[Διὰ τί λοβοὶ ἀνεστραμμένοι τῶν ὤτων ἐν τοῖς νοσήμασι θάνατον σημαίνουσι; ἡ αἰτία αὕτη· τοῦ αἵματος ἐναποσβεννυμένου, εἰκὸς περὶ ταῦτα πλείονα ξηρότητα συμβαίνειν, διὰ τὸ τῇ φύσει ξηρὰ καὶ ὀλιγόαιμα εἶναι τὰ μέρη. τοῦτο δὲ γίνεται παραπησίως τῷ ἐπὶ τῶν ἱμάντων· ὃν γὰρ τρόπον ἐπὶ τούτων ἡ ἔκλειψις τοῦ ὑγροῦ αἰτία τῆς οἱονεὶ κυρτώσεως γίγνεται, τὸν αὐτὸν τρόπον συμβαίνει καὶ ἐπὶ τῶν λοβῶν. Διὰ τί αἱ κυψέλαι φύουσαι πικραί, γλυκεῖαι γίνονται ἐπὶ τῶν ἀπολλυμένων; Ὅτι δεικνύουσι πολλὴν τὴν ἐπὶ τὸ ἐναντίον ἐκ τοῦ κατὰ φύσιν μεταβολήν, μάλιστα κριτηρίου τοῦ γλυκέως καὶ τοῦ πικροῦ ἀκριβοῦς ὑπάρχοντος. Διὰ τί ἴονθοι γίνονται περὶ τὸ πρόσωπον κατὰ τὸν καιρὸν τῆς ἀκμῆς, ὅθεν καὶ ἀκμὰς αὐτούς τινες τῶν ἰδιωτῶν προσαγορεύουσιν; οὗτοι οὖν, ὡς ἔφαμεν, γίγνονται περὶ ὅλον μὲν πρόσωπον, μάλιστα δὲ περὶ τὴν ῥῖνα πλεονάζουσιν. εὔδηλον οὖν, ὅτι ἐκ τῆς αὐξήσεως τοῦτο συμβαίνει· κατὰ γὰρ τοῦτον τὸν καιρὸν πρόσφυσις καὶ πρόσνευσις γίνεται ἐκ τῆς τροφῆς. ἑκάστου δὲ τῶν μερῶν μεταβάλλοντος κατὰ τὴν οἰκείαν δύναμιν τὴν προσχροῦσαν τροφήν, τὰ περὶ τὸ πρόσωπον μέρη, μάλιστα δὲ τὰ περὶ τὴν ῥῖνα, οὐ δύναται πᾶσαν τὴν χρηγυμένην μεταβάλλειν εἰς σάρκα· καὶ οὕτω συμβαίνει τὸ πλεονάζον τῆς εἰς αὐτὸ τροφῆς ἐπὶ τὸ ἀλλότριον μεταβάλλεσθαι. ὅτι δ᾽ αἴτιον τῆς τούτου γενέσεως, τὸ ὀλιγόσαρκα εἶναι τὰ μέρη, δῆλον ἀπὸ τοῦ ἐν τοῖς χείλεσι μὴ γίγνεσθαι τοὺς ἰόνθους, διὰ τὸ εἶναι σαρκώδη ταῦτα τὰ μέρη. Ζητητέον, δι᾽ ἣν αἰτίαν, ὕδατος ψυχροῦ προσενεχθέντος τῷ μυκτῆρι ἐπὶ αἱμορραγίας μυκτῆρος, αἵματος ῥύσις πλείων γίνεται, καίτοι πυκνοτέρου τῇ φύσει ὄντος τοῦ ψυχροῦ; Ῥητέον οὖν, ὅτι εὔθρυπτα καθέστηκε τὰ πρὸς τὴν ῥῖνα σώματα καὶ ἀγγεῖα. συμβαίνει οὖν πυκνώδες γενομένης, τινὰ μὲν πυκνοῦσθαι καὶ συστρέφεσθαι, τινὰ δὲ διατείνεσθαι. ὅσῳ γὰρ συστρέφεται πρὸς ἑαυτὰ αἰτίων· ἢ καὶ ὑποκειμένης ἐπιτηδειότητος πρὸς τὴν ῥύσιν, προσενεχθὲν τὸ ὕδωρ συνδιατίθησι τὸ σῶμα, ὑπομιμνῆσκον ἐκ τούτου γίνεσθαι, καὶ οὕτως ἐπακολουθεῖ τὴν αἰτίαν αἵματος ῥύσιν. Διὰ τί ἐπὶ τῶν θυμιωμένων ἀρωμάτων, μᾶλλον ἀντιλαμβάνονται οἱ πόρρω ὄντες τῆς πυρᾶς, ὅθεν ἐπιβέβληται τὰ ἀρώματα, ἤπερ οἱ πλησίον; εὔδηλον ὅτι εὐωδία γίνεται δυναμικτέρα κατακιρνωμένη τῷ περιέχοντι ἀέρι οὕτω γὰρ καὶ ὁ ποιητὴς ἔφη Κνίσση δ᾽ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. καὶ εἰκότως ἀντιληπικωτέρα γίνεται ἡ εὐωδία τοῖς πόρρωθεν· λεπτυνομένη γὰρ μᾶλλον αἴσθησιν κινεῖ.