΄Οτι μὲν ὁ περὶ ἀποδείξεως λόγος τέλος ἐστὶ τῆς λογικῆς ἁπάσης Ald. f.2r πραγματείας, ἤδη φθάσαντες εἴπομεν ἐν οἷς τε περὶ τοῦ ἀπλῶς συλλογισμοῦ διελέγετο ὁ Ἀριστοτέλης καὶ ἐν οἷς τὴν ἀποδεικτικὴν παρεδίδου μέθοδον. ἐπειδὴ γοῦν ἱκανῶς τὰ περὶ ἐκείνης ἡμῖν τῆς μεθόδου ἐζήτηται, ἀκόλουθον ἄν εἴη εἰπεῖν τι καὶ περὶ τῶν Σοφιστικῶν ἐλέγχων, τίς τε ὁ σκοπὸς τῆς παρούσης πραγματείας ἐστί, καὶ διὰ τί τάξιν ἔσχε τὴν τελευταίαν, καὶ ὅτου χάριν Σοφιστικοὶ ἐπιγράφονται ἔλεγχοι· ὡς γὰρ ἐν πολλοῖς εἴπομεν, ἔνθα μὴ αὐτόθεν ἐστὶ δήλη ἡ ἐπιγραφὴ τοῦ συγγράμματος, χρὴ καὶ ταύτην σαφηνίζειν. σκοπὸς οὖν ἐστι τῆς παρούσης πραγματείας κατὰ μέν τινας, ὡς ἄν ἡμῖν τὴν μέθοδον παραδῷ δι’ ἧς τοὺς ἐλέγχους συνίστων οἱ σοφισταὶ καὶ τοὺς ἀπείρους τῆς συλλογιστικῆς μεθόδου ἠπάτων· ἔστι δὲ αὕτη οἱ μέλλοντες παραδοθῆναι παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους δεκατρεῖς τρόποι, οἳ καὶ ὥσπερ τινές εἰσι γενικοὶ στοχασμοὶ τῶν σοφισμῶν. οἱ δὲ τοῦτον εἶναι τὸν σκοπὸν τῆς παρούσης πραγματείας τιθέμενοι καὶ διὰ τοῦτο ἐπιγεγράφθαι Σοφιστικοὺς ἐλέγχους φασίν, ὡς τῆς παρούσης πραγματείας περὶ τοῦ πῶς ἤλεγχον οἱ σοφισταὶ διαλαμβανούσης καὶ περὶ τῆς συστάσεως τῶν σοφισμάτων αὐτῶν, οὐ περὶ τοῦ πῶς ἄν τοῖς σοφισταῖς ἀντιλέγοιμεν. ἄλλοι δὲ οὐ τοῦτον εἶναι τὸν σκοπὸν τοῦ βιβλίου εἰσήγαγον, ἀλλὰ μᾶλλον σκοπὸν ἔχειν τὸν Ἀριστοτέλην εἰπεῖν περὶ τοῦ πῶς ἂν αὐτοὶ μάθοιμεν ἐλέγχειν καὶ ἀντιλέγειν τοῖς πειρωμένοις σοφίζεσθαι ἡμᾶς· διὰ 1 ᾿Αποσημειώσεις—ἐλέγχους I: ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΑΠΟΣΗΜΕΙΟΣΕΙΣ κτλ. a: de reliquorum codd. titulis cf. Praef. 2 ante Ὅτι μὲν exhibet hoc prooemium: Διδάξας περὶ τοῦ ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ συλλογισμοῦ ὁ ᾿Αριστοτέλης, νῦν ἥκει διδάξων ἡμᾶς καὶ περὶ τῶν σοφιστικῶν ἐλέγχων, οὐχ ὥστε τούτοις χρῆσθαι ἡμᾶς ὡς τῷ ἀποδεικτικῷ καὶ διαλεκτικῷ συλλογισμῷ· οἱ μὲν γὰρ ἐπιστήμης ἔργα, τὰ δὲ σοφίσματα καὶ οἱ σοφιστικοὶ ἔλεγχοι ἔργον μὲν ἐπιστήμης οὐδέν, ἐνοχλήσεις δέ τινες μᾶλλον καὶ ἐμποδισμοὶ τῶν ἐπιστημῶν, ὡς καὶ αὐτὸς σοφιστικὰς ἐνοχλήσεις ἐν ἄλλοις ὠνόμασεν. ἀλλ’ ἡ τοῦτο πάντως ποιεῖ διδάξων ἡμᾶς τίνες οἱ τρόποι, οἶς οἱ σοφισταὶ χρώμενοι πειρῶνται τοὺς πολλοὺς ἐλέγχειν καὶ τοὺς ἀμαθεῖς τῆς συλλογιστικῆς μεθόδου. διδάσκει γ’ οὖν ἡμᾶς περὶ τούτων, οὐχ ὥστε χρῆσθαι αὐτοῖς, ἀλλ’ ἵνα μὴ παρὰ τῶν χρωμένων ἐλεγχώμεθα. εἰδότες γὰρ τοὺς τρόπους, καθ’ οὓς οἱ σοφισταὶ τὰ οἰκεῖα προβάλλονται σοφίσματα, ἐλεγχθησόμεθα μὲν παρ’ αὐτῶν οὐδαμοῦ, ἐλέγξομεν δὲ μᾶλλον αὐτοὺς λύοντες τὰ προβαλλόμενα σοφίσματα παρ’ αὐτῶν, ὡς (οἶς a) καὶ τὸν τρόπον εἰδότες τῆς ὡς γὰρ ἐν ἄλλοις αὐτὸς εἶπεν, ὁ τὸν τρόπον εἰδὼς τοῦ δεσμοῦ, ἐκεῖνος λύσει τὸ συνδεθέν, καὶ ὁ τὸν τρόπον εἰδὼς τῆς συνθέσεως τοῦ σοφίσματος, ἐκεῖνος λύσει καὶ τὸ προβαλλόμενον σόφισμα a ὅτι aA: τι I —6 πραγματείας, γνώριμόν ἐστιν ἅπασι, πολλαχόθεν τοῦ παρόντος βιβλίου τῆς λογικῆς πραγματείας καὶ μᾶλλον ἐξ ὧν τε περὶ τοῦ ἁπλῶς συλλογισμοῦ ὁ ἀριστοτέλης διελέγετο καὶ ἐκ τῆς ἀποδεικτικῆς μεθόδου ἰὴν παρεδίδου. ἀκόλουθον δ᾿ ἄν Α 4 παρεδίδου δου Ι: ἀπεδίδου a —10 χρὴ γὰρ ἀεὶ σαφηνίζειν τὴν ἐπιγραφὴν τοῦ συγγράμματος, ἔνθα μὴ αὐτόθεν ἐστὶ δήλη. σκοπός ἐστι Α 9 αὐτόθεν a: αὐτόθι I 16 ἐπιγράφεσθαι Α ante σοφιστ. add. τοὺς al: om. Α 19 οὐ om. a1 20 τὸν ἀριστοτέλην in ras. Α1 τοῦτο γάρ φασιν οὐδὲ Περὶ τῶν σοφιστικῶν συλλογισμῶν ἐπιγέγραπται τὸ βιβλίον ἀλλὰ Σοφιστικοὶ ἔλεγχοι, ὡς μεθόδου παραδιδομένης δι’ ἧς ἄν τοὺς σοφιστὰς ἐλέγχειν δυναίμεθα. ἐπειδὴ γὰρ τῶν κατηγορικῶν συλλογισμῶν τὸ εἶδος τριττὸν εἶναι δέδειχε καὶ περὶ τῶν δύο, τοῦ τε διαλεκτικοῦ φημι συλλογισμοῦ καὶ τοῦ ἀποδεικτικοῦ, ἀρκούντως ἐν ταῖς αὐτῶν πραγματείαις διέλαβεν, ἐν τῷ παρόντι βιβλίῳ ὥσπερ ἡμῖν ἀλεξητήριον παρέχων φάρμακον εἰς τὸ ἀποφεύγειν τὰς σοφιστικὰς ἐνοχλήσεις περὶ τοῦ σοφιστικοῦ διαλέγεται συλλογισμοῦ, ἐλέγχους παραδιδοὺς μᾶλλον τῶν σοφιστικῶν λόγων, f. 2v οἷα φιλοτιμούμενος ὡς μάλιστα περὶ τὸ ἀληθές, δι’ οὗ αἱ ἀδρανεῖς ψευδολογίαι καὶ ὁ τῶν δοκούντων ἐνδόξων φενακισμὸς διελέγχεται. ὡς γὰρ οἱ ἰατροὶ οὐ μόνον τὰ πρὸς ὑγείαν συντείνοντα διδάσκονται ἀλλὰ καὶ τὰ δηλητήρια τῶν φαρμάκων ἐπιζητοῦσι τίνα ἐστίν, οὐχ ἵνα τούτοις χρήσωνται, ἀλλ’ ὡς βλαβερὰ ταῦτα φεύγωσι καὶ θανάσιμα, κατὰ τὸν αὐτὸν τρόπον χρὴ πάντως καὶ τοὺς τοῖς ἀληθέσιν ἐγγυμνασθέντας καὶ πεῖραν τῶν ἐνδόξων λαβόντας εἰδέναι καὶ ποῖά εἰσι τὰ φαινόμενα ἔνδοξα. οὐ γὰρ τῷ ᾿Αριστοτέλει σκοπὸς ἦν προηγούμενος περὶ τῶν σοφιστικῶν ἐλέγχων διαλαβεῖν οὐ γὰρ δι’ αὐτὸ ἀλλὰ καθ’ ἕτερον περὶ τοῦ εἰρημένου εἴδους διδάσκει) <ἀλλὰ> περὶ τοῦ ἐλέγχειν τοὺς σοφιστάς. παιζόντων γάρ, οὐ σπουδαζόντων τὸ τοιοῦτον εἶδος τοῦ συλλογισμοῦ· τὸ δὲ παίγνιον πῶς ἄν εἴη περισπούδαστον ἀνδράσι σοφοῖς καὶ ἐπιστήμοσιν; ὡς ἐν τῷ Εὐθυδήμῳ καὶ Πλάτων’ διαλαμβάνει, ἔνθα τῷ Κρίτωνι διαλεγόμενος ὁ Σωκράτης θαυμασίαν εἶναι τὴν σοφιστικὴν ἀποφαίνεται καὶ ‟πανσόφους ἀτεχνῶς” ὀνομάζει τοὺς σοφιστὰς καὶ βούλεσθαι μαθεῖν καὶ αὐτὸς ταύτην τὴν μέθοδον· εἶτα προτρέπεται τὸν Εὐδύδημον τῷ τοῦ Ἀξιόχου παιδὶ Κλεινίᾳ προσδιαλεχθῆναι· ὁ δ’ εὐθὺς ἀρξάμενος καὶ ὁμώνυμα ἐρωτῶν εἰς ἀντιφάσεις περιῆγε τὸν νέον οὕτω λέγων· ‟ὦ Κλεινία, πότεροί εἰσι τῶν ἀνθρώπων οἱ μανθάνοντες; καὶ τὸ μειράκιον, ἅτε μεγάλου ὄντος τοῦ ἐρωτήματος”, πρῶτα μὲν ἠρυθρίασεν, εἶτα πρὸς τὸν Σωκράτην ἀπεῖδεν· ὁ δὲ παρεθάρρυνέ τε αὐτὸν καὶ ἀποκρίνασθαι διεκελεύσατο ὅ τι ἂν βούλοιτο· καὶ ἀποκρίνεται ὁ Κλεινίας ‟ὅτι οἱ σοφοὶ εἶεν οἱ μανθάνοντες”. καὶ ὁ Εὐθύδημος· ἆρά γε, ὦ Κλεινία, οἶδάς τινας διδασκάλους; ὡμολόγησεν οὗτος. τίνων οὖν εἰσι διδάσκαλοι; σκαλοι; ἐκεῖνος· τῶν μανθανόντων. ἆρ’ οὖν σοφοὶ ἦσαν, ὅτε τὰ διδασκόμενα οὐκ ἠπίσταντο; ‟οὐ δῆτα, ἦ δ’ ὅς”. μανθάνουσιν ἄρα οἱ ἀμαθεῖς. 1 τῶν om. Α 2 μεθόδου a2A: καθόλου a1A 3 δυναίμεθα a2K: δυνάμεθα a1I: δυνώμεθα Α 4 τρίτον a2 5 ἐν ταῖς αὐτῶν πραγματείαις ΑΚ: ἐν τῇ ἑαυτοῦ πραγματείᾳ al 8 λόγων aA: ἐλέγχων I 10 διελέγχεται ΑΚ: διελέγχηται al 11 ἰατρικοὶ a1 διδάσκονται Α: διδάσκουσιν I 15 καὶ ποῖα ΑΚ: ὁποῖα al 16. 17 οὐ γὰρ Α: οὐδὲ al 17 καθ’ al: δι’ Α ἀλλὰ alterum addidi 19 ὡς a1 20 εὐθυδήμων (sic) Ι 21 ἔνθα] Euthyd. c. 1 p. —272Β 22 ἀτεχνῶς ΑΚ: ἀτέχνως al 23 βούλεσθαι a1I: βούλεται a2A καὶ αὐτὸς μαθεῖν Α 25 αὐξάμενος a1 ὁμωνύμως a post εἰς add. τὰς a περῆγε a 26 λέγων] Euthyd. c. 5 p. 275 D — 276 C πότεροί a2A Plato: πότερος a1: πότερον I post μανθάνοντες add. οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς Plato cf. p. 24,16 29 ἀποκρίνασθαι ΑΚ: ἀποκρίνεσθαι al 32 ὅτε a2A: ὅτι a1I 33 ἦ δ’ ὅτις a1 post ἦ δ’ ὅς add. ὃ νοητέον ἀντὶ τοῦ ἔφησεν οὗτος Α ἔπειτα πάλιν τὸ ἐναντίον συνελογίσατο, ὅτι μανθάνουσιν οἱ ἐπιστάμενοι. ἀλλὰ τοιούτων μὲν λόγων πλήρης οὗτός τε ὁ διάλογος καὶ ὁ Πρωταγόρας. ἡμεῖς δὲ πάλιν πρὸς τὸ προκείμενον ἐπανέλθωμεν. σκοπός ἐστι τῶ ᾿Αριστοτέλει, ὡς ἔφημεν, ὁ πρῶτος ἀποδεδομένος περὶ τοῦ εἰπεῖν πῶς συνίστων τοὺς δοκοῦντας ἐλέγχους οἱ σοφισταί, καὶ πῶς ἐδόκουν διὰ τούτων ἐλέγχειν τοὺς ἀπείρους τῆς τέχνης αὐτῶν, καὶ τίνες οἱ γενικοὶ στοχασμοὶ τῶν σοφισμῶν, καὶ πόσων στοχάζονται οἱ ἐν τοῖς σοφίσμασιν ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντες, καὶ πόσα εἴδη τῶν σοφισμῶν, καὶ κατὰ πόσους τρόπους ἓν ἕκαστον τῶν εἰδῶν τὴν φαντασίαν τοῦ ἐλέγχειν ἐμποιεῖ. εἶτα ἐφεξῆς καὶ τὰς προσηκούσας λύσεις ἐπάγει αὐτοῖς· λύειν γὰρ τῶν ἀμηχάνων τὸν δεσμὸν ἀγνοοῦντα. τούτου δὲ φανεροῦ γεγονότος καὶ ἐλέγχειν δυνησόμεθα· ἀπλῶς γὰρ τὸ εἰδέναι ὅπως ἐκεῖνοι τὰ σοφίσματα συνίστων τῶν λύσεων γίνεται ποριστικόν, ἐπεὶ ὁ τοῦ δεσμοῦ τὴν γνῶσιν ἔχων οἶδε πάντως καὶ ὅπως ἄν τὴν λύσιν ἐπαγάγῃ τῷ δεσμῷ μηδενὸς προσισταμένου αὐτῷ, ὡς ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ φησί. Περὶ δέ γε τῆς τάξεως ἀμφισβητεῖται πολλοῖς. οἱ μὲν γάρ φασιν ὡς ἔδει τὴν διαλεκτικὴν πραγματείαν, ὁμοίως δὲ καὶ ταύτην τὴν σοφιστικὴν τῆς ἀποδεικτικῆς προταχθῆναι· χρῆναι γὰρ πρότερον τοῖς πιθανοῖς χρονοτριβήσαντας εἶθ’ οὕτως καὶ τοῖς ἀναγκαίοις καὶ ἀληθέσι προσδιατρῖψαι. οὐ καλῶς δὲ οἱ ταῦτα λέγοντες ἀποφαίνονται. εἰ γὰρ ἡ τῶν ἀνθρώπων φύσις τῇ ὕλῃ συνδεθεῖσα ἀπατᾶται ὡς ἐπὶ τὸ πλεῖστον καὶ τῇ φαντασίᾳ παρακολουθοῦσα παραλογίζεται καὶ τὰ μὴ ὄντα ὡς ὄντα ὑπονοεῖ, οὐ χρὴ πάντως πρώτοις αὐτὴν προσβαλεῖν τοῖς πιθανοῖς τε καὶ φαινομένοις ἐνδόξοις· ἐνσχεθεῖσα γὰρ τούτοις καὶ προσληφθεῖσα οὐ ῥᾷον αὐτῶν ἀποστήσεται καὶ τὴν ἀλήθειν ὑποδέξεται, ἐκεῖνα ἡγουμένη τἀληθῆ καὶ αὐ|τόπιστα· f.3r πρόληψις γάρ, κἀν ἡ τυχοῦσα εἴη, ὡς ἐπὶ τὸ πολὺ ταχέως μετατίθεσθαι οὐ φιλεῖ. ἄλλως τε δὲ ἐκεῖνα προταχθῆναι τῆς ἀποδεικτικῆς ἐπιστήμης ὤφειλον ἃ δὴ καὶ χρήσιμα ἦν εἰς ἀπόδειξιν· ἡ δέ γε σοφιστικὴ ἄχρηστός ἐστι παντελῶς τῇ ἀποδεικτικῇ ἐπιστήμῃ. ἔτι εἰ τὸ ψεῦδος τῇ παραθέσει τῆς ἀληθείας ἐλέγχεται, ἀκόλουθον ἄν εἴη πάντως τἀληθῆ πρῶτον μαθόντας οὕτω τοῖς πιθανοῖς καὶ ψευδέσι προσομιλῆσαι· εἰκότως ἄρα προτέρα τῶν τοιούτων ἡ ἀποδεικτικὴ τέτακται. ἐν αὐτῇ γὰρ τὸν κυρίως συλλογισμὸν μαθόντες, ὅτι ἐξ ἀναγκαίων καὶ ἀμέσων καὶ γνωριμωτέρων καὶ προτέρων τοῦ συμπεράσματος γίνεται, τὸν παρὰ ταῦτά τι συνάγοντα σκώλου παντὸς πόρρω καθισταμένου ῥᾳδίως ἐπιγνωσόμεθα· εἰ γὰρ τὸ πῶς γίνεται καταμάθωμεν καὶ τίνα τρόπον τὸ ἀληθές, τὸ παρὰ ταῦτα γινόμενον εὐχερῶς 8 διαφιλονικοῦντες a 12 λύσεων a2A: λόγων a1I 13 δεσμοῦ] ε ex corr. Ι 14 ἐπα- γἀγη Α: ἐπγάγειε a2S (ει(??) S): ἐπαγάγεσε (sic) I: ἐπήγαγε a1 15 ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ] Β1 p. 995a 29sq. 18. 19 χρονοτριβήσαντα A 19 ante ἀληθέσι add. τοῖς Α 19. 20 οὐκ ἀληθῶς A 23 αὐτοῖς A τε om. Α 24 ἐναχεθεῖσα a1 27 προσταχθῆναι a 28 σοφιστικὴ] ἡ ex ὃς corr. 1 31 πρότερον a 33 μαθόντες, sed ante συλλογισμὸν A: μανθάνοντες al ἐξ ἀναγκαίων aA: ἐξανάκης I 36 περὶ ut solet a παρ’ αὐτὰ Α καταμαθεῖν δυνησόμεθα. ἐπεὶ δὲ οὐχ οἷόν τε ἦν ἐκ ταύτης ἀμέσως προσβαλεῖν τῇ σοφιστικῇ, διδάσκει μεταξὺ περὶ τῆς πῇ μὲν ἀληθοῦς πῇ δὲ ψευδοῦς, ἥπερ ἐστὶν ἡ διαλεκτική. ἀλλὰ γὰρ τίς μὲν ὁ σκοπὸς τῆς παρούσης πραγματείας καὶ περὶ τῆς τάξεως αὐτῆς καὶ τῆς ἐπιγραφῆς ἀρκούντως εἰρήκαμεν· ἤδη δὲ καὶ τῶν τοῦ φιλοσόφου λόγων ἐπίσκεψιν ποιησώμεθα. p. 164 a 20 Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων. Πλάτων μὲν ἐν τῷ Εὐθυδήμῳ καὶ Ἀριστοτέλης ἐν προοιμίοις εὐθὺς τῆς διαλεκτικῆς πραγματείας τὸν αὐτὸν εἶναι λέγουσιν ἐριστικὸν καὶ σοφιστικὸν συλλογισμόν. τούτους δὲ τοὺς συλλογισμοὺς ποτὲ μὲν κατὰ τὴν ὕλην διημαρτῆσθαι λέγουσι τῆς συλλογιστικῆς συζυγίας οὐκ ἐκπίπτοντας, οὓς καὶ συλλογισμοὺς ὀνομάζουσι, ποτὲ δὲ τὸ συλλογιστικὸν εἶδος μὴ ἔχοντας ἀληθῆ φέρειν τὴν ὕλην, οὓς οὐδὲ συλλογισμοὺς ἀξιοῦσι καλεῖν ἀλλὰ φαινομένους συλλογισμούς. οἷον τί φημι; ὅταν τις συλλογίσηταί τι ἐν συλλογιστικῇ συζυγίᾳ διὰ προτάσεων παρὰ τὴν ὕλην ληφθεισῶν, ἐριστικὸν μὲν ποιεῖ συλλογισμόν, πλὴν καὶ σοφιστικόν, ὡς ὅτε λέγει ἶπάς ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει· ἔστι δὲ ὁ χιτὼν ἀνδρεῖος· ὁ χιτὼν ἄρα ἀνδρείαν ἔχει᾿· οὗτος γὰρ ὁ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικὸς οὐ παρ’ ἄλλο τι ἢ παρὰ τὸ ληφθῆναι ὡς ἔνδοξον τὸ πάντα τὸν ἀνδρεῖον ἀνδρείαν ἔχειν, ἐπειδὴ ἐν συλλογιστικῇ συζυγίᾳ ἐν πρώτῳ οὔσῃ σχήματι ἐκ δύο καταφατικῶν, τῆς μὲν ἐπὶ μέρους τῆς δὲ καθόλου τῆς μείζονος. ὅταν δὲ πάλιν συλλογίσηταί τίς τι ἐξ ἀληθῶν μὲν προτάσεων μὴ συλλογιστικῶς δὲ μηδὲ φυλάξας τὸ τοῦ σχήματος ἴδιον, συλλογισμὸν καὶ οὗτος ἐποίησε, πλὴν οὗτος φαινόμενος συλλογισμὸς λέγεται, οἷοί εἰσιν οἱ ἐν ἀσυλλογίστῳ συζυγίᾳ ἐρωτώμενοι λόγοι. οἷον εἰ συνάγει τις τὸ ὅτι πᾶς ἄνθρωπος ἵππος ἐστὶ διὰ τοῦ λαβεῖν πάντα ἄνθρωπον ζῷον εἶναι καὶ πάντα ἵππον ζῷον· ἀσυλλόγιστος γὰρ ἡ ταιαύτη πλοκὴ τοῦ συλλογισμοῦ καίτοι ἐξ ἀληθῶν οὖσα προτάσεων· αἴτιον δὲ τὸ εἶναι δύο καταφάσεις ἐν δευτέρῳ σχήματι. καὶ πολλὰ τούτων τὰ παραδείγματα ἐν ταῖς πονηθείσαις ἡμῖν εἰς τὴν Διαλεκτικὴν ἐξηγήσεσιν. ἄλλοι δέ τινες σοφιστικοῦ καὶ ἐριστικοῦ συλλογισμοῦ διαφορὰν ταύτην παραδεδώκασιν, ἐριστικὸν μὲν εἰπόντες εἶναι τὸν κατὰ τὸ συλλογιστικὸν εἶδος μὴ ὑγιῶς ἔχοντα, σοφιστικὸν δὲ τὸν τὴν ὕλην ἔχοντα διημαρτημένην ὑγιὲς δὲ τὸ συλλογιστικὸν εἶδος. ἀλλ’ ἐλέγχονται οὗτοι παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους ψευδόμενοι· προιὼν γὰρ ἐν οἷς 7 ἐν τῷ Εὐθυδήμῳ] cf. c. 1 p. 272 Β ταύτης τῆς σοφίας—τῆς ἐριστικῆς) 7. 8 ἐν προοιμ. εὐθὺς τῆς διαλ. πρ.] Top. I 1 p. 100b23 sq. 9. 10 διημαρτῆσθαι AI: ἐξημαρτῆσθαι a 11 φέρειν Α: δὲ I: δὲ φέροντας a2: om. a1 12 οὓς a2A: om. a1I συλλογισμοὺς aA: συλλογισμὸν I 13 τί φημι om. Α 14 ληφθεισῶν a2A: ληφθέντων a1I 15 ὡς ὁ λέγων Α πῶς I ὁ prius om. Α ἀνδρίαν itemque in sequentibus Α 15. 16 ὁ χιτὼν ἀνδρεῖος, omisso ἔστι δὲ, ante πᾶς collocat Α 17 post σοφιστικὸς add. καὶ Α τὸν om. Α 20 ὅταν δέ τις συλλογίσηταί τι Α 22 οἷόν a2 23 οἱ om. a1 24 τὸ Α 27. 28 καὶ—ἐξηγήσεσιν om. Α 29 διαφορὰν συλλογισμοῦ Α ταύτην Α: τούτων I: τοιαύτην a 32 προιὼν] c. 11 p. 171b6. 7 τὸν ἀποδεικτικὸν λόγον τοῦ διαλεκτικοῦ διίστησι καὶ τοῦτον τοῦ σοφιστικοῦ, φησὶν ὅτι ‟ὁ μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικὸς καὶ συλλογισμὸς ἐριστικός”. ἐπειδὴ τοίνυν ὁ ἐριστικὸς συλλογισμὸς ὁ αὐτός ἐστι τῷ σοφιστικῷ ἐλέγχῳ, εἰπὼν περὶ τῶν σοφιστικῶν ἐλέγχων ἐπήγαγε καὶ τῶν φαινομένων ἐλέγχων ὄντων δὲ παραλογισμῶν, ἐκ παραλλήλου τὸ αὐτὸ θείς· κοινὸν γὰρ πάντων τῶν σοφιστικῶν ἐλέγχων τὸ φαίνε|σθαι. καὶ τούτων τὴν διαί. f. 3v ρεσιν ποιεῖται εὐθὺς ἐν τοῖς ἑξῆς λέγων· οἱ μὲν γὰρ τούτων τῶν σοφιστικῶν ἐλέγχων εἰσὶ συλλογισμοί, οἱ αὐτοὶ ὄντες τοῖς ἐριστικοῖς συλλογισμοῖς τοῖς ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ συντιθεμένοις· οἱ δὲ δοκοῦσιν εἶναι, οἱ αὐτοὶ καὶ οὗτοι ὄντες τοῖς ἐριστικοῖς λόγοις τοῖς ἢ ἐξ ἐνδόξων ἢ φαινομένων ἐνδόξων φαινομένοις, οἳ καὶ ἐριστικοὶ μὲν λέγονται συλλογισμοί, συλλογισμοὶ δ’ οὔ. συλλογισμοὶ μὲν οὖν εἰσι σοφιστικοὶ οἱ τὸ σχῆμα μὲν ἔχοντες ὑγιὲς τὰς δὲ προτάσεις ἢ ἄμφω ἢ τὴν ἑτέραν ψευδεῖς· φαινόμενοι δὲ οἱ τὸ σχῆμα μὲν μὴ ὑγιὲς ἔχοντες τὰς δὲ προτάσεις ὁτὲ μὲν ἀληθεῖς ὁτὲ δὲ ψευδεῖς. ἁπλῶς δὲ πάντες οἱ φαινόμενοι ἔλεγχοι ἢ συλλελογισμένοι εἰσὶν ἢ ἀσυλλόγιστοι· κἄν γὰρ καὶ τὸ εἶδος ὑγιὲς ἔχῃ, φαινόμενός ἐστιν ἔλεγχος καὶ οὐ κυρίως ἔλεγχος. τοῦ δὲ ἐλέγχου μέρη εἰσὶ δεκατρία· ἓξ μὲν τὰ ‟παρὰ τὴν λέξιν”, ἑπτὰ δὲ τὰ παρὰ τὴν διάνοταν, οὓς ὁ ᾿Αριστοτέλης ‟ἔξω τῆς λέξεως” καλεῖ. καὶ ταῦτα τὰ δεκατρία δὶς παραδίδωσι, πρῶτον μὲν λέγων πῶς ἀπατῶσιν οἱ σοφισταί, ὕστερον δὲ λύων αὐτά. Σοφιστικοὶ οὖν ἔλεγχοι ἐπιγέγραπται ἡ παροῦσα πραγματεία καλῶς· καὶ διχῶς ἂν νοηθείη ἡ ἐπιγραφή, καὶ ὅτι ἐλέγχουσιν οἱ σοφισταὶ καὶ ὅτι ἐλέγχονται. ἢ τὸ φαινομένων ἐλέγχων ἐπήνεγκεν ὡς ἐξηγητικόν κόν<· ἐξηγητικὸν> γὰρ τὸ πρότερον τοῦ δευτέρου. καὶ εἴη ἄν ὁ νοῦς τοῦ λεγομένου τοιοῦτος, ὡς ἤδη λέγωμεν περὶ τῶν μὴ κυρίως ἐλέγχων ἀλλὰ τῶν φαινομένων ἐλέγχων, οἵτινές εἰσιν οἱ σοφιστικοὶ ἔλεγχοι. ἀλλ’ ἀναγκαῖόν ἐστιν εἰπεῖν τί τέ ἐστι σόφισμα καὶ τί ἀληθὴς ἔλεγχος καὶ τί φαινόμενος ἔλεγχος καὶ τί παρεξέλεγχος καὶ τί παραλογισμός. σόφισμα μὲν οὖν ἐστι, καθὼς καὶ αὐτὸς ἐν τοῖς τοπικοῖς φησι, ταὐτὸν τῷ ἐριστικῷ συλλογισμῷ. οἷον ἆρα ἐστι σιγῶντα λέγειν; οὔ φησιν ὁ ἀποκρινόμενος· τί δέ, ὅταν ξύλα καὶ λίθους λέγῃς, ἆρ’ οὐ σιγῶντα λέγεις; ἰδοὺ γοῦν ἐνταῦθα παρὰ τὴν ἀμφιβολίαν τὸ σόφισμα γέγονεν. ἔλεγχος δέ ἐστιν ἀληθὴς ‟ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ, ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ 2 οὑν om. A 5 post φαινομένων add. μὲν Arist. 10 τοῖς om. a1 συντιθεμένοις a2A: συντεθημένοις a1I 11 τοῖς alteruin om. a1 12. 13 φαίνοντι μὲν συλλογισμοί, εἰσὶ δ’ οὐ συλλογισμοί Α 15 ὑγιὲς μὴ Α 17 συλλογισμένοι a1 19 δεκατρία Α of. vs. 20: δέκα καὶ τρία al 20 καλεῖ] c. 4 p. 165b 24 ιγ a 21 πρῶτα Α 22 λύων aA: λέγων I 25 ἐξηγητικὸν adduli 28. 29 τέ ἐστι et sequentia tria καὶ om. A 29. 30 σόφισμά ἐστιν ὡς ἀριστοτέλης ἐν A 30 ἐν τοῖς τοπικοῖς] VIII 11 p. 162a 17 φησίν, ἢγουν ἐν τῶ ὀγδόω’ ταὐτόν τι τῶ Α 31 ξύλα—λίθους I: ξύλον—λίθον a 32 λέγῃς a: λέγεις I 33 ἀντίφασις κτλ.] c. 5 p. 167a23 —27 ἀντίφασιν I 35 ἐν ἀρκῇ Α Arist.: ἐξ ἀρχῆς aI, sed cf. ρ. 6,8. 11 ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”. εἰ γὰρ ἐρωτήσει τις ῾ ἆρά γε ὁ κύων ζῷόν ἐστιν;’ εἶτα καταφήσομεν καὶ ἐπαγάγοι ὁ ἐρωτῶν ὅτι ὁ τὰ καύματα ποιῶν οὐκ ἔστι ζῷον, οὐκ ἄν ἐλέγχοι διὰ τὸ μὴ πρὸς τὸ αὐτὸ πρᾶγμα ποιήσασθαι τὸν ἔλεγχον. ἐπειδὴ δὲ πολλάκις καὶ ἀπὸ συνωνύμων ἀπάτη γίνεται, οἷον ὡς ὅταν ἐρωτήσῃ τις ῾ ἆρά γε ζῷον περιπατεῖ;᾿, εἶτα καταφήσει ὁ ἀποκρινόμενος καὶ ὁ σοφιστὴς ἐπαγάγῃ ὅτι ἔστι τι καὶ ἠρεμοῦν, διὰ τοῦτο ἐπήγαγεν ὅτι ‟καὶ ὀνόματος μὴ συνωνύμου.” ἀλλὰ μηδὲ τὸ ἐν ἀρχῇ συναριθμεῖσθαι. τί δὲ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων. ὀφείλει δὲ ὁ ἔλεγχος καὶ ‟κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ” εἶναι. εἰ γὰρ μήτε ὁμώνυμον μήτε συνώνυμον εἴη τὸ ἠρωτημένον μήτε τὸ ἐν ἀρχῇ ληφθῇ, κατ’ ἄλλο δὲ καὶ ἄλλο μέρος λέγοιμέν τι τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, οὐκ ἂν ἐλέγχοιμεν. οἷον ἆρά γε ὁ Αἰθίοψ μέλας; ναί· ἀλλὰ μὴν τοὺς ὀδόντας οὐ μέλας, ὥστε ὁ αὐτὸς καὶ μέλας καὶ οὐ μέλας. ἀλλ’ οὐ κατὰ τὸ αὐτὸ ὁ ἔλεγχος γέγονε. καὶ εἰ μὴ πρὸς τὸ αὐτὸ εἴη, οὐδὲ οὕτως ἔσται κυρίως ἔλεγχος. οἷον εἴ τις εἴπῃ τὰ δέκα διπλασίονα εἶναι καὶ μή· οὐ γὰρ πρὸς τὸ αὐτὸ λέγονται ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο. ἔστω δὲ καὶ ‟ὡσαύτως” λεγόμενον, ὅπερ ἐστὶ δηλωτικὸν τοῦ δυνάμει ἢ ἐνεργείᾳ. οἷον ἆρά γε ὁ κοιμώμενος ὄψιν ἔχει; ναί, φησί· τί δέ, ὁ ὄψιν ἔχων οὐχ ὁρᾷ; ναί· ὁ κοιμώμενος ἄρα ὁρᾷ· οὐκ ἐλέγχει γὰρ οὗτος ὁ λόγος τὸν λέγοντα μὴ ὁρᾶν τὸν κοιμώμενον, διότι ὁ λέγων ῾ὁ ὄψιν ἔχων ὁρᾷ᾿ σημαίνει καὶ τὸν ἔχοντα καὶ μὴ ἐνεργοῦντα δυνάμενον δὲ ἐνεργεῖν καὶ τὸν ἤδη ἐνεργοῦντα. ‟καὶ ἐν τῷ αὐτῷ χρόνῳ”. οἷον ἆρά γε οἱ | ἄνθρωποι ἀγαθοί; ἀλλὰ μὴν ἐπὶ τοῦ σιδηροῦ f. 4r γένους οὐκ ἀγαθοί. ἀλλὰ τὸ τοιοῦτον οὐκ ἂν εἴη ἔλεγχος ἀληθὴς μὴ ἐπὶ τοῦ αὐτοῦ χρόνου συλλογισάμενος. ὅταν οὖν μὴ κατὰ τὸν διορισμὸν τούτου τοῦ ἐλέγχου, λέγω δὴ τοῦ ἀληθοῦς, ἐλέγχῃ τις τὸν προσδιαλεγόμενον ἀλλ’ ἢ καθ’ ὁμωνυμίαν ἢ κατά τινα τῶν σοφιστικῶν τρόπων, τηνικαῦτα ἐλέγχοι ἂν οὐκ ἀληθῶς ἀλλὰ σοφιστικῶς. καὶ τὸν τοιοῦτον ἔλεγχον οὐδ’ ἔλεγχον ὀνομάζει ὁ Ἀριστοτέλης ἀλλὰ φαινόμενον ἔλεγχον καὶ παρεξέλεγχον ὡς ἔξω ὄντα τοῦ κυρίως καὶ ἀληθοῦς ἐλέγχου, περὶ οὗ καὶ αὐτὸς ὁ ᾿Αριστοτέλης ἐρεῖ μετὰ μικρόν. παραλογισμὸς δέ ἐστιν ἡ γινομένη ἀπάτη ἢ διὰ 1 πρὸς αὐτὸ Α χρόνῳ aA: λόγω I 1. 2 ἂν γάρ τις ἐρωτήση ὅτι ὁ Α 2 ἐπαγάγοι I: ἐπαγάγῃ a 6 εἶτα πρὸς τὸν ἀποκριθέντα ἐπαγάγῃ ὁ ἐρωτῶν Α post καταφήσει expunxit μὲν Ι 7 ἠρεμοῦν a2A: ἠρεμεῖ I: ἡ ῥεμᾶ (sic) a1 8 an συναριθμείσθω? 8.9 τί—αἰτεῖσθαι al: ὅπερ Α 9 ἐν τοῖς δευτέροις τῶν προτέρων εἴρηκεν Α ἐν τῷ δευτέρῳ τῶν Προτέρων] c. 16 p. 64b 28sq. 10 κατὰ ταὐτὸ Α 12 λέγοιμεν δὲ τὸ αὐτὸ Α 15 τὸ Aa2: om. a1I ἔσται al: εἴη Α 16 ante ἔλεγχος add. ὁ Α εἴ τις εἴπῃ om. Α τὰ AI: om. a 18 ἐναργείᾳ a 19 φησί om. Α τὸ δὲ ὄψιν ἔχον ὁρᾶ a 22 post αὐτῷ add. δὲ Α 23 χρόνῳ aA: λόγω I cf. p. 14,18 24. 25 ἀλλὰ—συλλογισάμενος] τοῦτο δ’ οὐκ ἀληθές. διὰ τὸ μὴ ἐπὶ τοῦ αὐτοῦ χρόνου Α 26 τοῦ ἀληθοῦς ἐλέγχου ἐλέγχη Α 27 τρόπων a2AI: προτάσεων a1 28. 29 σοφιστικῶς, οὐκ ἀληθῶς. καὶ τὸν τοιοῦτον ὀνομάζει ἀριστοτέλης φαινόμενον Α 30 κυρίως καὶ om. Α ἀληθῶς V 30. 31 περὶ—μικρόν om. Α 31 ἐρεῖ] p. 165a2 δέ Al: om. a γινομένη Α: γενομένη al τὴν ὕλην ἢ διὰ τὸ εἶδος τοῦ συλλογισμοῦ. ὡς ἐπὶ τὸ πολὺ δὲ ἐσημειωσάμεθα τὸν Ἀριστοτέλην παραλογισμὸν ὀνομάζοντα τὸν μὴ ὑγιῶς ἔχοντα κατὰ τὸ σχῆμα συλλογισμόν. Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων. τινὲς τῶν ἐξηγησαμένων ἐνταῦθα ἐκ παραλλήλου, ὡς ἔφαμεν, τεθεῖσθαί φασι τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαίνομ’ ἔνων ὡς πάντων τῶν σοφιστικῶν οὐκ ὄντων κυρίως ἐλέγχων ἀλλὰ φαινομένων. εἴη δ’ ἄν τις καὶ διαφορὰ σοφιστικοῦ ἐλέγχου καὶ φαινομένου ἐλέγχου· σοφιστικὸν μὲν γὰρ ἔλεγχον ἐρεῖς τὸν τὴν ὕλην ἔχοντα ψευδῆ καὶ ἀπὸ φαινομένων ἐνδόξων ἐπιχειροῦντα τὸ δὲ σχῆμα ὑγιὲς ἔχοντα, φαινόμενον δὲ ἔλεγχον καὶ παραλογισμὸν τὸν κατὰ τὸ συλλογιστικὸν εἶδος ἐσφαλμένον τῆς ὕλης ὅπως δήποτε ἐχούσης, ἐπειδὴ προειρήκαμεν ὅτι ὁ παραλογισμὸς κυρίως τῷ Ἀριστοτέλει ἐπὶ τῶν μὴ καλῶς ἐχόντων κατὰ τὸ σχῆμα εἴληπται. p. 164a22 ᾿Αρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων. Πολλάκις εἰρήκαμεν ὡς ὁ ἁπλῶς συλλογισμὸς γένος ἐστὶ τοῦ ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ καὶ τοῦ σοφιστικοῦ συλλογισμοῦ. ἐπεὶ γοῦν τὰ γένη τῇ φύσει πρότερά εἰσι τῶν εἰδῶν, μέλλει δὲ καὶ ἐνταῦθα παραδοῦναι πρῶτον περὶ συλλογισμοῦ κεφαλαιωδῶς, τί τέ ἐστι καὶ πῶς οἱ μὲν μὴ ὄντες δοκοῦσιν, οἱ δὲ κατὰ ἀλήθειάν εἰσι, διὰ τοῦτό φησιν ὅτι χρὴ καὶ ἡμᾶς ἄρξασθαι ἀπὸ τῶν πρώτων κατὰ φύσιν οὕτως γὰρ ὀφείλεις ποιῆσαι τὴν σύνταξιν), τουτέστι τῶν τῇ φύσει πρώτων, ἅτινά εἰσι τὰ κοινά· κοινὰ δὲ ἐν τούτοις ὁ συλλογισμός, οὗ ἑξῆς τέσσαρά φησιν εἶναι τὰ γένη. ἢ τοίνυν κατὰ τοῦτο ῥητέον ‘τῶν τῇ φύσει πρώτων᾿, ἢ φύσει πρῶτα λέγοι ἄν τὰς οἰκείας τῇ προκειμένῃ πραγματείᾳ ἀρχὰς καὶ οἱονεὶ στοιχεῖα· ἄλλαι γὰρ ἄλλου ἀρχαὶ καὶ οὐχὶ αἱ αὐταὶ πᾶσιν· ὥσπερ γὰρ τῆς γεωμετρίας φύσει πρῶτα καὶ ἀρχαὶ σημεῖα καὶ γραμμαὶ καὶ κύκλοι καὶ ἀξιώματα, περὶ ὧν πρότερον εἰπόντες οἱ γεωμέτραι οὕτως εἰς τὴν τῶν κατὰ μέρος διδασκαλίαν ἔρχονται, οὕτω δὴ καὶ αὐτὸς ἐνταῦθα ποιήσει. πρῶτα δ’ ἄν εἴη τῆς σοφιστικῆς μεθόδου ἥ τε διαίρεσις ἣν λέγει καὶ τὸ δεῖξαι ὅτι ἔστιν εἶδός τι τοιούτου λόγου σοφιστικοῦ, καὶ τὸ τίνων ἐφίενται οἱ σοφισταί, καὶ τίς ἡ τούτων προαίρεσις, καὶ τίνα ἐστὶ δι’ ἃ μετίασι καὶ ζητοῦσι τοὺς τοιούτους λόγους, ὅτι τὸ δοκεῖν εἶναι σοφοὶ καὶ ὁ χρηματισμὸς καὶ ὁ 1 δέ I: om. a ἐσημειωσάμεθα] cf. p. 4,22 2 τὸν (sic) ἀριστοτέλους—ὀνομάζοντος a1 5 ἔφαμεν] p. 5,6 post ἔφαμεν expunxit φασὶ I 12 προειρήκαμεν a: προειρήκειμεν I 16 τοῦ I: om. a 17 πρότερον a1 18 συλλογισμοῦ a: συλλογισμῶν I 19 καὶ I: om. a 20 οὕτω δὲ Α ὀφείλεις a: ὀφείλει Ι: ὀφείλας A 21 ποιήσασθαι Α 22 ἑξῆς] c. 2 p. 165a38 φησι τέσσαρα Α 23 τοῦτο Ι: τούτων a πρώτων (post ἢ φύσει) a1 24 πραγματείας 1 27 τὴν om. a1 28 post καὶ add. ὁ I 28. 29 καὶ πρῶτον μὲν ἄν εἴη ἡ διαίρεσις ἣν λέγει ἐν ταύτη τῆ μεθόδω καὶ A 30 τι τοιοῦτον, sed ante εἶδος, A cf. p. 16,15 λόγου σοφιστικοῦ I: inv. ord. a: λόγου. ἤγουν σοφιστικόν A ἐφίενται a2A: ἐφίονται a1I πλοῦτος· ‟ἡ γὰρ σοφιστική ἐστι χρηματιστική τις ἀπὸ φαινομένης σοφίας, διὸ καὶ φαινομένων ἐφίενται ἀποδείξεων”· κἀν τούτῳ γὰρ τῆς διαλεκτικῆς ἡ σοφιστικὴ διαφέρει, ὡς ἐκείνη μὲν πρὸς δόξαν μόνον ἀφορᾷ, αὕτη δὲ <καὶ> πρὸς τὸ p. 164a23 Ὅτι μὲν οὖν οἱ μὲν εἰσὶ συλλογισμοί, οἱ δ’ οὐκ ὄντες δοκοῦσιν. Εἴπομεν ὥς τινες ἄλλο νενοήκασιν εἶναι τὸν σοφιστικὸν ἔλεγχον παρὰ τὸν φαινόμενον ἔλεγχον ὄντα δὲ παραλογισμόν. καὶ πρὸς ταύτην τὴν ἔννοιαν εἰρῆσθαι καὶ τὰ παρόντα φασίν, ὅτι οἱ μέν, οἱ σοφιστικοὶ ἔλεγχοι δηλαδή, εἰσί τε καὶ ὀνομάζονται συλλογισμοί, οἱ δέ, οἱ φαινόμενοι ἔλεγχοι καὶ παραλογισμοί, οὐκ ὄντες δοκοῦσιν εἶναι, ἀλλ’ οὐχ οὕτως ἔχουσι. καθολικῶς δέ φησιν ὅτι οἱ μὲν περί τινος διαλεγόμενοι καὶ συλλογίζονται ὑγιῶς, οἱ δὲ φαίνονται μὲν συλλογίζεσθαι, τὴν πλοκὴν δὲ τοῦ συλλογισμοῦ μὴ ὑγιῆ ἔχοντες οὐκ ἄν ῥηθεῖεν ἀπλῶς | συλλογισμοὶ ἀλλὰ φαινόμενοι. f. 4v προθέμενος δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων εἰπεῖν, οἳ καὶ ἦσαν φαινόμενοι ἔλεγχοι, πρῶτον διὰ βραχέων ὑπομιμνήσκει ἡμᾶς τῆς ἐν τῷ πρώτῳ τῶν τοπικῶν γενομένης παρ’ αὐτοῦ διαιρέσεως τοῦ ἐριστικοῦ συλλογισμοῦ. τῶν γὰρ σοφιστικῶν συλλογισμῶν, ταὐτὸν δὲ εἰπεῖν καὶ ἐριστικῶν, οἱ μέν εἰσι συλλογισμοὶ ‟ἐκ φαινομένων ἐνδόξων”, ὡς ἐκεῖ εἶπεν, οἱ δὲ φαινόμενοι συλλογισμοὶ οὐκ ὄντες δέ. καὶ πιστοῦται τοῦτο δι’ ὧν ἐπάγει· ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινα ὁμοιότητα, καὶ ἐπὶ τῶν λόγων, τουτέστι τῶν συλλογισμῶν, τοῦτο οὕτως ἔχον ἔστιν ἰδεῖν. πιστοῦται δὲ τὸ λεγόμενον οὐκ ἐκ λογικῶν μόνον ζῴων ἀλλὰ καὶ αὐτῶν τῶν ἀψύχων. εὐφυῆ δὲ καὶ τὰ παραδείγματα. ὥσπερ γάρ, φησίν, εἰσί τινες τῶν ἀνθρώπων καλῶς ἔχοντες καὶ εὐεκτοῦντες τοιοῦτοι δ’ οἱ ἀθλητικοὶ καὶ οἱ πένταθλοι), οἱ δὲ προσποιοῦνται τὸ εὐεκτεῖν καὶ διά τινων ἐπιτεχνήσεων περὶ τὸ σῶμα τοὺς εὐεκτοῦντας μιμοῦνται στολίζοντες ἑαυτοὺς παχυτάτοις ἐνδύμασι, καὶ ὅπερ αἱ φυλαὶ ἐν τῇ προσαγωγῇ τῶν ἱερείων ἐποίουν σπεύδουσα γὰρ ἑτέρα τὴν ἑτέραν ὑπερβαλεῖν ἐν ταῖς ἑορταῖς καὶ ταῖς πανηγύρεσι τῆς τῶν θυμάτων ἐν τοῖς βωμοῖς γινομένης προσαγωγῆς ἐνεφύσα τῷ λειπόκρεῳ, καὶ λιπῶδες ἐποίει φαίνεσθαι τὸ μὴ ὂν ἐκ τοῦ ἐμφυσήματος, ὥσπερ Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς καὶ 1 ἡ γὰρ κτλ.] c. 11 p. 171b28 2 κἀν Α: κἂν al γὰρ AI: om. a 4 καὶ addidi cf. p. 7, 32 7 εἴπομεν] p. 4,9sq. 8 πρὸς I: οὕτω πρὸς a2: om. a1 8, 9 ἔννοιαν I: διάνοιαν a 16. 17 ἐν τῷ πρώτῳ τῶν τοπικῶν] c. 1 p. 100b 24 19 post φαινομένων add. καὶ al: om. Α Arist. 21 καὶ prius a Arist.: om. I 24 εὐφυῆ I1: εὐθὺς a καὶ I: om. a 29 σπεύδουσαι a2 ἑκατέρα a ὑπερβάλλειν (sic) a τῇ ἑορτῇ a 30 τῆς a: τοῖς I γενομένης a 31 λιποκρέῳ a1 32 ἐμφυσήματος a2: ἐκφυσήματος a1I Ἀθήναιος] in nostro Athenaeo hic locus non reperitur τοῖς δειπνοσοφισταῖς Α (in quo locus sic legitur: περὶ τῶν φυλῶν καὶ τῶν θυσιῶν καὶ τοῦ φυσήματος λέγουσιν ὅ τε Ἀθήναιος κτλ.) Κ: τῷ δειπνοσοφιστῇ al Πρόκλος ἐν τῇ τῶν ἑορτῶν ἀπαριθμήσει εἰρήκασι), τοῦτο δὴ καὶ οἱ καχεκτοῦντες ποιοῦντες, ναὶ μὴν καὶ οἱ δυσειδεῖς καὶ τὴν ὄψιν αἰσχίονες καὶ τὸ ἀληθινὸν μὴ ἔχοντες κάλλος ἐπιτρίμμασιν ἑαυτοὺς καταχρωννύοντες σπεύδουσι τοὺς ὁρῶντας ἐξαπατᾶν καὶ φαίνεσθαι ὅπερ οὐκ εἰσί. φυλετικῶς οὖν πεφυσῆσθαι πάντες οἱ τοιοῦτοι καθόλου λέγονται οἱ μὴ δι’ ἀσκήσεως μηδὲ πρὸς ἀλήθειαν τὰ σώματα μεγάλοι καὶ τὸ εἶδος περικαλλεῖς, ἀλλὰ διά τινων ἐπιτεχνήσεων ἐπισκευάζοντες ἑαυτοὺς καὶ κομμώσαντες οἱ μὲν καχεκτοῦντες τοὺς εὐεκτοῦντας φαίνονται μιμούμενοι, οἱ δὲ δυσειδεῖς φαίνονται μὲν καλοί, οὐκ εἰσὶ δέ. ὁμοίως δὲ καὶ ἑ ’πὶ τῶν ἀψύχων τὰ μὲν κυρίως ἐστὶν ἄργυρος ἀληθῶς καὶ χρυσός, τὰ δὲ φαινομένως κατὰ τὴν ἐσφαλμένην τῆς αἰσθήσεως κρίσιν τῷ ἀπατᾶσθαι ἀπὸ μικρᾶς ὁμοιότητος, τῆς τῶν χρωμάτων λέγω, δι’ ἣν ἀπατᾶται ἡ αἴσθησις, ὡς ἐπὶ τοῦ μέλιτος· τοῦτο γὰρ ξανθὸν εἶναι γνωρίσασα καὶ τῇ γεύσει γλυκὺ κρίνασα, εἴπερ καὶ ἄλλο τι θεάσηται τοιοῦτον ἔχον χρῶμα, εὐθὺς κἀκεῖνο μέλι ὑπολαμβάνει διὰ τὸ συνδραμεῖν ποτε ἐπὶ τοῦ αὐτοῦ ἄμφω, καθὼς ἐν τῷ Περὶ ψυχῆς οὗτός φησιν. ὃν οὖν τρόπον ἀπάτη πολλάκις γίνεται ἐπί τε τῶν σωματικῶν διαθέσεων καὶ ἐπὶ τῶν ἀψύχων, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἐλέγχων καὶ συλλογισμῶν, <ὦν> ὁ μέν τίς ἐστι συλλογισμὸς ἀληθὴς καὶ ἔλεγχος, ὁ οὐκ ἔστι, φαίνεται δὲ εἶναι συλλογισμός, ὅταν οἱ ἀκροώμενοι τῆς συλλογιστικῆς μεθόδου τυγχάνωσιν ἄπειροι καὶ μηδὲ τὰ τῶν ἀληθῶς συλλογισμῶν καὶ ἐλέγχων εἰδῶσιν ἰδιώματα. τοῦτο γάρ, φησί, φαίνεται διὰ τὴν ἀπειρίαν, τῶν ἀκουόντων δηλονότι· ὃ καὶ ἐν τῇ ᾿Αποδεικτικῇ αἰνιττόμενος ἔλεγεν, ὅτι περὶ γεωμετρικῶν ἐν ἀγεωμετρήτοις διαλεγόμενός τις ἀκροαταῖς ‟λήσει φαύλως διαλεγόμενος”. εἶτα κατασκευάζει καὶ δι’ ἣν αἰτίαν τὰ μὴ ὄντα ὡς ὄντα νομίζουσιν οἱ ἄπειροι· οἱ γὰρ ἄπειροι, φησίν, ὥσπερ ἄν ἀπέχοντες πόρρω θεωροῦσιν. ὃ διττὴν ἔχει τὴν ἐξήγησιν. ἢ γὰρ τοῦτό φησιν, ὅτι οἱ ἄπειροι, περὶ ὧν ἀπείρως ἔχουσιν, οὕτω πεφύκασι ταῦτα νοεῖν καὶ διακρίνειν ὥσπερ ἂν τῆς τούτων φύσεως πόρρω διακείμενοι καὶ μὴ εἰδότες ὅλως τί ἐστι τὸ περὶ οὗ ἡ διάλεξις γίνεται· ἀπέχουσι γὰρ ὄντως καὶ πόρρω εἰσὶ τῆς περὶ αὐτοῦ γνώσεως. ἢ γοῦν οὕτω νοητέον, ἢ μάλιστα ὅτι ὥσπερ οἱ ἀπὸ πολλοῦ διαστήματος ὁρῶντές τινα πολλάκις ἀπατῶνται ἔκ τινος βραχείας ὁμοιότητος καὶ διὰ τὴν τοῦ διαστήματος ἀσυμμετρίαν καὶ τῆς ὄψεως τὴν ἀσθένειαν κατά τε διάκλασιν αὐτῆς καὶ ἀνάκλασιν τὸν μὴ Σωκρά|την Σωκράτην οἴονται καὶ τὰ χολοβάφινα f. 5r διὰ τὸ ὁμοιόχρωμον χρυσᾶ καὶ τὰ λιθαργύρινα καὶ τὰ κατπρόκλος 1 aA: πάτροκλος Ι 2 αἰσχίοντες a1 post tertium καὶ expunxit τὴν ὄψιν I 3 post ἀληθινὸν expunxit κάλλος 1 καταχρωννύοντες a: καταχωννύοντες I 3. 4 post σπεύδουσι add. γὰρ a 5 καθόλου ante πάντες collocat Α λέγονται Α: λέγοντες al 7 καὶ κομμώσαντες om. Α 11 μικρᾶς Α cf. p. 12, 22: μικρῆς a: τῆς I 15 ἐν τῷ Π. ψ.] cf. ΙΙ 6 p. 418a16 18 ὧν addidi 20 τυγχάνουσιν a ἀληθῶν Α 22 ἐν τῆ ᾿Αποδεικτικῇ] I 12 p. 77b 13 26 πόρρωθεν Arist. 28 ὡς a1 τούτων al: τῶν τοιούτων Α 30 αὐτοῦ Α: αὐτῶν a: compend. I 33 τε I: τὴν a 34 αὐτῆς v: αὐτοῦ I: αὐτῶν a τὰ AI: om. a 35 τὸ AI: τὴν a χρυσᾶ ante διὰ collocat Α τὰ alteram om. Α τιτέρινα ἀργυρᾶ, οῦτως καὶ οἱ ἀνεπιστῄμονες τῆς συλλογιστικῆς μεθόδου ἐλέγχους μὲν ἡγοῦνται καὶ συλλογισμοὺς ἀπό τινων μικρῶν ὁμοιοτήτων τοὺς οὐχ οὕτως ἔχοντας δι’ ἀπειρίαν τὴν δόξαν ταύτην λαμβάνοντες. p. 165a 1 ῾Ο μὲν γὰρ συλλογισμὸς ἐκ τινῶν ἐστι τεθέντων. Τί ἐστι συλλογισμὸς καὶ ἔλεγχος, εἴρηται ἔν τε τοῖς προτέροις ᾿Αναλυτικοῖς καὶ ἐν τοῖς δευτέροις, ἐν μὲν τοῖς προτέροις ὅτι ‟συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμ- βαίνει τῷ ταῦτα εἶναι” καὶ τὰ ἑξῆς (καὶ τίνος χάριν προσετέθη τῶν διαφορῶν, ἀρκούντως ἐν τοῖς ᾿ Αναλυτικοῖς διελάβομεν), ἐν δὲ τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν ὅτι ἔλεγχός ἐστι συλλογισμὸς μετὰ ἀντιφάσεως τοῦ συμπεράσματος· οὐ γὰρ ἄνευ συλλογισμοῦ ὁ ἔλεγχος. ἀλλ’ οὐ διὰ τοῦτο ὁ αὐτὸς τῷ συλλογισμῷ· ἐπὶ πλέον γὰρ ὁ συλλογισμὸς τοῦ ἐλέγχου· εἰ μὲν γὰρ ἔλεγχος, πάντως καὶ συλλογισμός, οὐ μήν, εἰ συλλογισμός, καὶ ἔλεγχος. καὶ ὅτι συλλογισμὸς μὲν γίνεται καὶ ἄνευ ἀντιφάσεως ἐκ δύο καταφατικῶν προτάσεων, ἔλεγχος δ᾿ οὐ γίνεται ἐκ δύο καταφατικῶν προτάσεων· δεῖ γὰρ ἐν ἐλέγχῳ τὴν μὲν τῶν προτάσεων εἶναι κατηγορικὴν τὴν δὲ στερητικήν· ὁ γὰρ ἔλεγχος προσλαβὼν τὸ ἀντικείμενον τῷ ἐξ ἀρχῆς συμπεράσματι συλλογισμὸς μετὰ ἀντιφάσεως λέγεται τοῦ συμπεράσματος, τουτέστι συλλογισμὸς προσειληφὼς τὸ συμπέρασμα ἔχον ἀντίφασιν εἴς τινα κειμένην ἀληθῆ πρότασιν, ἢ διὰ συλλογισμοῦ ληφθεῖσαν ἢ ἐξ ὁμολογίας τινὸς ἀληθῆ καὶ αὐτόπιστον. οἷον εἴ τις λέγει τὸν ἄνθρωπον ζῷον εἶναι καὶ τοῦτο ἀποδεικνύει διὰ συλλογισμοῦ, ὅτι ὁ ἄνθρωπος λογικός, τὸ λογικὸν ζῷον, καὶ τὸ συμπέρασμα δῆλον, ἀληθὲς μὲν ὁ τοιοῦτος συνελογίσατο· εἰ δέ τις ἐνίσταται πρὸς τὸ συμπέρασμα, ἐλέγξομεν τοῦτον λαβόντες τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ἀληθεῖ συμπεράσματι ἢ τὸ ἐναντίον, ὅπερ αὐτὸς ὑποτίθησι, καὶ τὴν ἑτέραν ὁμολογουμένην πρότασιν καὶ δείξομεν αὐτὸν τοῖς προδήλοις μαχόμενον. ἔστω γὰρ τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· τὸ ζῷον παντὶ λογικῷ· τὸ λογικὸν οὐδενὶ ἀνθρώπῳ· ἦν δὲ καὶ παντί. ἰδοὺ γοῦν λαβόντες τὸ ἐναντίον τῷ ἀληθεῖ συμπεράσματι ἄτοπόν τι συνηγάγομεν τὴν ὁμολογουμένην πρότασιν ἀνατρέψαντες. ἔστι δὲ ταὐτὸ τοῦτο ποιῆσαι, κἀν εἰ τὸ ἀντιφατικῶς ἀντικείμενον λάβοιμεν. συλλογιστέον οὖν ἐν δευτέρῳ σχήματι διὰ μέσου τοὺ αἱρετοῦ μὴ εἶναι τὸ κακὸν ἀγαθόν.] καὶ ἔστω τόδε κείμενον τὸ μηδὲν εἶναι κακὸν 3 λαμβάνοντες AI: λαβόντες a 4 post τεθέντων add. ἤτοι ὁμολογουμένων καὶ οὐχ ὑποθετικῶς λαμβανομένων a 5. 6 ἔν τε τοῖς προτέροις ᾿ Αναλυτικοῖς καὶ ἐν τοῖς δευτέροις] i. e. ἔν τε τῷ πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν (c. 1 p. 24b 18) καὶ ἐν τῷ δευτέρῳ (c. 20 p. 66b 11) 6 τοῖς alteram a: om. I 14 καὶ tertium AI: om. a 15 δ’ AI: om. a 17 ἀντικείμενον scripsi: ἀντικεῖσθαι aAI 20 ἔχων Α ἀληθῶν Α 22 ἀποδεικνύοι Α 23 λογικόν (post ἄνθρ.) Α 24 ἐνίσταιτο Α 25 τοῦτο Α 27 τοῖς προδήλοις Α: προδήλως al 29 γοῦν ΑΙ: οὑν a 32. 33 συλλογιστέον—ἀγαθόν seclusi 32 αἱρετοῦ AI: αἱρετὸν a 33 τόδε κείμενον a2AI: τὸ δεικνύμενον a1 μηδὲν Α: μηδὲ al post εἶναι alterum add. τὸ a: sequens κα- in ras. 4 litt. Α1 ἄγαθόν, ἢ ἁπλῶς τεθὲν ὡς ἐναργὲς ἢ καὶ διὰ συλλογισμοῦ δειχθέν· ὡς ὅταν λάβῃ τις μηδὲν εἶναι κακὸν αἱρετόν, πᾶν ἀγαθὸν αἱρετόν, ἔχοι ἂν διὰ τούτου δεδειγμένον ἐν δευτέρῳ σχἤματι τὸ μηδὲν εἶναι κακὸν ἀγαθόν. εἰ οὖν τις ἐνίσταται πρὸς τὸ συμπέρασμα λέγων εἶναι τοῦτο ψεῦδος, δώσει ἄν τὴν ἀντίφασιν τοῦ συμπεράσματος, τὴν ὅτι ἔστι τι ἀγαθὸν κακόν, καὶ ἐλεγχθείη ἄν ἐν τρίτῳ σχήματι συλλογισαμένων ἡμῶν οὕτω· τὸ κακὸν τινὶ ἀγαθῷ κατὰ τὴν ὑπόθεσιν, τὸ αἱρετὸν παντὶ ἀγαθῷ, καὶ τὸ αἱρετὸν τινὶ κακῷ· ἦν δὲ καὶ οὐδενί. τοῦτο μὲν οὖν ἔλεγχός ἐστιν ὁ τὸ ἐναντίον ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ συμπεράσματι λαμβάνων καὶ πρότασίν τινα ἀληθῆ κἀκ τούτου ἀποδεικνύων ἄτοπόν τι συναγόμενον. τοιοῦτος μὲν ὅ τε συλλογισμὸς καὶ ὁ ἔλεγχος, καὶ ὁ συλλογιζόμενος καὶ ἐλέγχων κατὰ τού- τους συλλογίζεται καὶ ἐλέγχει. ἀλλ’ οἱ σοφισταὶ ἐλέγχουσι μὲν οὐδαμῶς, δοκοῦσι δὲ ἐλέγχειν διὰ πολλὰς αἰτίας, αἰτίας λέγων τοὺς δεκατρεῖς τρόπους δι’ ὧν ἀπατῶσι τοὺς προσδιαλεγομένους. ὧν ἕνα τόπον εἷναί φησιν ἐπίκαιρόν τε καὶ κοινὸν τοῖς πολλοῖς καὶ διὰ τοῦτο δημοσιώτατον, τουτέστι κοινότατον, εὐφυέστατον δὲ ὡς ῥᾴδιον, τὸν δἰὰ τῶν ὀνομάτων, ὃς εἴη ἂν ἢ ὁ καθ’ ὁμωνυμίαν λεγόμενος ἢ ὁ κατὰ ἀμφιβολίαν ἢ τάχα καὶ ἀμφότεροι. καὶ προστέθη|σιν ἐξ οἵας οὗτος τῆς αἰτίας γίνεται. εἰ μὲν f. 5v ἦν, φησί, δυνατὸν διαλεγομένους ἡμᾶς αὐτὰ τὰ πράγματα φέρειν εἰς μέσον καὶ ὑπ’ ὄψιν τιθέναι, οἷον περὶ κυνὸς τοῦ καύματα ποιοῦντος διαλεγομένους αὐτὸν ἐκεῖνον παριστᾶν καὶ περὶ τούτου τοὺς λόγους ποιεῖσθαι, οὐκ ἄν ποτε ἠπατήθημεν περὶ τῶν ὑποπιπτόντων αἰσθήσει καὶ προδήλων διαλεγόμενοι. ἐπεὶ δὲ τοῦτο ἀδύνατόν ἐστι καὶ οὐ τοῖς πράγμασι χρώμεθα ἐν ταῖς διαλέξεσιν, ἀλλ’ ἀντὶ τῶν πραγμάτων τοῖς τούτων συμβόλοις σύμβολα δὲ τῶν πραγμάτων εἰσὶ τὰ ὀνόματα· τὰ γὰρ ἐν τῇ φωνῇ ὀνόματα καὶ ῥήματα, ἃ καθ’ αὑτὰ λεγόμενα καὶ αὐτὰ ὀνόματά ἐστι, διὰ μέσων τῶν νοημάτων ἐξαγγελτικά εἰσι τῶν πραγμάτων), τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων μεταφέρομεν ἐπὶ τὰ σημαινόμενα ὑπ’ αὐτῶν· ὧν γὰρ ἓν ὄνομα καὶ ταὐτὸν συμβέβηκεν εἶναι, τούτων καὶ τὴν οὐσίαν καὶ τὴν φύσιν τὴν αὐτὴν εἶναι νομίζομεν διὰ τὴν τοῦ ὀνόμοτος ταὐτότητα. διὸ καὶ οὕτως ἐρωτῶσιν· οὐχὶ ὁ λίθος ἄρρην ἐστίν; οὐχὶ ὁ Καλλίας ἄρρην ἐστίν; ὁ λίθος ἄρα Καλλίας. καὶ πάλιν· οὐχὶ ὁ Πλάτων’ ἄρρην ἐστίν; οὐχὶ ὁ ποταμὸς ἄρρην ἐστίν; ὁ Πλάτων ἄρα ποταμός ἐστι. κἀντεῦθεν ἡ ἀπάτη γίνεται ὁμωνύμων ὄντων τῶν ὀνομάτων ἢ ἀμφιβόλων· νομίζομεν γάρ, ὅπερ συμκαὶ 1 καὶ om. Α 2 λάβη AI: λάβοι a 3 τοῦτο a 8 καὶ ΑΙ: om. a 10 post μὲν add. ἐστι Α 11 συλλογισάμενος Α, sed σαμε in ras. Α1 11. 12 τού- τους ΑΙ: τοῦτο a 1(5 post κοινότατον add. κατακόρως γὰρ τούτῳ καὶ ὡς ἐπὶ τὸ πολὺ χρῶνται οἱ σοφισταί a 16 17 ἄν εἴη ὁ διὰ τῶν ὀνομάτων. ἤτοι ὁ καθ’ A IT λεγόμενος om. Α ὁ alt. AI: om. a 18 ἀμφότεροι Α: ἀμφοτέρως a: compend. I 18. 19 καὶ φησὶν εἰ ἣν A 20 post οἷον eras. 2 litt. Α 26 ἑαυτὰ a 30 ταὐτὴν Α διὸ — ἐρωτῶσιν (31)] ὥσπερ ἐπὶ τούτων τῶν ἐρωτήσεων Α 31 ἐρωτῶσιν KQR; ἐρωτῶν a: ἐρωτᾶ I ἐστίν prius om. Α 33 ἐστίν om. Α ἐντεῦθεν γὰρ ἡ A γίνεται om. Α 34 ἢ al: καὶ Α βαίνει τοῖς ὀνόμασι, τοῦτο ἀκολουθεῖν καὶ τοῖς πράγμασι. διὰ τί δὲ οὕτως ἀπατᾶν πειρᾶται ὁ σοφιστής, λέγει, ὅτι διὰ τὸ ἀπορεῖν τὴν φύσιν ἡμῶν ὀνομάτων τῶν ἁρμοζόντων ἑνὶ ἑκάστῳ τῶν πραγμάτων γίνεται αὕτη ἡ ἀπάτη καὶ ὁ παραλογισμός· εἰ γὰρ εὐπορία ἦν πολλῶν ὀνομάτων, οὐκ ἂν αὕτη ἡ ἀπάτη ἐπιπολάζειν ἠδύνατο. νῦν δὲ ἀποροῦσα ἡ φύσις ἡμῶν πολλοῖς οὖσι καὶ διαφόροις τοῖς πράγμασι καὶ ἀπείροις, οὐχὶ τῇ φύσει ἀλλ’ ἡμῖν, ἐπιθεῖναι ἑνὶ ἑκάστῳ οἰκεῖον ὄνομα, πολλά τινα καὶ διάφορα συναγαγοῦσα πράγματα τέθεικεν ἓν καὶ τὸ αὐτὸ ὄνομα· ἅπερ πράγματα εἰ εἶχον τὸν οἰκεῖον ἓν ἕκαστον ὀνομασμόν, οὐκ ἄν ἠπατώμεθα, ἀλλ’ ὅταν διαλεγώμεθα, ὑπεφέρομεν ἂν τῇ αἰθήσει τὰ πράγματα, καὶ οὕτως ἀπρόσκοπος ἂν ἐγίνετο ἡ διάλεξις. νῦν δὲ ἐπειδὴ ἡ φύσις διὰ τὴν ἀπορίαν οὐ προσήρμοσεν ἑνὶ ἑκάστῳ τὸ κατάλληλον ὄνομα, ἀλλὰ πολλοῖς πράγμασιν τὸ αὐτὸ καὶ ἓν ὄνομα ἀγαγοῦσα ἐπέθηκε, διὰ τοῦτο καὶ ἡ ἀπάτη χώραν ἔσχε· διὸ τὰ ἐπὶ τοῦ ὀνόματος ὁμολογηθέντα τὰ αὐτὰ καὶ ἐπὶ τοῦ ὑπὸ τοῦ ὀνόματος σημαινομένου συμβαίνειν ἡγούμεθα, ὡς κἀκείνων μιᾶς φύσεως ὄντων διὰ τὴν τοῦ ὀνόματος ταὐτότητα, καὶ τῷ τὸ ὄνομα εἶναι ἓν οἰόμεθα καὶ τὰ ὑπ’ αὐτοῦ δηλούμενα πράγματα διάφορα καὶ ἀνομοούσια ὄντα ἓν εἶναι κατὰ φύσιν, ὅπερ ἀδύνατον. οὐ γάρ, εἰ τὸ βασιλίσκος ὄνομά ἐστιν ἕν τι, ἤδη καὶ τὸ σημαινόμενον παρ’ αὐτοῦ πρᾶγμα ἔσται ἕν· ἄλλος γὰρ ὁ τοῖς πολλοῖς ἐγνωσμένος βασιλίσκος καὶ ἄλλος ὁ τοῖς ἐπιστήμοσιν, ὁ ἐπὶ τῆς καρδίας δηλονότι ὢν τοῦ ἀστρῴου λέοντος. οὐκοῦν τὸ ἀπατᾶν καὶ ἀπατᾶσθαι ἀπὸ μικρᾶς τινος κοινωνίας καὶ ὁμοιότητος σοφιστικόν. καὶ ὅτι τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων τοῦτο ἡγεῖσθαι συμβαίνει, φησί, τοῖς σοφισταῖς. παραδείγματι χρῆται τῷ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις· ἃ γὰρ ἐπὶ τῶν δακτύλων ἐν ταῖς ψήφοις συλλογιζόμενοι εὑρίσκουσι, ταῦτα καὶ ἐπ’ αὐτῶν τῶν πραγμάτων μεταφέρουσι, καὶ τοσαῦτά φασιν ἔχειν καὶ ταῦτα εἶναι τὰ δακτυλομετρούυενα. τὸ δ’ οὐκ ἔστιν ὅμοιον, ἀλλὰ ἐπὶ μὲν τοῦ ἀριθμοῦ τὰ συμβαίνοντα ἐπ’ αὐτοῦ μεταφέρειν ἐπὶ τὰ ἀριθμούμενα ἀληθές· εἰ γὰρ ὁ ἑπτὰ ἀριθμὸς εἰς περιττὸν καὶ ἄρτιον διαιρεῖται, ἀνάγκη καὶ τοὺς ἑπτὰ ἄνδρας, οἵτινές εἰσι τὰ ἀριθμούμενα, εἰς περιττὸν καὶ ἄρτιον διαιρεῖσθαι ἐπὶ δὲ τῶν ὀνομάτων οὐκ ἀληθές· οὐ γάρ, εἰ ὁ Δίων δισύλλαβον, τὸ δισύλλαβον τετρασύλλαβον, ἀνάγκη τὸν Δίωνα, ὅς ἐστι τὸ πρᾶγμα, τετρασύλλαβον εἶναι. Ταῦτα εἰπὼν καὶ δείξας πῶς ἀπατώμεθα, δηλονότι δι’ ἀπειρίαν καὶ ἄγνοιαν καὶ μᾶλλον διὰ τὴν ὁμωνυμίαν μεταφερόντων τῶν σοφιστικῶν τὴν ἐπὶ τῶν ὀνομάτων ἀπάτην εἰς τὰ πράγματα, ὥσπερ οἱ λογαριασταὶ μετασυναγοῦσα 8 (sic) a 10 διαλεγόμεθα a1 ὑπεφέρομεν scripsi: ὑπεφέρωμεν (sic) I: ἐπεφέρομεν a 15 μιᾶν a1 17 καὶ οἰόμεθα τὰ πολλὰ καὶ διάφορα ἀνομοούσια Α (antecedentia inde ab 1 διὰ τί om.) 18 post φύσιν add. διὰ τὴν τοῦ ὀνόμτος ταυτότητα τοῦ κειμένου ἑνὸς ὄντος, πολλοῖς Α 19 ἕν τί ἐστιν coll. Α ἔσται ἕν I: ἐστὶν ἕν a: ἕν τί ἐστιν Α 20 βασιλίσκος om. Α post ὁ alt. add. ἐπὶ al: om. Α 20. 21 σο- φοῖς Α 25 τῷ a2I τῶν a1 26 τοῖς libri, sed cf. p. 13,21.25 29 αὐτοῦ KQR: αὐτοῖς a: compend. I 30 ὁ a2I: τὸ a1 εἰς σ in fine versus I 36 λογαρισταὶ a φέρουσι τοὺς | ἀριθμοὺς ἐπὶ τὰ ἀριθμητά, δείκνυσι τοῦτο διάφορον εἶναι f. 6r καὶ οὐχ ὅμοιον διὰ τοῦ εἰπεῖν τοῦτο δὲ οὐκ ἔστιν ὅμοιον. ἐπὶ μὲν γὰρ τῶν ἀριθμῶν καὶ τῶν ἀριθμητῶν καὶ ἄμφω ἄπειρά εἰσι καὶ ἀπερίληπτα, καὶ εὔδηλον ὅτι ὡς ἄν ἔχοι τὸ ἕτερον, οὕτως ἕξει καὶ θάτερον· ἐπὶ δὲ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων οὐχ οὕτως ἔχει. τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος· ἐπεὶ γὰρ οἱ λόγοι ἐξ ὀνομάτων σύγκεινται λεγέσθω γὰρ νῦν καὶ τὰ ῥήματα ὀνόματα), τὰ δὲ ὀνόματα ἐκ συλλαβῶν, αἱ δὲ συλλαβαὶ ἐκ στοιχείων, τὰ δὲ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς πεπερασμένα εἰκοσιτέσσαρα γάρ), τὸ ἐκ πεπερασμένων ἄρα, ὡς ἐν τῷ ἕκτω τῆς Φυσικῆς ἀκροάσεως δέδεικται, ἀνάγκη συμπεπεράνθαι. ἀλλ’ οὕτω μὲν πεπερασμένα εἰσὶ τὰ ὀνόματα. πῶς δὲ ὁ ἁριθμὸς καὶ τὰ πράγματα ἄπειρά εἰσι, καὶ ὅπως οὐχ ὅμοιόν ἐστι τὸ συμβαῖνον ἐπί τε τῶν πραγμάτων καὶ ἐπὶ τῶν ἀριθμῶν, τὴν αἰτίαν τούτου ἐπάγει δυνάμει λέγων· ἐπεὶ καὶ ὁ ἀριθμὸς ἐπ’ ἄπειρον αὔξειν δύναται καὶ τὰ ἀριθμητά, οὐκ ἐνδέχεται τὰ διάφορα ἀριθμητὰ καθὸ ἀριθμητὰ τῷ αὐτῷ καὶ ἑνὶ ἀριθμῷ δηλοῦσθαι, οἷον τὰ ἑπτὰ καὶ ἓξ διὰ τοῦ πέντε ἀριθμοῦ· τὰ δὲ πράγματα ἐπείπερ ἄπειρά εἰσι τὸν ἀριθμόν, τὰ δὲ ὀνόματα πεπέρανται, ἀναγκαῖον πλείω τὸν αὐτὸν λόγον καὶ τοὔνομα τὸ ἓν σημαίνειν. τούτου δὲ ὄντος, εἰ μὲν ἐπ’ ἄλλου δοίη ὁ ἀποκρινόμενος, ἐπ’ ἄλλου δὲ μεταγάγοι ὁ ἐρωτῶν, δόξειεν ἂν ὁ ἔλεγχος γίνεσθαι. χρᾶται δὲ τοῖς ἀριθμοῖς καὶ ταῖς ψήφοις πρὸς τὸ δεῖξαι τοὺς σοφιστὰς τῷ τὰ ὀνόματα μεταφέρειν ἐπ’ αὐτὰ τὰ πράγματα παραλογιζομένους τοὺς ἀνεπιστήμονας. ὡς γὰρ ἐπὶ τῶν ψήφων οἱ μὴ δεινοὶ ἀλλ’ ἐπιπόλαιοι καὶ ἰδιῶται τῷ τοὺς ἀριθμοὺς φέρειν ἐπὶ τὰ ἀριθμούμενα παρ’ ἑαυτῶν καὶ παρὰ τῶν περὶ τὰς ψήφους καὶ τοὺς ἀριθμοὺς ἐπιστημόνων ἀπατῶνται καὶ διὰ τοῦτο καὶ ὑπὸ τούτων παρακρούονται, τὸν αὐτὸν δή φησι τρόπον ἔχειν καὶ ἐπὶ τῶν λόγων τῶν ἐξ ὀνομάτων· οἱ γὰρ ἀξύνετοι καὶ ἀνεπιστήμονες τῆς τῶν ὀνομάτων δυνάμεως κακῶς διαλεγόμενοι παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. ὅτι ἐλάττω τὰ ὀνόματα τῶν πραγμάτων, καὶ ἐκ τῆς ἐνεργείας ἔνεστι πιστοῦσθαι· πολλὰ γὰρ οὐκ ὠνόμασται· καὶ τὰ μὲν πράγματα ἄλλοτε ἄλλα, τὰ δὲ ὀνόματα τὰ αὐτά. οὐχ ὅτι δὲ διὰ τοῦτο μόνον αἱ ὁμωνυμίαι λέγει, ἀλλ’ ὅτι διὰ τοῦτο ἐξ ἀνάγκης, εἰ καὶ δι’ ἄλλας αἰτίας τινὰς αἱ ὁμωνυμίαι. ἢ ἡ μὲν ὁμωνυμία ἐξ ἀνάγκης διὰ τοῦτο· πάντως γὰρ ὁ τιθέμενός τινι ὄνομά τι χρήσεται φωνῇ κατ’ ἄλλου τινὸς εἰρημένῃ. ἡ μέντοι πρὸς τόνδε 2 μὲν om. Α 4 ἀπερίληπτα aA: ἀπαράληπτα I ἔχει a 5 ἔχει om. Α 5. 6 τὰ μὲν, ἤγουν οἱ λόγοι, πεπέρανται. ἐπεὶ Α 7 σύγκεινται om. Α 9 ἐκ πεπερασμένων aA: πεπερασμένον I 10 τῶ ἕκτω AI: (??) a ἀκροάσεως] κ ex γ corr. I ἐν τῷ ἕκτῳ τῆς Φυσικῆς ἄκρ’.] c. 7 p. 238 a 13 10. 11 πεπεράνθαι scripserim 20 χρᾶται AI: χρῆται a δὲ alt. al: γὰρ Α 23 post καὶ add. οἱ A 24 περὶ (ante τῶν) a1 26 τρόπον δή φησιν Α 27 post λόγων τῶν add. λεγομένων Α ἀσύνετοι a 28 διαλεγόμενοι Α: διελεγχόμενοι al 32 ταὐτά a 33 αἰτίας a: om. I 35 ὀνόματι al εἰρημένου a ἢ τόνδε ὁμωνυμία οὐκ ἔστιν ἀναγκαία· ἠδύνατο γὰρ ἄλλῳ τινὶ καὶ μὴ τοιούτῳ ὁμωνύμῳ εἶναι. ὅτι δὲ πεπέρανται τὰ ὀνόματα, δῆλον ἔκ τε τοῦ τὰ στοιχεῖα, ὧν ἐν τῇ συνθέσει τὰ ὀνόματα, πεπεράνθαι· τῶν δὲ πεπερασμένων καὶ ἡ σύνθεσις πεπερασμένη• καὶ ἔτι ἐκ τοῦ μηδὲ πᾶσαν σύνθεσιν γραμμάτων συλλαβὰς ἢ ὀνόματα ποιεῖν δύνασθαι· αἱ γὰρ πρὸς τὰ φωνήεντα συμπλοκαί τε καὶ συνθέσεις αὐτῶν μόναι τοῦτο ποιοῦσι. p. 165a 17 Διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν. Ποῖαν αἰτίαν; τὴν ἐκ τῶν ὀνομάτων, δηλονότι τὴν ἐκ τῆς ὁμωνυμίας, καὶ τὰς μελλούσας λεχθῆναι τῶν λοιπῶν δώδεκα τρόπων. ἔστιν ἐν συλλογισμοῖς καὶ ἐλέγχοις, ὡς εἴρηται, καὶ τὸ φαινόμενον καὶ τὸ ἀληθές, τὸ μὲν σοφιστικὸν ὂν τὸ δὲ ἐπιστημονικόν. p. 165a 19 Ἐπεὶ δ’ ἐστί τισι μᾶλλον πρὸ ἔργου. Εἰπὼν ὅτι διὰ ταύτην τὴν αἰτίαν καὶ τὰς ἄλλας γίνεται ἡ ἀπάτη ἡ σοφιστική, προτίθεται εἰπεῖν καὶ δι’ ἣν αἰτίαν ἐπιτετήδευται. λέγει τοίνυν ὅτι τινὲς δοκεῖν θέλοντες μᾶλλον ἤπερ εἶναι σοφοὶ διὰ τὸ εὐχερῶς καὶ ῥᾳδίως καὶ ἀνιδρωτὶ αὐτοῖς τοῦτο προσγίνεσθαι διὰ πολλοῦ τιθέασι καὶ τὸ τοῦ σοφοῦ ἔργον δοκεῖν μᾶλλον ποιεῖν παρὸ ποιεῖν κυρίως. οὐ μόνον γὰρ ἐν τοῖς κατωτάτοις χρόνοις τὸ δοκεῖν μὲν εἶναι σοφοῖς μὴ εἶναι δὲ σπουδάζεται, ἀλλὰ καὶ ἐν τοῖς πάλαι χρόνοις τὸ τοιοῦτον περισπούδαστον ἦν τοῖς | σοφισταῖς· ἡ γὰρ σοφιστικὴ φαινομένη μέν ἐστι σοφία f. 6v οὐκ οὖσα δέ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας. δηλοῦσι δὲ τοῦτο Ἱππίαι καὶ Πρωταγόραι καὶ Γοργίαι καὶ Πρόδικοι, ὧν ὁ βουλόμενος τὴν σοφίαν καὶ τὸν πλοῦτον ὃν ἐκ ταύτης συνή- θροισαν μαθεῖν ἐντυγχανέτω τοῖς ὁμωνύμοις τούτων διαλόγοις τοῦ Πλάτωνος. καὶ ὁ σοφώτατος δὲ Σωκράτης ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ τοῦ θρασυτάτου Πώλου τὸ ἐπηρμένον καὶ τοῦ Καλλικλέους τὸ ἀμαθὲς διελέγχων ἐπιστημονικῷ λόγῳ καὶ ταπεινῷ φρονήματι πάντως πιστούμενος τὴν σοφιστικὴν δοκήσει μόνον εἶναι σοφίαν φησὶ καὶ οὐκ ἀληθείᾳ καὶ τὸν σοφιστὴν 1 ἀδύνατον γὰρ ἄλλο a1 2 ὁμωνύμω I: ὁμωνυμίαν a τοῦ a: τῶν Ι 3 πεπεράνθαι scripsi: πεπέρανται al 5. 6 μόναι γὰρ αἱ πρὸς τὰ φωνήεντα συνθέσεις αὐτῶν Α 6 τοῦτο ποιοῦσι AI: inv. ord. a 10 ὡς εἴρηται (sc. p. 8,7sq.) post συλλογισμοῖς collocat Α 13. 14 ἡ σοφιστικὴ ἀπάτη, λέγει καὶ δι’ ἢν Α 16 ἀνιδρωτὶ a1: εὑ νι δι’ τὶ (sic) I 18 χρόνοις aKQR: λόγοις I cf. p. 6,23 n. 18. 19 μὴ εἶναι δὲ KQR, omisso δὲ a: om. Ι 19 σπουδάζοντες a τοῖς — χρόνοις aKQR: τῶ — χρόνω I 20 μέν om. a 23. 24 ὃν—συνήθροισαν om. Α 25 τῶ τοῦ Α: τῷ a: compend. supra lineaiii I ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ] cf. c. 18 p. 463Bsqq. 26 ἐπάρμενον a1 Καλλικλέους a2: καλλίκλου a1: καλλικλἐος Α1 26. 27 τῷ λόγῳ τῷ ἐπιστημονικῷ διελέγχων a2 27 πάντως om. Α 28 σοφίαν Α: σοφίας al φασὶ a ἀλήθεια Α: ἀλήθειαν a: ἀληθείας I δοκήσει μόνον εἶναι σοφὸν τῇ δ’ ἀληθείᾳ ἄσοφον καὶ χρηματιστήν, ἤγουν χρημάτων ἕνεκεν ἀγωνιζόμενον ἀπὸ φαινομένης σοφίας. ὅτι δ’ ἡ σοφιστικὴ φαινομένη ἐστὶ σοφία καὶ οὐ κυρίως, δῆλον ἐκ τοῦ κατὰ δόκησιν εἶναι· τὰ γὰρ κατὰ δόκησιν οὐ κυρίως· εἰ γὰρ ἡ δόκησις φαινομένη ἐστὶν ὑπάρξις, ἡ δὲ φαινομένη ὑπάρξις οὐ κυρίως ἐστὶν ὑπάρξις, κατ’ ἐπαναδίπλωσιν τοῦ μείζονος ὅρου ἡ ἄρα δόκησις οὐ κυρίως ἐστί. διὰ τοῦτο ἥ τε σοφιστικὴ φαινομένη σοφία καὶ ὁ σοφιστὴς φαινόμενος σοφός, καὶ τὸ ἔργον τοῦ σοφοῦ <φαινομένου> φαινόμενον καὶ οὐκ ἀληθές. καὶ ἐπειδὴ φαινομένης σοφίας ἐχρηματίζοντο, ἀκόλουθον ἦν πάντως δοκεῖν μᾶλλον ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον ἢ ποιεῖν. ὁ μὲν γὰρ ὄντως σοφὸς ποιεῖ μᾶλλον τὸ τοῦ σοφοῦ ἔργον ἢ δοκεῖ· δηλοῖ δὲ ὁ Σωκράτης μηδὲν εἰδέναι πανταχοῦ διαβεβαιούμενος μηδὲ σοφόν τι ποιεῖν καίτοι πάντα καὶ λέγων καὶ πράττων ἀπ’ ἄκρας ἐπιστήμης. οἱ δὲ σοφισταὶ τοὐναντίον· πάντα γὰρ εἰδέναι διαβεβαιοῦνται· ‘οὐδεὶς γὰρ οὐδέπω μέχρι καὶ τήμερον‘, φησὶν ὁ Πρωταγόρας, ‘καινόν τί με ἠρώτησε’, μόνον οὐχὶ λέγων ‘αὐτὰ ἐκεῖνα παρὰ πάντων ἐρωτῶμαι ἅπερ τυγχάνω εἰδώς’. p. 165a 24 Ἔστι δ΄ ὡς ἓν πρὸς ἓν εἰπεῖν ἔργον. Εἰπὼν ὁποία ἐστὶν ἡ τῶν σοφιστῶν σοφία, ὅτι φαινομένη σοφία, καὶ ὁποῖον τὸ ἔργον αὐτῶν, ὅτι τὸ δοκεῖν ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον, νῦν προστίθησι καὶ τὸ τῶν ἀληθῶν σοφῶν ἔργον. ἵνα γὰρ μή τις εἴπῃ ‘πῶς δὲ καὶ τίνα τρόπον ἐρωτᾶν καλῶς, ὡσαύτως καὶ ἀποκρίνεσθαι γνόντες οὐχ ἁλωθείημεν τοῖς ἐπιχειροῦσι σοφίζεσθαι;’, φησὶ τῶν ἐπιστημόνως ἐρωτώντων καὶ ἀποκρινομένων τοῦ μὲν ἐρωτῶντός ἐστιν ἔργον τὸ ἀψευδεῖν περὶ τὰς ἐρωτήσεις καὶ τὸν ἀποκρινόμενον ἐμφανίζειν ψευδόμενον, εἴ που κακῶς καὶ ψευδῶς ἀποκρίνεται, τοῦ δ’ ἀποκρινομένου τὸ ἐμφανίζειν, εἴ που δια- ψεύδεται ὁ ἐρωτῶν. καὶ τὸ μὲν ἐμφανίζειν τὸν ψευδόμενον, ὅπερ ἐστὶν ἔργον τοὐ ἀποκρινομένου, ἐν τῷ δύνασθαι ὑπέχειν λόγον ἐστίν· ὁ γὰρ εἰδώς, εἴτε πολλαχῶς εἴτε μοναχῶς τὰ πράγματα λέγεται, τὸν ἐρωτῶντά τι τῶν πολλαχῶς ὡς μοναχῶς λεγόμενον οὐ συγχωρήσει τοῦτον ἀπατῆσαί τε καὶ σοφίσασθαι. τὸ δὲ ἀψευδεῖν ἐν τῷ λαμβάνειν, ὅ ἐστι τοῦ ἐρωτῶντος· ὁ γὰρ δυνάμενος καλῶς ἐρωτᾶν οὐδέποτε πρότασιν ἐρωτήσει ἀφ’ ἧς συμβήσεται τὰ ἐναντία λέγειν ἑαυτῷ· ὡς γὰρ ἐρωτῶν καλῶς οὐ δι’ ἑαυτὸν δείκνυσι τἀναντία συμβαίνειν, ὡς εἰδὼς ἐρωτᾶν ἀναμαρτήτως, ἀλλὰ διὰ τὸν ἀποκρινόμενον. 2 post χρημάτων add. ἐρῶντα· καὶ τούτων Α ἀγωνιζόμενος a 8 φαινομένου add. v καὶ prius AI: ἐστὶν a 10 ἡ δοκεῖν I σοφιστὴς a1 12 ποιῶν Α 14 βεβαιοῦνται a μέχρι Α: om. aI 14. 15 ὁ Πρωταγόρας] immo ὁ Γοργίας, qui c. 2 p. 448 Α dicit καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν 15 περὶ a1 17 ἔργον om. Α 18 σοφιστῶν AI: σοφιστικῶν a 23 ἔργον ἐστὶ Α 24 εἴ που a2A: εἴπερ a1I 25 post ἀποκρίνεται add. ἀποκρινόμενος al: om. Α 29 ὡς μοναχῶς om. a1 λεγομένων a 30 τε I: om. a ὅ I: om. a 33 τὰ ἐναντία a ἀναμαρτήτως a: ἀναμάρτητα I