Ἔτι δὲ τοῦτο παρατετήρηται, ὅτι ἐφ᾽ ὧν τοιαῦτα τραύματα περὶ τὴν κεφαλήν ἐστιν, εἰ συμβαίνει αὐτομάτως λυθῆναι τὴν κοιλίαν, θάνατος ἐπιγίνεται· εἰ δὲ λόγῳ τῆς διαίτης, τὴν τῆς σωτηρίας πρόνοιαν ὑποφαίνει. Ὅτι εἰ μὲν αὐτομάτως ἡ γαστὴρ ὑπεξέλθοι, ἐκ τῆς κεφαλῆς τὴν ὑπόστασιν ἔχουσα διὰ τὸ πάθος, κίνδυνον ἀπειλεῖ, τοῦ πάθους περιγιγνομένου τῆς φύσεως· εἰ δὲ λόγῳ τῆς διαίτης εἴη αὐτὴ ἐξυγρανθεῖσα, λεπτοποιουμένης τῆς ὕλης καὶ ἐπὶ τὰ κάτω μέρη συνδιδομένης, μένει τὰ περὶ τὴν κεφαλὴν μέρη ἀνενόχλητα, καὶ οὕτω μηδενὸς βάρους συνεδεύοντος, εὐΐατα γίνεται. Διὰ τί ἡ ἐκ τῆς ἀνθρακιᾶς θέρμη ὡς ἐπίπαν κεφαλαλγίας ἐστὶ ποιητική, ἡ δὲ τῶν ξύλων οὐ τοιαύτη; Ὅτι ἡ μὲν ἀπὸ τῶν ἀνθράκων ὑπερβάλλουσα θέρμη πυκνοῖ κατά τινα ξηρότητα· ἡ δὲ ἐκ τῶν ξύλων ἔχει καὶ ἰκμάδα τινά, ἥτις δηλοῦται καὶ ἐξ αὐτοῦ τοῦ καπνοῦ. ὁ γὰρ καπνὸς τῆς ἐν τοῖς ξύλοις ὑγρασίας ἐστὶ δηλωτικός· δεῖ δὲ τοὺς ἄνθρακας σβεννύειν ἐν οἴνῳ ὀλίγῳ, ἵνα ἐκ τούτου μὴ παρακολουθῇ αὐτοῖς ἡ γινομένη ἐξ αὐτῶν βλάβη. Διὰ τί ἐπὶ τῶν θαλαττουργῶν μάλιστα ἐπιπολάζει τὰ πτερύγια; γίνεται μὲν γὰρ καὶ ἐν ἄλλοις, ἐπιπολάζει δὲ ἐπὶ τῶν κατὰ τὴν θάλατταν ἐργαζομένων. Ῥητέον οὖν, ὅτι διαφοραὶ πτερυγίων εἰσὶ δύο· ἢ γὰρ γίνεται, ὁτὲ μὲν τῆς ὑπιοκειμένης τῷ κανθῷ τοῦ ὀφθαλμοῦ κατὰ φύσιν σαρκὸς ἐπεκτεινομένης, ἢ ἐξ συναυξήσεως, ὁτὲ δὲ τοῦ λεπτοῦ καὶ περιτεταμένου ὑμένος περιτυλουμένου καὶ ἐξοιδαίνοντος. ἔστι δὲ οὗτος ἐπὶ μὲν ἀνθρώπων δυσόρατος δι᾽ ὑπερβάλλουσαν λεπτότητα, ἐπὶ δὲ ζῴων καὶ μάλιστα ἀρνειῶν ἐκδηλότατος, παχύτερος ὑπάρχων· οὐ μὴν ἐπ᾽ ἀνθρώπου. οὗτος τοίνυν ἐκ τῶν θαλαττίων ἀτμῶν δριμυτέρων ὄντων ἐστὶ βιβρωσκόμενος, καὶ τύλωσιν μετὰ φλεγμονῆς ἀνἀέχεται, ὡς ἐκ τούτου παχυνθέντος τὸ τοῦ πτερυγίου πάθος ὑφίστασθαι. ἴσμεν δέ, ὅτι δύο διαφοραί εἰσι πτερυγίων· καὶ τὰ μέν ἐστι προσηρτημένα, τὰ δὲ ὥσπερ συμπεφυκότα. Διὰ τί αἱ μονοπάθειαι τῶν ὀφθαλμῶν στραγγότεραί εἰσιν; ἢ ὅτι τοῦ ἑτέρου κατὰ φύσιν διακειμένου καὶ κινουμένου φυσικήν τινα κίνησιν, συγκινεῖται καὶ ὁ πεποθώς, τῷ ἐκ μιᾶς βάσεως αὐτῶν τὴν φύσιν εἶναι, καὶ διὰ τοῦτο τῆ συγκινήσει παροξύνει τὸν πεπονθότα; χρεία γὰρ ἠρεμίας ἐστὶ τῷ κάμνοντι. ἀμφοτέρων δὲ κατὰ τὸ αὐτὸ πασχόντων, μετριώτερον γίνεται πάθος. ἅμα γὰρ ἑκάτερος ἠρεμεῖ καὶ οὐ παροξύνεται· καὶ οὕτως ἐκ τῆς ἠρεμίας ῥώμη ταχεῖα γίνεται. 1.5 Διὰ τί ἐπ᾽ ἐνίων ὀφθαλμιασάντων πυρετὸς εἰ ἐπιγίγνοιτο, λύει ταύτην, ἐπ᾽ ἐνίων δὲ οὐ μόνον οὐ λύει, ἀλλὰ καὶ πήρωσιν ἀπεργάζεται τελείαν; τίς οὖν ἡ αἰτία τοῦ ἐπὶ μὲν ἐνίων ὑγιάζειν, ἐπὶ δ᾽ ἐνίων ἀφανίζειν; Ὅτι ὁ πυρετὸς ἐπιγίνεται λόγῳ τινὶ μετασυγκρίσεως καὶ εἰ μὲν εἴη οὗτος μέτριος, τῷ καὶ τὴν ἐξ αὐτοῦ γεγενημένην μετασύγκρισιν μετρίαν εἶναι, ὠφέλειαν παρακολουθεῖν συμβαίνει. εἰ δὲ σφοδρὸς εἴη εἰσβαλὼν οὗτος, τῷ καὶ τὴν κίνησιν σφοδροτέραν γίνεσθαι, ἡ ἐσχάτη βλάβη παρακολουθεῖ. ἴποι δ᾽ ἄν τις, ὅτι καὶ ὁ πυρετὸς ἀναξηραντικός· καὶ ὅτι μὲν ἀναξηραντικός, ἴδοι ἄν τις ἐκ τοῦ παρακολουθοῦντος δίψους τοῖς πυρέττουσιν· ὅτι δὲ καὶ ἐναποσκηπτικός, δηλοῖ ἐκ τοῦ, ἐπιγινομένου τούτου, περισσοπαθεῖν τινα τῶν μερῶν. καὶ ἡ μὲν ὠφέλεια γίνεται, ἀναξηραντικοῦ συμπεσόντος, διὰ τὸ ἐπερχόμενον ῥεῦμα ἀναξηραίνεσθαι. ὅτε δὲ βλάπτει, ἐναποσκηπτικὸς οὗτος ὑπάρχει, καὶ τῷ τὰ παθόντα μέρη μᾶλλον ἐμπαθέστερα ὄντα, ἐπιδέχεσθαι πλείονα, καὶ τῷ ἐπιστηρίζειν ἐναποσκηπτικὸν τυγχάνοντα. καὶ οὕτως ἡ πήρωσις γίνεται ἐκ τῆς πολλῆς σκήψεως.