Διὰ τί ἐπὶ τῶν ἧπαρ ἢ σπλῆνα ἢ πνεύμονα πασχόντων, ἐπὶ τὸ πεπονθὸς ῥᾴων ἡ κατάκλισις; καὶ μὴν ἐχρῆν ἐπιθλιβομένων τῶν μερῶν σφοδρύνεσθαι τὰ ἀλγήματα. ἀλλὰ ῥητέον, ὅτι ἐπὶ τὸ ἐναντίον εἰ γένοιτο ἡ κατάκλισις, ὡς ἐκκρεμασμός τις γίνεται. ἐκκρεμαμένων δὲ τῶν πεπονθότων, μείζων ἡ κατάκλισις γίνεται. Διὰ τί ὡς ἐπίπαν ἐν τοῖς παροξυσμοῖς τὰ ἄκρα περιψύχεται; ὅτι ἐφ᾽ ὧν ἡ ἀρχὴ τῆς κινήσεως γίνεται, ἐπ᾽ ἐκεῖνα συντρέχουσιν αἱ ὕλαι. ἡ δὲ ἀρχὴ τῆς κινήσεως ἐν τῷ βάθει τῶν μέσων. εἰκὸς οὖν ἐπὶ τοῦτο τὸ μέρος συντρεχούσης τῆς ὕλης ἐκ παντὸς μέρους τοῦ σώματος ἀποσυλᾶσθαι καὶ τὰ ἄκρα τῆς περιεχομένης ἐν αὐτοῖς ὕλης καὶ φέρεσθαι ἐπὶ τὸ μέσον. ἀποσυληθέντα γὰρ ἐκεῖνα καὶ ἐν ἐνδείᾳ τῆς ὕλης γενόμενα, τὴν περίψυξιν ὑπομένει. Ἡ ἡδονὴ ὥσπερ διάχυσις καὶ ἄνεσις τοῦ σώματός ἐστι, καὶ τοῦτο τρόπον τινὰ αὐτὴ ἡ αἴσθησις παρεγγυᾷ. δῆλον δέ, ὅτι καὶ ἡ ἡδονὴ γίνεται ὕπνου γενομένου. καὶ τοῦτο ἡ πεῖρα μαρτυρεῖ, καὶ ὁ ποιητής, ἐν πολλοῖς ήδυμ αὐτὸν ὀνομάζων, ὡς ἂν ἡδονῆς παρεκτικόν. Εἰ τοίνυν ἡ ἡδονὴ διάχυσίς ἐστι τοῦ σώματος, ταύτην δὲ ἀπεργάζεται ὁ ὕπνος, τί οὐ χαλαστικὸν μᾶλλόν φαμεν τὸν ὕπνον, ἤπερ πυκνωτικόν, ὡς οἴονται οἱ μεθοδικοί; ἀλλὰ καὶ ἡ διὰ σκάφης αἰώρα χαλαστική ἐστι, καὶ τῷ παραλαμβάνεσθαι ταύτην ὑπνώδεις πως γίνονται, καταφερόμενοι μεθ’ γ̔δονῆς τινος, ὥστε καὶ ἐκ τούτων ἐστὶ συμβαλεῖν, ὅτι ἄρα μᾶλλόν ἐστι χαλαστικὸς ὁ ὕπνος, ἤπερ ἐφεκτικός. Ἢ πρὸς τοῦτο ῥητέον, ὅτι οὐ πάνυ συμβεβηκός ἐστι τοῦ ὕπνου ἡδονή, ἀλλὰ συμβαίνει τούτου γενομένου, τὴν ἡδονὴν γίγνεσθαι διὰ τὸ τὰ σώματα εἰς τὸ οἰκεῖον ἀποκαθίστασθαι κατάστημα, οἱονεὶ ὑφιεμένου τοῦ κόπου ἐκ τῶν ἐνεργειῶν τῶν ἐν τῇ ἐγρηγόρσει· ὅτι δὲ οὐ πάντως ἡ ἡδονὴ γίνεται διὰ τὴν διάχυσιν τῶν σωμάτων, ἐντεῦθέν ἐστιν εὑρεῖν· ἡ δίψα κατὰ ξηρότητα γίνεται· ἡ δὲ ξηρότης πύκνωσιν ἀπεργάζεται. διψῶντες οὖν ἔσθ᾽ ὅτε εἰ προσενεγκοίμεθα ὕδωρ ψυχρόν, ἡδόμεθα σφόδρα, καίτοι τῆς προυποκειμένης πυκνότητος ἐπιτεινομένης ἐκ τῆς μίξεως τοῦ ψυχροῦ. καὶ ὥσπερ τὸ ψυχρὸν οὐ λέγομεν χαλαστικὸν διὰ τὸ ἡδονὴν ἐμποιεῖν τοῖς σώμασιν, οὕτω οὐδὲ τὸν ὕπνον ἂν εἴποιμεν χαλαστικόν, ἐπειδὴ ἡδονῆς γίγνεται παρεκτικός. γίγνεται γάρ, ὡς ἔφαμεν, ἡ ἡδονὴ διὰ τὴν εἰρημένην αἰτίαν. ἡ δὲ διὰ τῆς σκάφης αἰώρα διαφορητικὴ μὲν εἶναι δύναται τῶν παχυμερῶν σωμάτων, τοῦ δὲ αἰσθητικοῦ πνεύματος πυκνωτική, ἐπιθολοῦσα αὐτὸ καὶ συστέλλουσα διὰ τὴν ἀκινησίαν τῶν λοιπῶν ὑλῶν. συστελλομένου γὰρ τούτου, ὕπνον ἐπιγίνεσθαι συμβαίνει. καὶ οὐ δεῖ θαυμάζειν, εἰ ἡ αὐτὴ αἰώρα διαφορεῖ μὲν τὸ σῶμα, πυκνοῖ δὲ (ὡς ἔφαμεν) τὸ αἰσθτιὸν πνεῦμα. ὥσπερ γὰρ τὸ θερμὸν ὕδωρ ἀνίησι μὲν τὰ ἡμέτερα σώματα, εἰ δὲ ἐπιχυθείη πυρί, σβέννυσι τοῦτο, οὕτω καὶ ἡ αἰώρα τῶν ἐναντίων ἐστὶ ποιητική. καὶ πολλὰ ἄν τις εὕροι τὰ ἐναντία ἀποτελεῖν δυνάμενα. Διὰ τί ἐπὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων, διαιρέσεως γινομένης ἐπὶ τοσοῦτον ὥστε καὶ μήνιγγα τρωθῆναι, καὶ περιγεγονότων τῶν πεπονθότων καὶ λοιπὸν εἰς ἀπούλωσιν ἐλθόντων τῶν τραυμάτων σπασμὸς ἔσθ᾽ ὅτε γίνεται, ὥστε καὶ ἀπόλλυσθαι τοὺς τοῦτο παθόντας; ῥητέον οὖν ὅτι φυσικῶς πάλλοντος τοῦ ἐγκεφάλου, συμβαίνει τὴν μήνιγγα προστρίβεσθαι τοῖς ὀστέοις τοῖς περικειμένοις, ἀφ᾽ ὧν ἐκομίσθη τὰ ἀφαιρεθέντα, καὶ προστριβομένην ἀνελκοῦσθαι· ἀνελκώσεως δὲ γενομένης, καὶ ῥυπωθείσης, καὶ μὴ δυναμένης τῆς ὕλης ἐκείνης τῆς συλλεχθείσης ἐκ τῆς ἑλκώσεως διαπνευσθῆναι (διὰ τὸ ἤδη σαρκοφυῆσαι τὰ ἐπικείμενα σώματα, ἅμα καὶ διὰ τὸ εἶναι πυκνοτέραν τὴν γενομένην οὐλὴν) χωρεῖν ταύτην (λέγω δὲ τὴν συλλεχθεῖσαν ἐκ τῆς ἑλκώσεως ὕλην) ἐπὶ τὰ κύρια μέρη τοῦ ἐγκεφάλου, καὶ θλίψιν ἀπεργάζεσθαι, ὥστε καὶ τὸν σπασμὸν ἐπακολουθεῖν, μὴ δυνηθεισῶν τῶν ὑλῶν διαπνεῖσθαι, τῷ τὴν οὐλήν, σάρκωσιν παρὰ φύσιν οὖσαν, σκληρὰν γίνεσθαι. Πάντῃ τοῦτο παρατετήρηται, ὅτι τραυμάτων περὶ κεφαλὴν φινομένων τοσούτων, ὡς καὶ ὀστῶν διαίρεσιν γίνεσθαι, ἐπικινδυνώτερα μὲν τὰ περὶ τὴν κορυφὴν καὶ βρέγμα, ἐλθόντα δὲ εἰς ἐπούλωσιν, εὐϊατοτέρα τυγχάνει τῶν περὶ τὸ ἰνίον συστάντων τραυμάτων. Ῥητέον, ὅτι κυριώτερα τὰ περὶ τὸ βρέγμα μέρη ὄντα, λεπτὴν ἔχει τὴν ἐπικειμένην μήνιγγα, καὶ εἰκὸς διὰ τοῦτο ἐπικίνδυνον εἶναι μέρος πρὸς δὲ ἐπούλωσιν ἐλθόντα εὐιατότερά ἐστιν ἐκ τῆς τῶν κυριωτέρων μερῶν συνεργείας σφοδροτέρας γινομένης· τὰ δὲ περὶ τὸ ἰνίον ἀκινδυνώτερά ἐστι, διὰ τὸ τὴν ἐπικειμένην τοῖς τόποις μηνιγγα σαρκώδη εἶναι, δυσιατότερα δέ, τῷ μήτε συνεργείας τοιαύτης τινὸς τυγχάνειν, ἀλλὰ μὴν καὶ σύνοδον γινομένην ἀναξηραίνειν τὰ μέρη.