Διὰ τί ἠρέμα μὲν τῇ κινήσει χρώμενοι, κἂν ἔχωσι βαρυτέρας τὰς κεφαλὰς πρὸ τῆς κινήσεως, κουφίζονται ταύτας μετὰ τὴν κίνησιν, οἱ δὲ μετὰ δρόμου κινούμενοι καὶ μὴ πρότερον ἀντιλαμβανόμενοι βαρύτητος, μετὰ τὴν κίνησιν βαρύνονται τὰς κεφαλάς; Ῥητέον, ὅτι ἐπὶ μὲν τῶν ἠρέμα τῇ κινήσει χρωμένων συμβαίνει ἠρέμα τὰς ὕλας ἀποσυλᾶσθαι ἐπὶ τὰ κάτω μέρη· ἐπὶ δὲ τῶν ἐπιτεταμένη χρωμένων τῇ κινήσει, καὶ ἀνταποπάλσεις γίνονται, ὅθεν αἱ φερόμεναι ἐπὶ τὰ κάτω μέρη ὕλαι πάλιν ἀναπέμπονται ἀνταποπάλσεως γενομένης· ὥσπερ ἔχει ἐπὶ ῥιπτομένων ἐπὶ τὸ ἔδαφος στρογγύλων τινῶν. ἐνταῦθα γάρ, ἐὰν μὲν ἠρέμα τις ἀφῇ ἐπὶ τοῦ ἐδάφους, μένει καὶ οὐκ ἀντιπάλλεται. εἰ δέ τις μετὰ σφοδρότητος ῥίψει ταῦτα, πάλιν φέρεται ἐπὶ τὸ ἄνω, ὥς ἐστιν ἐπὶ τῶν σφαιρῶν ἰδεῖν· τὸ αὐτὸ δὴ συμβαίνει καὶ ἐπὶ τῶν τρεχόντων, πάλιν οὕτω τῆς ὕλης ἐπὶ τὰ ἄνω φερομένης μετὰ ἀντιτυπίας. καὶ ὅτι συμβαίνει καὶ ἐν τῇ βιαίᾳ κινήσει καὶ τὸ πνεῦμα ἐπέχεσθαι καὶ ἐντείνεσθαι, ὡς καὶ διὰ τοῦτο τὴν σωτηρίαν μὴ γίνεσθαι. Διὰ τί αἱ ἐπ᾽ εὐθείας κινήσεις οὐ ποιοῦσιν ἰλίγγους, αἱ δὲ κυκλικαὶ τοῦτο ποιοῦσι, καὶ ἐπὶ τοσοῦτον, ὥστε οἴεσθαι καὶ πάντα συμπερικινεῖσθαι τὰ ἐκτός; Ὅτι, ῥητέον, αἱ μὲν ἐπ᾽ εὐθείας γενόμεναι κινήσεις οὐ κωλύουσι γίνεσθαι τὴν διαπνοὴν τῆς ὕλης· αἱ δὲ κυκλικαὶ οὐκ ἐῶσι γίνεσθαι τὴν διαπνοήν, σφοδρότερον προσπίπτοντος τοῦ ἀέρος καὶ κωλύοντος γίνεσθαι ταύτην. ὁμοίως δὲ τῇ γενομένῃ κινήσει συμβαίνει καὶ τὰς ἐν ἡμῖν ὕλας κινεῖσθαι κυκλικῶς· συμφερόμεναι γὰρ τῷ σώματι καὶ μὴ δυνάμεναι διαπνεῖσθαι διὰ τὴν εἰρημένην αἰτίαν, καὶ παυσαμένου τοῦ τῆς κινήσεως αἰτίου, αἱ ὕλαι κινοῦνται κυκλικῶς. καί ἐστιν αὐταῖς ἡ τοιαύτη κίνησις παρὰ φύσιν ἀντίληψις· οἷον οἱ ἰκτεριῶντες τῶν ἐκτὸς ἀντιλαμβάνονται χρωμάτων, κατὰ τὸ πάθος, τὸ περὶ τοὺς ὀφθαλμούς· ὁμοίως οἱ ὑποσφάγματα ἔχοντες ὑπέρυθρα πάντα νομίζουσιν· οὕτως ἔχει ἐν τῇ κυκλικῇ κινήσει, οἰομένων πάντα περιδινεῖσθαι· τῶν γὰρ περὶ τὰς ὄψεις ὑλῶν ἔτι κυκλικῶς δινουμένων, συμβαίνει κατὰ τοῦτο τὸ πάθος καὶ τὴν ἀντίληψιν γίνεσθαι. τοῦτο κατάδηλον, ὅτι ὀφθαλμὸς ὑγρὰ περιέχει· τό τε ὑδατῶδες, ἀφ᾽ οὗ τὸ δάκρυον, καὶ τὸ κρυσταλλοειδὲς καὶ τὸ ὑελοειδές· πάντα δὲ ταῦτα ὑγρά, διαυγῆ καὶ λευκανθίζοντα ὑπάρχει. πρὸς τούτοις δηλονότι ὁ πρῶτος χιτὼν λευκός ἐστι· διὸ λεπτοποιεῖται κατὰ μέσον τὸν ὀφθαλμόν, καθὸ φαίνεται μέλαν· οὐ τοιοῦτος δὲ τῇ χρόᾳ, ὥς φαμεν, ὑπάρχει· ἀλλὰ πᾶς διαυγὴς καὶ κατὰ τοῦτο τὸ μέρος. γνώριμον δὲ καὶ τοῦτο, ὅτι ὁ δεύτερος μέλας ὢν χιτὼν τῇ φύσει, ὑπέστρωται τῷ κερατοειδεῖ οὐ κατὰ πᾶν μέρος, ἀλλ᾽ ἔχει τινὰ τρῆσιν περιφανῆ, καθὸ δὴ φαίνεται ἡ κόρη. ἐκ τούτων οὖν ἁπάντων ἀναφαίνεται ἡ ζήτησις. Διὰ τί τοῖς ὑποθλίψασι τοῦ ὀφθαλμοῦ ἤτοι τὸ ἄνω ἢ τὸ κάτω βλέφαρον συμβαίνει διπλᾶ φαίνεσθαι τὰ ὑποκείμενα; τοῦτο δὲ κἀν τοῖς μέθης κοινωνήσασι μάλιστα συμβαίνει. Διότι μὲν οὐ μερίζεσθαι συμβαίνει τὸ ὁρατικὸν πνεῦμα, καὶ τοῦτο μὴ συμβαίνει δίχα τοῦ ὑποθλίψαι, ἐν τῷ ὁρᾶν κοινῶς τὸ ἐξ ἀμφοτέρων πνεῦμα, ἂν ἐπιβάλλῃ τῷ ἐκτὸς ὑποκειμένῳ· ἐν δὲ τῷ ὑποθλίβειν τὸν ἕτερον ὀφθαλμὸν οὐκ ἔτι κοινῇ ἐπιβάλλουσι τῷ ὑποκειμένῳ, ἀλλὰ μεμερισμένως ἕκαστος ὀφθαλμὸς ἰδίᾳ. καὶ τοῦτό ἐστι καταλαβεῖν, εἰ βούλοιτό τις, οὕτω· παρακειμένου γὰρ ἔτι τοῦ ὑποθλίβοντος δακτύλου τὸν ὀφθαλμόν, εἴ τις τὸν ἕτερον τούτων, τοῦτ᾽ ἐστι τὸν μὴ θλιβόμενον ἐπιμύσει, προ0͂ενέγκας τὴν χεῖρα, οὐκ ἔτι φαίνεται διπιλᾶ, καίτοι τῆς παραθλίψεως ἐπιγινομένης· οὕτως ἄρα αἴτιος ὁ μερισμὸς τοῦ πνεύματος τοῖς τοιούτοις, ὥσπερ καὶ ἐπὶ τῶν μεθυσθέντων πολλαπλασίονα θεωρεῖται τὰ ὑποκείμενα. Διὰ τί ἐν μὲν τοῖς ὕδασιν ὄντες οὐκ ἀντιλαμβανόμεθα τῆς φωνῆς, ὥσπερ διὰ τῶν τοίχων καίτοι στερεωτέρων ὄντων τῶν διειργότων; Ὅτι ἐν μὲν τοῖς ὕδασιν, ὥσπερ μύσις τις ἀκριβὴς γίνεται, ὡς μὴ ἐνδέχεσθαι τὸν ἀέρα παρεισδύνειν. ἡνίκα δὲ διὰ τῶν τοίχων φθεγγόμεθα, τῷ μὴ ἐγκεῖσθαι τῇ ἀκοῇ τὸ διεῖργον, εἰκότως τοῦ εἰς τὸ ἐναντίον ἀέρος πληττομένου καὶ διαδιδομένου διὰ τοῦ ἐμπεριεχομένου ἐν τῷ τοίχῳ, συμβαίνει πλήττεσθαι τὸν ἀέρα, ὡς ἐκ τούτου γίνεσθαι τὴν ἀντίληψιν τοῦ ῥήματος. Διὰ τί ἐν ταῖς παρακμαῖς τῶν χαλεπῶν νοσημάτων ὡς ἐπίπαν παρωτίδες γίνονται, ἃς καὶ Διοσκούρους τινὲς καλοῦσιν, ὡς ἐπὶ λύσει γινομένας τῶν κακῶν; Ἴσμεν ὅτι ἐν τοῖς χαλεποῖς νοσήμασι ἀνορεξίαι γίνονται· ἤδη δὲ ῥωσθέντες, μᾶλλον ὀρεκτικοὶ γίνονται. καὶ τῆς τροφῆς προσγενομένης πλείονος, κίνησις γίγνεται τῶν γενύων. ἐκ δὲ τῆς διαιρέσεως τῆς κατὰ τὴν μάσσησιν γίγνεται φλεγμονή. ἐναποσκηπτούσης δὲ τῆς φλεγμονῆς, ἀποτελοῦνται παρωτίδες.