Διὰ τί οἱ γέροντες οὐχ οἱ παῖδες τὴν ἀσιτίαν φέρουσιν; ὅτι δυσκίνητον τὸ γῆρας, ὡς κατεψυγμένον. τὰ δὲ βρέφη πολύθερμα καὶ πολυκίνητα. διαφορεῖ δὲ καὶ ἡ κίνησις. οἱ δὲ διαφορούμενοι τροφῆς δέονται. Διὰ τί μετὰ τὸν θάνατον, πάντων τῶν μελῶν χαλωμένων, οἱ δίδυμοι μόνοι ἄνω σπῶνται; ὅτι ἐν τῷ τελευτᾶν σπερμαίνουσιν οἱ ἄνθρωποι· ἐκκρίνεται δὲ τὸ σπέρμα συνήθως τῶν διδύμων ἀνατρεχόντων, ὅθεν ἄνω κρατηθέντες μένουσι. Διὰ τί οἱ μέθυσοι φαῦλον οἶνον ἡδέως πίνουσιν; Ὅτι οἱ πολυπόται ἁδροπόροι εἰσί. διὰ μεγάλων οὖν πόρων ὁ λεπτός κάλλιστος οἶνος χωρὶς ἀντιλήψεως ἀνατρέχει. ὁ δὲ φαῦλος παχὺς ὢν ἵσταται καὶ μένει, καὶ τὴν ἐξ αὐτοῦ ἡδονὴν τότε δοκεῖ παρέχειν. Διὰ τί οἱ μὲν ὀργιζόμενοι ἐρυθαίνονται τὸ πρόσωπον, ὠχριῶσι δὲ οἱ φοβούμενοι; ἡ μὲν ὀργὴ ἀθρόα τοῦ πνεύματός ἐστιν ἐκδρομή, ὁ δὲ φόβος, ὑποστολή· ὅθεν ὅπου μὲν περισσεύει, πυροῖ· ἔνθα δὲ ὑστερεῖ, ψύχει. Διὰ τί τινες τῶν προβεβηκότων φαλακροῦνται, τινὲς δὲ οὔ; ὅτι τινές τινων μᾶλλον πολύθερμοι. οἱ γὰρ κατεψυγμένοι οὐ τριχοποιοῦσι.