1. Διὰ τί τὰ στρογγύλα ἕλκη δυσαλθέστερα καθέστηκε τῶν ἄλλων; οἱ μὲν οὖν Ἡροφίλειοι τὴν αἰτίαν ἀποδιδόασι, γεωμετρῇ χρώμενοι ἀποδείξει· φασὶ γάρ, ὅτι τὰ κυκλικὰ σχήματα τῶν ἑλκῶν μικρὰ μὲν φαίνεται τῇ περιοχῇ, οὐ τοιαῦτα δ᾽ ἐστίν, ἀλλ᾽ ἔχει τῇ δυνάμει μείζονα τὰ ἐμβαδά, ἤπερ φαίνεται. τὸ μεῖζον δὲ πλείονος χρόνου δεῖται πρὸς τὴν ἐπούλωσιν· ὥστε εἰκότως τὰ τοιαῦτα ἕλκη φαίνεται δυσαλθῆ, εἴ γε καὶ μικρὰ φαίνεται· κατὰ δὲ τὸ ἀληθὲς οὐχ οὕτως ἔχει, ἀλλ᾽ ἐστὶ μείζονα. τοῦτο δὲ περικειμένως διεκρούσατο Ἀσκληπιάδης· εἴτις στρογγύλου ἕλκους ὑποκειμένου, ἐπιδιέλῃ τὰ παρακείμενα σώματα, ὥστε ἐκ τῆς ἐπιδιαιρέσεως γενέσθαι ἐπιμηκέστερον τὸ σχῆμα τοῦ ἕλκους, θᾶττον ἂν γένοιτο ἡ ἐπούλωσις. τοῦτο δ᾽ ἐναντίον τῷ τοῦ Ἡροφίλου ἀρέσκοντι. εἰ γὰρ τὸ μέγεθος τοῦ ἕλκους, ὡς αὐτοί φασιν, αἴτιον γίνεται τῆς δυσθεραπευσίας, ἐχρῆν τοῦ αὐτοῦ ὑποκειμένου μεγέθους καὶ ἑτέρου προσγινομένου ἐκ τῆς ἐπιδιαιρέσες, μᾶλλον γίνεσθαι δυσιατότερα ταῦτα, τὰ ἕλκη. αὐτὸς δὲ ὁ Ἀσκληπιάδης τοιαύτην ἀποδίδωσιν αἰτίαν· φησὶ γάρ, ὅτι ἐπὶ παντὸς πράγματος, ᾧ σύμφυτόν ἐστι τὸ κινεῖσθαι, ἡ σφοδροτέρα κίνησις γίνεται ἐκ τῶν κατ᾽ αὐτὰ ἀρχῶν. ἀρχὰς δὲ λέγει τὰ μέσα τῶν κινουμένων. ὑποδείγμασι δὲ χρῆται πρὸς σαφήνειαν τῇ τε τῶν ποταμῶν κινήσει καὶ τῇ τοῦ πυρός. ὡς γὰρ ἐπὶ τούτων μάλιστα κινεῖται καὶ σφοδρότερον τὰ μέσα, οὕτω συμβαινει καὶ ἐπὶ τῶν ἑλκῶν· οἷόν τί ἐστι τὸ λεγόμενον, ἐπεὶ τῶν ποταμῶν ἐπὶ τοῦ πλεονάζοντος μέρους σφοδροτέρα γίνεται ἡ κίνησις. πλεονάζει δὲ δηλονότι τὸ μέσον ἐν αὐτοῖς ἐκεῖ γὰρ μάλιστα συντρέχει τὸ πλέον. ὁ δ᾽ ὅμοιος λόγος καὶ περὶ τῆς φλογὸς τοῦ πυρός. κατὰ γὰρ τὸν μέσον μάλιστα τόπον σφοδρότερον κινεῖται αὕτη οὕτως, ὡς καὶ πολλάκις προαναπηδᾶν κατὰ τοῦτο τὸ μέρος τὴν φλόγα. ἐπεὶ οὖν καὶ τὰ στρογγύλα ἕλκη, καθότι αὐτὰ ὥσπερ συνῆκται, καὶ οἷον εἰς μέσα ἐστὶ κατὰ πᾶν μέρος, διὰ τοῦτο συμβαίνει σφοδροτέραν τὴν κίνησιν ἐπ᾽ αὐτῶν γίνεσθαι. κίνησις δὲ γίνεται δηλονότι ὄγκων τινῶν φυσικῶς φερομένων ἐπὶ τὰ ἔξω διὰ τῶν πόρων, καὶ τῇ σφοδρᾷ τούτων παρόδῳ συμβαίνει ἀνακρούεσθαι τὴν ἐπούλωσιν. ῥητέον δὲ πρὸς τοῦτο, ὅτι εἰ τῶν ὄγκων ἡ σφοδρὰ κίνησις ἐπὶ τὸ ἔξω αἰτία γίγνεται τοῦ εἶναι τὰ τοιαῦτα ἕλκη δυσαλθῆ, ἐχρῆν μάλιστα τοῦτο συμβαίνειν ἐπὶ τῶν ἀκμαζόντων· καὶ ἐκ τούτων ἂν συμβαίη ἕλκῃ ἐπ᾽ αὐτῶν τὰ τοιαῦτα· ἐπὶ γὰρ τούτων μάλιστά εἰσιν ὀξυκίνητοι οἱ ὄγκοι καὶ πολλοὶ τῷ πλήθει, ἐπὶ δὲ τῶν γεγηρακότων ὀλίγοι τέ εἰσι καὶ νωχελεῖ τῇ κινήσει χρῶνται· καὶ ἐπίπαν ἐπὶ τούτων διαλθέστερα τὰ τοιαῦτα τῶν ἑλκῶν γίνεται. ῥητέον οὖν, ὅτι ἐπὶ μὲν τῶν κατὰ οἱονεὶ ἐγγώνιον σχῆμα συνισταμένων ἑλκῶν συμβαίνει τὴν ἐπούλωσιν θᾶττον γίνεσθαι, διὰ τὸ τὰ ὑγιεινὰ σώματα μᾶλλον εἶναι ἀλλήλων πλησίον, καθὸ μάλιστα οἱονεὶ γωνία γίνεται τοῦ ἕλκους. τὰ δὲ ὑγιῆ οὐχ ὡς ἔτυχε συμβάλλεται τῇ ἐπουλώσει. καὶ δῆλον τοῦτο ἐκ τοῦ μᾶλλον εἶναι εὐιατότερα, ἔχοντα παρακείμενα σώματα, τὰ δοκοῦντα μὲν ὑγιῆ, πεπονθότα δέ. ἐπὶ δὲ τῶν στρογγύλων τὰ ὑγιῆ σώματα πανταχόθεν ἐπίσης ἀφέστηκε τῶν ἑλκῶν, καὶ πλέον ἤπερ κατὰ σχῆμα τὸ ἐγγώνιον γινόμενον· ὥσπερ ἐπὶ κύκλου εἰ λάβοιμεν ἐκ βραχέος διαστήματος σημεῖά τινα καὶ ἐπιζεύξοιμεν εὐθεῖαν κατὰ τὰ σημεῖα, καὶ ὁμοίως ἐφ’ ἑτέρου τριγώνου, ἂν οὕτω τύχῃ, καὶ ἐπιζεύξοιμεν βραχὺ ἀπὸ τῆς γωνίας διαστήσαντες, εὑρίσκεται μείζων ἡ ἐν τῷ κύκλῳ ἐπιζευχθεῖσα εὐθεῖα· οὕτω καὶ ἐπὶ τῶν στρογγύλων ἑλκῶν καὶ τῶν μὴ τοιούτων ἔχει, ὡς ἔφαμεν. διὰ τοῦτο συμβαίνει ῥᾳδίαν τὴν ἐπούλωσιν γίνεσθαι ἐπὶ τῶν κατὰ γωνιῶτχῆμα γινομένων, διὰ τὸ τὰ ὑγιενὰ σώματα μᾶλλον εἷναι πλησίον ἀλλήλων, καὶ συμβάλλεσθαι ταῦτα τῇ ἐπουλώσει· ὅθεν καὶ ὡς ἐπίπαν ἀπὸ τῶν ἄκρων ἄρχεται ἡ ἐπούλωσις καθὸ μάλιστα συνεργεῖ ἀπὸ τῶν παρακειμένων ὑγιεινῶν σωμάτων. ἐπὶ δὲ τῶν στρογγύλων διὰ τὸ πανταχόθεν ἐπίσης ἀφεστᾶναι τὰ ὑγιεινὰ ἀλλήλων καὶ μὴ δύνασθαι συναιρεῖσθαι τῇ ἐπουλώσει, μὴ ῥᾴδιον γίνεσθαι ταύτην. Διὰ τί ἐπιτήδεια τὰ ἄκρα μέρη τοῦ σώματος πρὸς νομήν, ὁμοίως δὲ καὶ τὰ κοῖλα; ἢ ἐπειδὴ ἡ νομὴ νέκρωσίς τίς ἐστι καὶ σῆψις, εὐπερίψυκτα δὲ τὰ ἄκρα δι᾽ ἔνδειαν ὕλης, ὡς διὰ τοῦτο τὴν νέκρωσιν ὑπομένειν· τὰ δὲ κοῖλα, διὰ τὸ πλεονάζειν ἐν αὐτοῖς ὕλην ὑγρὰν καὶ διὰ τοῦτο τὴν σῆψιν ὑπομένειν. Διὰ τί ὑγιαζομένων τῶν ἑλκῶν καὶ λεπτυνομένων τῶν φλεγμονῶν, κνησμοὶ γίνονται; ῥητέον, ἐπειδὴ ἐπικρατεῖ τότε τὸ οἰκεῖον. ἐπικρατοῦν δὲ τοῦτο τὸ ἀνοίκειον ἀπελαύνει ἐκ τοῦ βάθους. ἡ φύσις δὲ ἥδεται χωριζομένου τοῦ ἀνοικείου. Διὰ τί ἐπὶ τῶν ὑδρωπικῶν δίψα γίνεται, καίτοι πολλοῦ τοῦ ὑγροῦ ὑποκειμένου; ῥητέον, ὅτι ἡ ὄρεξις αὕτη γίνεται κατ᾽ ἐπιζήτησιν τοῦ κατὰ φύσιν ὑγροῦ, οὐ τοῦ παρὰ φύσιν. τὸ δὲ παρακείμενον ἐπὶ τούτων παρὰ φύσιν ἐστί. γίνεται δὲ ἡ ἀνάπαυλα τῆς ὀρέξεως, παρατιθεμένου τοῦ κατὰ φύσιν ὑγροῦ. ἢ ὅτι οὐκ εἰς δεομένους πόρους τὸ κατὰ φύσιν ὑγρὸν μερίζεται, ἀλλ᾽ ἔξω διωθεῖται. διψῶσιν οὖν ὡς μὴ πίνοντες. Διὰ τί μὴ ὄντες ἐν δίψει, εἰ περιβάλλοιμεν πρὸς λουτρόν, προσγίνεται τὸ διψᾶν, καὶ ἀνάπαλιν, εἰ ἐν δίψει ὄντες, παύεται τὸ δίψος; ὅτι τὸ δίψος γίνεται κατὰ ξηρότητα. εἰ οὖν διψῶντες περιβάλλοιμεν τὸ λουτρόν, τὸ σῶμα, διὰ τὸ μετέχειν ζωτικῆς δυνάμεως αὐτό, οἱονεὶ ἐπισπᾶται διὰ τῶν τῆς ἐπιφανείας πόρων τὸ ὑγρόν, καὶ οὕτω συμβαίνει ὑγραίνεσθαι τὸ βάθος, ἐξ οὗ μάλιστα γίνεται τὸ δίψος. ἐπὶ δὲ τῶν μὴ διψώντων καὶ περιβαλλόντων τὸ λουτρόν, ὑπόκειται ὑγρὸν ἐν τῷ σώματι καὶ προΐεται τοῦτο διὰ τῶν ἱδρώτων, διὰ τὸ μὴ ἀντιποιεῖσθαι ὑγρασίας.