p. 184a 2 Οὐ γὰρ τέχνην ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης. Τέχνη ἐστὶ πᾶσα ἡ συλλογιστικὴ μέθοδος, ἐν ᾗ ἐστι καὶ ὁ ἀληθινὸς ἔλεγχος· ὁ δὴ ταύτην παραδοὺς καὶ τέχνην δίδωσι καὶ παιδεύει. αἱ δὲ παραγωγαὶ καὶ οἱ παραλογισμοί, οἱ τρόποι δηλονότι τῆς ἀπάτης, οἷς καὶ ἐχρῶντο καὶ ἐδίδασκον οἱ σοφισταί, οὐ τέχνη ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης· ὁ γὰρ ἔχων τὴν δύναμιν καὶ ἐπιστήμην τοῦ συλλογίζεσθαι, ἐκεῖνος δῆλον ὅτι δύναται καὶ παραλογίζεσθαι. ὥσπερ γὰρ ὁ ἔχων τὴν τέχνην τοῦ ὀρθογραφεῖν καὶ ὑγιάζειν ἐκεῖνος | οἶδε μάλιστα καὶ μὴ ὀρθογραφεῖν f. 62v 1 τούτου ΑI: τοῦ a ἐσύστερον I 2 οὐδ’ al: οὐκ Α 3 ἐν τῷ a ἐν τοῖς Μετὰ τὰ φυσικά] immo Ethic. Nicom. I 7 p. 1098a25 4 πάντων Ι 5 τοσοῦτον A(C) 5. 6 μικρότατον a Arist. 6 ἐστι om. a 7 post μέγα add. ὃν a 8 ταύτην aA: ταῦτα I 9 εἶδεν spripsi: οἶδεν aAI 12 κλάδος a 14 μικροτάτῃ a 17 καλεῖ aA: καλεῖται I 18 ante γοργίου add τοῦ a 19 τὸν πλάτωνος a: τοῦ πλάτωνος I: τοῦ πλάτωνος τὸν Α 23 τὰ Arist., sed cf. vs. 27 et p. 198,3.7 τῆς I Arist.: om. a(D) post τέχνης add. ex Arist. διδόντες παιδεύειν ὑπελάμβανον a 24 ἐστὶ IA: δὲ a 26 τρόποι AI: τόποι a καὶ alt. AI: om. a 27 τῆς AI: om. a 28 συλλογίζεσθαι a: συλλογισμοῦ AI 29 δῆλος a καὶ νόσον ἐμποιεῖν, οὕτως καὶ ὁ δυνάμενος ἐπιστημόνως συλλογίζεσθαι, ἐκεῖνος οἶδε καὶ παραλογίζεσθαι. ὥστε τὸ παραλογίζεσθαι, ὅπερ ἐπετήδευον οἱ σοφισταὶ καὶ ἄλλους ἐδίδασκον, οὐ τέχνη ἐστὶν ἀλλὰ τὸ ἀπὸ τέχνης δυνάμενον γίνεσθαι. ἀλλὰ καὶ οἱ διὰ τῆς διαιρετικῆς συλλογίζεσθαι διδάσκοντες καὶ ταύτην παραδιδόντες οὐ τέχνην (“ἔστι γὰρ διαιρετική”, ὡς ἐν τῷ Περὶ εὐπορίας προτάσεων εἴρηται, “οἷον ἀσθενὴς συλλογισμός”) ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης· τοῦ γὰρ εἰδότος σθλλογίζεσθαι καὶ ἀποδεικνύναι καὶ τὸ διαιρεῖν καὶ τὸ ἐκ διαιρέσεως ληφθὲν συλλογιστικῶς συμπεράνασθαι. ἀλλὰ καὶ οἱ δι’ ἐπαγωγῆς τι συνάγοντες τὸ αὐτὸ πάσχουσιν. ἐν δὲ τῇ λέξει τῇ ἐξ ἀρχῆς ὑπαρχόντων ἔχειν ἡ μέθοδος ἱκανῶς τὸ ἱκανῶς θαρρούντως ἐπῆκται· αἱ μὲν γὰρ ἄλλαι τέχναι οὐκ ἐξ ἀρχῆς οὐδὲ ὑπ’ αὐτῶν τῶν εὑρόντων τὸ τέλειον ἔσχον ἀλλ’ ἀπὸ τῶν διαδεξαμένων αὐτάς· ἡ δὲ λογικὴ πραγματεία τῷ Ἀριστοτέλει πρώτως εὑρεθεῖσα καὶ παρ’ αὐτοῦ τετελείωται. ᾧ δεῖ πάντας ἡμᾶς οὐ πολλήν, ὡς αὐτὸς ἔφησεν, ἀλλ’ οὐδ’ ὅσην εἰπεῖν δυνατὸν ἔχειν χάριν. 2. 3 ἐπιτήδευον a 4 τῆς Α, postea, ut videtur, add. I: om. a 5 fort. παραδιδόντες <διδόασιν> 6 ἐν τῷ Περὶ εὐπορίας προτάσεων] Anal. Pr. Ι 31 p. 8 ἀποδεικνύειν a 11 θαρρούντως aA: θαρροῦντα I 12 ἀπ’ fort, recte b ἔχον I 15 immo ὅσην οὐδ’ δυνατὸν a: om. ΑΙ