηρανθέντα καὶ οἱονεὶ φρυγέντα ὑπὸ τῆς τοπικῆς πυρώσεως, τῆς λήμης γένεσιν ἀποτελεῖ; Διὰ τί ἐπὶ τῶν πυρεσσόντων οἱ σφυγμοὶ ἀλλοιοῦνῷ τὸ ἐν ἡμῖν κατὰ φλυσιν ὂν καὶ ͅ11 μετρον, πλεονάζον, λεπτυνθὲν κατὰ διαίρεσιν ὑπὸ τῆς ἐν τῷ βάθει γενομένης [πλείονος] θερμασίας, καὶ γενόμενον ὀξυκίνητον διὰ τὴν κουφότητα, οὐ μόνον τοὺς σφυγμοὺς ἀλλοιοῖ, ἀλλὰ καὶ αὐτὴν τὴν ἀναπνοήν. Διὰ τί τὴν ἐπιφάνειαν ἑλκώδη ἴσχουσιν οἱ πυρέττοντες; ὅτι παρατριβομένης τῆς σαρκὸς τοῖς παρακρατουμένοις ὄγκοις εὐτριψίας οὔσης, προσαγανακτεῖ· ὡς καὶ ἐπὶ τῶν φλεγμαινόντων τι μέρος τοῦ σώματος εἴωθε γίνεσθαι. Διὰ τί ὠχριῶσιν οἱ πυρέττοντες; ἤτοι διὰ τὴν τροπὴν τῶν ἐν ἡμῖν ὑγρῶν, ἢ διὰ τὴν τῶν λόγῳ θερητῶν πόρων μετασκευὴν τοῦτο συμβαίνει· ἀνάλογον δὲ καὶ περὶ τὰς ἐκκρίσεις τῆς κοιλίας καὶ τῶν οὔρων ἡγητέον γίνεαι., Διὰ τί ἐπὶ τῶν ῥοωδῶς πυρεσσόντων, διαφορήσεως οὔσης καὶ ἀποικονομήσεως τῶν ἐν ἡμῖν, θερμασία τις ἐπιφαίνεται τούτοις, καὶ ὁ σφυγμὸς μέγας; ὅτι τῆς παρακειμένης ὕλης λεπτυνομένης ἐπὶ πολύ, ἡ διαφόρησις γίνεται· τῇ δὲ ποιᾷ παρόδῳ τῶν ὄγκων καὶ παρατρίψει, ἡ ποιὰ θερμασία ἀποτελεῖται. καὶ οὔ φαμεν ὁμοίως τοῖς τεγνοπα2ο θοῦσι τὴν θερμασίαν ἔχειν τοὺς ῥοωδῶς πυρέσσοντας· ἀλλ᾽ οὐδὲ μὴν τὸν σφυγμόν· κατὰ δὲ σύγκρισιν τῶν ὑγιαινόντων. ἔσται δέ σοι τοῦτο πρόδηλον κἀκ τῶν λουσαμένων ἢ γυμνασίᾳ χρμένων, ἐφ’ ὧν χαλῶνται μὲν οἱ πόροι, λεπτύνεσθαι δὲ συμβαίνει τὰ παρακείμενα καὶ διαπνεῖσθαι προδήλως τὴν θερμασίαν· γίγνεσθαί τε καὶ εἶναι πλείονα ἢ κατὰ φύσιν, καὶ τὸν σφυγμὸν σφοδρότερον, καὶ μέγεθος ἴσχειν· τὴν γὰρ δυσκινησίαν καὶ τὸ βάρος ὑπὸ τῆς μειωθείσης δυνάμεως ἀποτελεῖσθαι.