Διὰ τί οἱ μὲν ὀργιζόμενοι ἐρυθαίνονται τὸ πρόσωπον, ὠχριῶσι δὲ οἱ φοβούμενοι; ἡ μὲν ὀργὴ ἀθρόα τοῦ πνεύματός ἐστιν ἐκδρομή, ὁ δὲ φόβος, ὑποστολή· ὅθεν ὅπου μὲν περισσεύει, πυροῖ· ἔνθα δὲ ὑστερεῖ, ψύχει. Διὰ τί τινες τῶν προβεβηκότων φαλακροῦνται, τινὲς δὲ οὔ; ὅτι τινές τινων μᾶλλον πολύθερμοι. οἱ γὰρ κατεψυγμένοι οὐ τριχοποιοῦσι. Διὰ τί οἱ τερατόμορφοι καὶ ἄφρονες; ὅτι τοῖς σωματικοῖς τὰ ψυχικὰ συμπάσχει, ὥσπερ τοῖς ψυχικοῖς τὰ σωματικά. Διὰ τί τὰ μεγάλα ἕλκη ἐν τῇ θεραπείᾳ ὅτε ἀνακαθαίρονται θανάσιμά ἐστιν; ὅτι διὰ πολλῶν πόρων κατὰ τὸ λεληθὸς τὸ ψυχικὸν πνεῦμα διαπνεῖ.